ΠΕΡΙ ΓΡΑΜΜΑΤΙΚΗΣ.
Γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων. Μέρη δὲ αὐτῆς εἰσὶν ἕξ· πρῶτον ἀνάγνωσις ἐντριβὴς κατὰ προσῳδίαν, δεύτερον ἐξήγησις κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς τρόπους, τρίτον γλωσσῶν τε καὶ ἱστοριῶν πρόχειρος ἀπόδοσις, τέταρτον ἐτυμολογίας εὕρεσις, πέμπτον ἀναλογίας ἐκλογισμός, ἕκτον κρίσις ποιημάτων, ὃ δὴ κάλλιστόν ἐστι πάντων τῶν ἐν τῇ τέχνῃ.
2.
ΠΕΡΙ ΑΝΑΓΝΩΣΕΩΣ.
Ἀνάγνωσίς ἐστι ποιημάτων ἢ συγγραμμάτων ἀδιάπτωτος προφορά. Ἀναγνωστέον δὲ καθ᾽ ὑπόκρισιν, κατὰ προσῳδίαν, κατὰ διαστολήν· ἐκ μὲν γὰρ τῆς ὑποκρίσεως τὴν ἀρετήν, ἐκ δὲ τῆς προσῳδίας τὴν τέχνην, ἐκ δὲ τῆς διαστολῆς τὸν περιεχόμενον νοῦν ὁρῶμεν· ἵνα τὴν μὲν τραγῳδίαν ἡρωϊκῶς ἀναγνῶμεν, τὴν δὲ κωμῳδίαν βιωτικῶς, τὰ δὲ ἐλεγεῖα λιγυρῶς, τὸ δὲ ἔπος ἐντόνως, τὴν δὲ λυρικὴν ποίησιν ἐμμελῶς, τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶς. τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα παρατήρησιν καὶ τὰς τῶν ποιητῶν ἀρετὰς καταῤῥίπτει καὶ τὰς ἕξεις τῶν ἀναγιγνωσκόντων καταγελάστους παρίστησι.
3.
ΠΕΡΙ ΤΟΝΟΥ.
Τόνος ἐστὶ φωνῆς ἀπήχησις ἐναρμονίου, ἢ κατὰ ἀνάτασιν ἐν τῇ ὀξείᾳ, ἢ κατὰ ὁμαλισμὸν ἐν τῇ βαρείᾳ, ἢ κατά περίκλασιν ἐν τῇ περισπωμένῃ.
4.
ΠΕΡΙ ΣΤΙΓΜΗΣ.
Στιγμαί εἰσι τρεῖς, τελεία, μέση, ὑποστιγμή. καὶ ἡ μὲν τελεία στιγμή ἐστι διανοίας ἀπηρτισμένης σημεῖον, μέση δὲ σημεῖον πνεύματος ἕνεκεν παραλαμβανόμενον, ὑποστιγμὴ δὲ διανοίας μηδέπω ἀπηρτισμένης ἀλλ᾽ ἔτι ἐνδεούσης σημεῖον.
5.
ΤΙΝΙ ΔΙΑΦΕΡΕΙ ΣΤΙΓΜΗ ΥΠΟΣΤΙΓΜΗΣ;
Χρόνῳ· ἐν μὲν γὰρ τῇ στιγμῇ πολὺ τὸ διάστημα, ἐν δὲ τῇ ὑποστιγμῇ παντελῶς ὀλίγον.
6.
ΠΕΡΙ ΡΑΨΩΙΔΙΑΣ.
Ῥαψῳδία ἐστὶ μέρος ποιήματος ἐμπεριειληφός τινα ὑπόθεσιν. εἴρηται δὲ ῥαψῳδία, οἱονεὶ ῥαβδῳδία τις οὖσα, ἀπὸ τοῦ δαφνίνῃ ῥάβδῳ περιερχομένους ᾅδειν τὰ Ὁμήρου ποιήματα.
7.
ΠΕΡΙ ΣΤΟΙΧΕΙΟΥ.
Γράμματά ἐστιν εἴκοσι τέσσαρα ἀπὸ τοῦ α μέχρι τοῦ ω. γράμματα δὲ λέγεται διὰ τὸ γραμμαῖς καὶ ξυσμοῖς τυποῦσθαι· γράψαι γὰρ τὸ ξύσαι παρὰ τοῖς παλαιοῖς, ὡς καὶ παρ᾽ Ὁμήρῳ
νῦν δέ μ᾽ ἐπιγράψας τάρσον ποδὸς εὔχεαι αὔτως.
Tὰ δὲ αὐτὰ καὶ στοιχεῖα καλεῖται διὰ τὸ ἔχειν στοῖχόν τινα καὶ τάξιν.
Τούτων φωνήεντα μέν εἰσιν ἑπτά, α, ε, η, ι, ο, υ, ω. φωνήεντα δὲ λέγεται, διότι φωνὴν ἀφ᾽ ἑαυτῶν ἀποτελεῖ, οἷον ἆ, ἦ. Τῶν δὲ φωνηέντων μακρὰ μέν εἰσι δύο, η καὶ ω, βραχέα δὲ δύο, ε καὶ ο, δίχρονα δὲ τρία, α, ι καὶ υ. δίχρονα δὲ λέγεται, ἐπειδὴ ἐκτείνεται καί συστέλλεται. Προτακτικὰ φωνήεντα πέντε, α, ε, η, ο, ω. προτακτικὰ δὲ λέγεται, ὅτι προτασσόμενα τοῦ ι καὶ υ συλλαβὴν ἀποτελεῖ, οἷον αι αυ. ὑποτακτικὰ δύο· ι καὶ υ. καὶ τὸ υ δὲ ἐνιότε προτακτικόν ἐστι τοῦ ι, ὡς ἐν τῷ μυῖα καὶ ἅρπυια. δίφθογγοι δέ εἰσιν ἕξ· αι αυ ει ευ οι ου.
Σύμφωνα δὲ τὰ λοιπὰ ἑπτακαίδεκα· β γ δ ζ θ κ λ μ ν ξ π ρ σ τ φ χ ψ. σύμφωνα δὲ λέγονται, ὅτι αὐτὰ μὲν καθ᾽ ἑαυτὰ φωνὴν οὐκ ἔχει, συντασσόμενα δὲ μετὰ τῶν φωνηέντων φωνὴν ἀποτελεῖ. τούτων ἡμίφωνα μέν ἐστιν ὀκτώ· ζ ξ ψ λ μ ν ρ σ. ἡμίφωνα δὲ λέγεται, ὅτι παρ᾽ ὅσον ἧττον τῶν φωνηέντων εὔφωνα καθέστηκεν ἔν τε τοῖς μυγμοῖς καὶ σιγμοῖς. ἄφωνα δέ ἐστιν ἐννέα· β γ δ κ π τ θ φ χ. ἄφωνα δὲ λέγεται, ὅτι μᾶλλον τῶν ἄλλων ἐστὶν κακόφωνα, ὥσπερ ἄφωνον λέγομεν τὸν τραγῳδὸν τὸν κακόφωνον. τούτων ψιλὰ μέν ἐστι τρία, κ π τ, δασέα τρία, θ φ χ, μέσα δὲ τούτων τρία, β γ δ. μέσα δὲ εἴρηται, ὅτι τῶν μὲν ψιλῶν ἐστι δασύτερα, τῶν δὲ δασέων ψιλότερα. καὶ ἔστι τὸ μὲν β μέσον τοῦ π καὶ φ, τὸ δὲ γ μέσον τοῦ κ καὶ χ, τὸ δὲ δ μέσον τοῦ θ καὶ τ. ἀντιστοιχεῖ δὲ τὰ δασέα τοῖς ψιλοῖς, τῷ μὲν π τὸ φ, οὕτως·
ἀλλά μοι εἴφ᾽ ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα
Τῷ δὲ κ τὸ χ·
αὐτίχ᾽ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ᾽ Ὀδυσσεύς ε 229
τὸ δὲ θ τῷ τ·
ὣς ἔφαθ᾽· οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
Ἔτι δὲ τῶν συμφώνων διπλᾶ μέν ἐστι τρία· ζ ξ ψ. διπλᾶ δὲ εἴρηται, ὅτι ἓν ἕκαστον αὐτῶν ἐκ δύο συμφώνων σύγκειται, τὸ μὲν ζ ἐκ τοῦ σ καὶ δ, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ σ, τὸ δὲ ψ ἐκ τοῦ π καὶ σ. ἀμετάβολα τέσσαρα· λ μ ν ρ. ἀμετὰβολα δὲ λέγεται, ὅτι οὐ μεταβάλλει ἐν τοῖς μέλλουσι τῶν ῥημάτων οὐδὲ ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων. τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖται. Τελικὰ ἀρσενικῶν ὀνομάτων ἀνεπεκτάτων κατ᾽ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν στοιχεῖά ἐστι πέντε· ν ξ ρ σ ψ, οἷον Δίων Φοῖνιξ Νέστωρ Πάρις Πέλοψ. θηλυκῶν δὲ ὀκτώ· α η ω ν ξ ρ σ ψ, οἷον Μοῦσα Ἑλένη Κλειώ χελιδών ἕλιξ μήτηρ Θέτις λαῖλαψ. οὐδετέρων δὲ ἕξ· α ι ν ρ σ υ, οἷον ἅρμα μέλι δένδρον ὕδωρ δέπας δόρυ. τινὲς δὲ προστιθέασι καὶ τὸ ο, οἷον ἄλλο. δυϊκῶν δὲ τρία· α ε ω, οἷον Ἀτρείδα Ἕκτορε φίλω. πληθυντικῶν δὲ τέσσαρα· ι σ α η, οἷον φίλοι Ἕκτορες βιβλία βέλη.
8.
ΠΕΡΙ ΣΥΛΛΑΒΗΣ.
Συλλαβή ἐστι κυρίως σύλληψις συμφώνων μετὰ φωνήεντος ἢ φωνηέντων, οἷον καρ, βοῦς· καταχρηστικῶς δὲ καὶ ἡ ἐξ ἑνὸς φωνήεντος, οἷον α η.
9.
ΠΕΡΙ ΜΑΚΡΑΣ ΣΥΛΛΑΒΗΣ.
Μακρὰ συλλαβὴ γίνεται κατὰ τρόπους ὀκτώ, φύσει μὲν τρεῖς, θέσει δὲ πέντε. καὶ φύσει μὲν ἤτοι ὅτ᾽ ἂν διὰ τῶν μακρῶν στοιχείων ἐκφέρηται, οἷον ἥρως· ἢ ὅτ᾽ ἂν ἔχῃ ἕν τι τῶν διχρόνων κατ᾽ ἔκτασιν παραλαμβανόμενον, οἷον Ἄρης· ἢ ὅτ᾽ ἂν ἔχῃ μίαν τῶν διφθόγγων, οἷον Αἴας. θέσει δὲ ἤτοι ὅτ᾽ ἂν εἰς δύο σύμφωνα λήγῃ, οἷον ἅλς· ἢ ὅτ᾽ ἂν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, οἷον ἀγρός· ἢ ὅτ᾽ ἂν εἰς ἁπλοῦν σύμφωνον λήγῃ καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ συμφώνου ἀρχομένην, οἷον ἔργον· ἢ ὅτ᾽ ἂν διπλοῦν σύμφωνον ἐπιφέρηται, οἷον ἔξω· ἢ ὅτ᾽ ἂν διπλοῦν σύμφωνον λήγῃ, οἷον ἅπαξ.
10.
ΠΕΡΙ ΒΡΑΧΕΙΑΣ ΣΥΛΛΑΒΗΣ.
Βραχεῖα συλλαβὴ γίνεται κατὰ τρόπους δύο, ἤτοι ὅτ᾽ ἂν ἔχῃ ἕν τι τῶν φύσει βραχέων, οἷον βρέφος· ἢ ὅτ᾽ ἂν ἔχῃ ἕν τι τῶν διχρόνων κατὰ συστολὴν παραλαμβανόμενον, οἷον Ἄρης.
11.
ΠΕΡΙ ΚΟΙΝΗΣ ΣΥΛΛΑΒΗΣ.
Κοινὴ συλλαβὴ γίνεται κατὰ τρόπους τρεῖς, ἤτοι ὅτ᾽ ἂν εἰς φωνῆεν μακρὸν λήγῃ καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην, οἷον
ὔ τί μοι αἰτίη ἐσσί· θεοί νύ μοι αἴτιοί εἰσιν
ἢ ὅτἂν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, ὧν τὸ μὲν δεύτερον ἀμετάβολον, τὸ δὲ ἡγούμενον καθ᾽ ἓν ἄφωνόν ἐστιν, οἷον
Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ·
ἢ ὅτ᾽ ἂν βραχεῖα οὖσα καταπεραιοῖ εἰς μέρος λόγου καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην, οἷον
Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης.
12.
ΠΕΡΙ ΛΕΞΕΩΣ.
Λέξις ἐστὶ μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγου.
13.
ΠΕΡΙ ΛΟΓΟΥ.
Λόγος δέ ἐστι πεζῆς λέξεως σύνθεσις διάνοιαν αὐτοτελῆ δηλοῦσα. Τοῦ δὲ λόγου μέρη ἐστὶν ὀκτώ· ὄνομα, ῥῆμα, μετοχή, ἄρθρον, ἀντωνυμία, πρόθεσις, ἐπίρρημα, σύνδεσμος. ἡ γὰρ προσηγορία ὡς εἶδος τῷ ὀνόματι ὑποβέβληται.
14.
ΠΕΡΙ ΟΝΟΜΑΤΟΣ.
Ὄνομά ἐστι μέρος λόγου πτωτικόν, σῶμα ἢ πρᾶγμα σημαῖνον, σῶμα μὲν οἷον λίθος, πρᾶγμα δὲ οἷον παιδεία, κοινῶς τε καὶ ἰδίως λεγόμενον, κοινῶς μὲν οἷον ἄνθρωπος ἵππος, ἰδίως δὲ οἷον Σωκράτης. παρέπεται δὲ τῷ ὀνόματι πέντε· γένη, εἴδη, σχήματα, ἀριθμοί, πτώσεις.
Γένη μὲν οὖν εἰσι τρία· ἀρσενικόν, θηλυκόν, οὐδέτερον. ἔνιοι δὲ προστιθέασι τούτοις ἄλλα δύο, κοινόν τε καὶ ἐπίκοινον, κοινὸν μὲν οἷον ἵππος κύων, ἐπίκοινον δὲ οἷον χελιδών ἀετός.
Εἴδη δέ δύο, πρωτότυπον καὶ παράγωγον. πρωτότυπον μὲν οὖν ἐστι τὸ κατὰ τὴν πρώτην θέσιν λεχθέν, οἷον Γῆ. παράγωνον δὲ τὸ ἀφ᾽ ἑτέρου τὴν γένεσιν ἐσχηκός, οἷον Γαιήιος. Εἴδη δὲ παραγώνων ἐστὶν ἑπτά· πατρωνυμικόν, κτητικόν, συγκριτικόν, ὑπερθετικόν, ὑποκοριστικόν, παρώνυμον, ῥηματικόν. Πατρωνυμικὸν μὲν οὖν ἐστι τὸ κυρίως ἀπό πατρὸς ἐσχηματισμένον, καταχρηστικῶς δὲ καὶ τὸ ἀπὸ προγόνων, οἷον Πηλείδης, Αἰακίδης ὁ Ἀχιλλεύς. - τύποι δὲ τῶν πατρωνυμικῶν ἀρσενικῶν μὲν τρεῖς, ὁ εἰς δης, ὁ εἰς ων, ὁ εἰς αδιος, οἷον Ἀτρείδης, Ἀτρείων, καὶ ὁ τῶν Αἰολέων ἴδιος τύπος Ὑρράδιος· Ὕρρα γὰρ παῖς ὁ Πιττακός. θηλυκῶν δὲ οἱ ἴσοι τρεῖς, ὁ εἰς ις, οἷον Πριαμίς, καὶ ὁ εἰς ας, οἷον Πελιάς, καὶ ὁ εἰς νη, οἷον Ἀδρηστίνη. - ἀπὸ δὲ μητέρων οὐ σχηματίζει πατρωνυμικὸν εἶδος ὁ Ὅμηρος, ἀλλ᾽ οἱ νεώτεροι. Κτητικὸν δέ ἐστι τὸ ὑπὸ τὴν κτῆσιν πεπτωκός, ἐμπεριειλημμένου τοῦ κτήτορος, οἷον Νηλήϊοι, ἵπποι, Ἑκτόρεος χιτών, Πλατωνικὸν βιβλίον. Συγκριτικὸν δέ ἐστι τὸ τὴν σύγκρισις ἔχον ἑνὸς πρὸς ἕνα ὁμοιογενῆ, ὡς Ἀχιλλεὺς ἀνδρειότερος Αἴαντος, ἢ ἑνὸς πρὸς πολλοὺς ἑτερογενεῖς, ὡς Ἀχιλλεὺς ἀνδρειότερος τῶν Τρώων. τῶν δὲ συγκριτικῶν τύποι εἰσὶ τρεῖς, ὁ εἰς τερος, οἷον ὀξύτερος βραδύτερος, καὶ ὁ εἰς ων καθαρός, οἷον βελτίων καλλίων, καὶ ὁ εἰς ων, οἷον κρείσσων ἥσσων. Ὑπερθετικὸν δέ ἐστι τὸ κατ᾽ ἐπίτασιν ἑνὸς πρὸς πολλοὺς παραλαμβανόμενον ἐν συγκρίσει. τύποι δὲ αὐτοῦ εἰσι δύο, ὁ εἰς τατος, οἷον ὀξύτατος βραδύτατος, καὶ ὁ εἰς τος, οἷον ἄριστος μέγιστος. Ὑποκοριστικὸν δέ ἐστι τὸ μείωσιν τοῦ πρωτοτύπου ἀσυγκρίτως δηλοῦν, οἷον ἀνθρωπίσκος λίθαξ μειρακύλλιον. Παρώνυμον δέ ἐστι τὸ παρ᾽ ὄνομα ποιηθέν, οἷον Θέων, Τρύφων. Ῥηματικὸν δέ ἐστι τὸ ἀπὸ ῥήματος παρηγμένον, οἷον Φιλήμων Νοήμων.
Σχήματα δὲ ὀνομάτων ἐστὶ τρία· ἁπλοῦν, σύνθετον, παρασύνθετον· ἁπλοῦν μὲν οἷον Μέμνων, σύνθετον δὲ οἷον Ἀγαμέμνων, παρασύνθετον δὲ οἷον Ἀγαμεμνονίδης, Φιλιππίδης. - τῶν δὲ συνθέτων διαφοραί εἰσι τέσσαρες. ἃ μὲν γὰρ αὐτῶν εἰσιν ἐκ δύο τελείων, ὡς Χειρίσοφος, ἃ δὲ ἐκ δύο ἀπολειπόντων, ὡς Σοφοκλῆς, ἃ δὲ ἐξ ἀπολείποντος καὶ τελείου, ὡς Φιλόδημος, ἃ δὲ ἐκ τελείου καὶ ἀπολείποντος, ὡς Περικλῆς.
Ἀριθμοὶ τρεῖς· ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν ὁ Ὅμηρος, δυϊκὸς δὲ τὼ Ὁμήρω, πληθυντικὸς δὲ οἱ Ὅμηροι. - εἰσὶ δέ τινες ἑνικοὶ χαρακτῆρες καὶ κατὰ πολλῶν λεγόμενοι, οἷον δῆμος χορός ὄχλος· καὶ πληθυντικοὶ κατὰ ἑνικῶν τε καὶ δυϊκῶν, ἑνικῶν μὲν ὡς Ἀθῆναι Θῆβαι, δυϊκῶν δὲ ὡς ἀμφότεροι.
Πτώσεις ὀνομάτων εἰσὶ πέντε· ὀρθή, γενική, δοτική, αἰτιατική, κλητική. λέγεται δὲ ἡ μὲν ὀρθὴ ὀνομαστικὴ καὶ εὐθεῖα, ἡ δὲ γενικὴ κτητική τε καὶ πατρική, ἡ δὲ δοτικὴ ἐπισταλτική, ἡ δὲ αἰτιατικὴ κατ᾽ αἰτιατικήν, ἡ δὲ κλητικὴ προσαγορευτική.
Ὑποπέπτωκε δὲ τῷ ὀνόματι ταῦτα, ἃ καὶ αὐτὰ εἴδη προσαγορεύεται· κύριον, προσηγορικόν, ἐπίθετον, πρός τι ἔχον, ὡς πρός τι ἔχον, ὁμώνυμον, συνώνυμον, διώνυμον, ἐπώνυμον, ἐθνικόν, ἐρωτηματικόν, ἀόριστον, ἀναφορικὸν ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, περιληπτικόν, ἐπιμεριζόμενον, περιεκτικόν, πεποιημένον, γενικόν, ἰδικόν, τακτικόν, ἀριθμητικόν, ἀπολελυμένον, μετουσιαστικόν.
Κύριον μὲν οὖν ἐστι τὸ τὴν ἰδίαν οὐσίαν σημαῖνον, οἷον Ὅμηρος Σωκράτης. Προσηγορικὸν δέ ἐστι τὸ τὴν κοινὴν οὐσίαν σημαῖνον, οἷον ἄνθρωπος ἵππος. Ἐπίθετον δέ ἐστι τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν ὁμωνύμως τιθέμενον καὶ δηλοῦν ἔπαινον ἢ ψόγον. λαμβάνεται δὲ τριχῶς, ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· ἀπὸ μὲν ψυχῆς ὡς σώφρων ἀκόλαστος, ἀπό δὲ σώματος ὡς ταχύς βραδύς, ἀπὸ δὲ τῶν ἐκτὸς ὡς πλούσιος πένης. Πρός τι ἔχον δέ ἐστιν ὡς πατήρ υἱός φίλος δεξιός. Ὡς πρός τι ἔχον δέ ἐστιν ὡς νύξ, ἡμέρα, θάνατος, ζωή. Ὁμώνυμον δέ ἐστιν ὄνομα τὸ κατὰ πολλῶν ὁμωνύμως τιθέμενον, οἷον ἐπὶ μὲν κυρίων, ὡς Αἴας ὁ Τελαμώνιος καὶ Αἴας ὁ Ἰλέως, ἐπὶ δὲ προσηγορικῶν, ὡς μῦς θαλάσσιος καὶ μῦς γηγενής. Συνώνυμον δέ ἐστι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν, οἷον ἄορ ξίφος μάχαιρα σπάθη φάσγανον. Φερώνυμον δέ ἐστι τὸ ἀπό τινος συμβεβηκότος τεθέν, ὡς Τισαμενός καὶ Μεγαπένθης. Διώνυμον δέ ἐστιν ὀνόματα δύο καθ᾽ ἑνὸς κυρίου τεταγμένα, οἷον Ἀλέξανδρος ὁ καὶ Πάρις, οὐκ ἀναστρέφοντος τοῦ λόγου· οὐ γάρ, εἴ τις Ἀλέξανδρος, οὗτος καὶ Πάρις. Ἐπώνυμον δέ ἐστιν, ὃ καὶ διώνυμον καλεῖται, τὸ μεθ᾽ ἑτέρου κυρίου καθ᾽ ἑνὸς λεγόμενον, ὡς Ἐνοσίχθων ὁ Ποσειδῶν καὶ Φοῖβος ὁ Ἀπόλλων. Ἐθνικὸν δέ ἐστι τὸ ἔθνους δηλωτικόν, ὡς Φρύξ Γαλάτης. Ἐρωτηματικὸν δέ ἐστιν, ὃ καὶ πευστικὸν καλεῖται, τὸ κατ᾽ ἐρώτησιν λεγόμενον, οἷον τίς ποῖος πόσος πηλίκος. Ἀόριστον δέ ἐστι τὸ τῷ ἐρωτηματικῷ ἐναντίως λεγόμενον, οἷον ὅστις ὁποῖος ὁπόσος ὁπηλίκος. Ἀναφορικὸν δέ ἐστιν, ὃ καὶ ὁνοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, τὸ ὁμοίωσιν σημαῖνον, οἷον τοιοῦτος τοσοῦτος τηλικοῦτος. Περιληπτικὸν δέ ἐστι τὸ τῷ ἑνικῷ ἀριθμῷ πλῆθος σημαῖνον, οἷον δῆμος χορός ὄχλος. Ἐπιμεριζόμενον δέ ἐστι τὸ ἐκ δύο ἢ καὶ πλειόνων ἐπὶ ἓν ἔχον τὴν ἀναφοράν, οἷον ἑκάτερος ἕκαστος. Περιεκτικὸν δέ ἐστι τὸ ἐμφαῖνον ἐν ἑαυτῷ τι περιεχόμενον, οἷον δαφνών παρθενών. Πεποιημένον δέ ἐστι τὸ παρὰ τὰς τῶν ἤχων ἰδιότητας μιμητικῶς εἰρημένον, οἷον φλοῖσβος ῥοῖζος ὀρυγμαδός. Γενικὸν δέ ἐστὶ τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι, οἷον ζῶον φυτόν. Εἰδικὸν δέ ἐστι τὸ ἐκ τοῦ γένους διαιρεθέν, οἷον βοῦς ἵππος ἄμπελος ἐλαία. Τακτικὸν δέ ἐστι τὸ τάξιν δηλοῦν, οἷον πρῶτος δεύτερος τρίτος. Ἀριθμητικὸν δέ ἐστι τὸ ἀριθμὸν σημαῖνον, οἷον εἷς δύο τρεῖς. Ἀπολελυμένον δέ ἐστιν ὃ καθ᾽ ἑαυτὸ νοεῖται, οἷον θεός λόγος.
Τοῦ δὲ ὀνόματος διαθέσεις εἰσὶ δύο, ἐνέργεια καὶ πάθος· ἐνέργεια μὲν ὡς κριτής ὁ κρίνων, πάθος δὲ ὡς κριτός ὁ κρινόμενος.
15.
ΠΕΡΙ ΡΗΜΑΤΟΣ.
Ῥῆμά ἐστι λέξις ἄπτωτος, ἐπιδεκτικὴ χρόνων τε καὶ προσώπων καὶ ἀριθμῶν, ἐνέργειαν ἢ πάθος παριστᾶσα. παρέπεται δὲ τῷ ῥήματι ὀκτώ, ἐγκλίσεις, διαθέσεις, εἴδη, σχήματα, ἀριθμοί, πρόσωπα, χρόνοι, συζυγίαι. ἐγκλίσεις μὲν οὖν εἰσι πέντε, ὁριστική, προστακτική, εὐκτική, ὑποτακτική, ἀπαρέμφατος. διαθέσεις εἰσὶ τρεῖς, ἐνέργεια, πάθος, μεσότης· ἐνέργεια μὲν οἷον τύπτω, πάθος δὲ οἷον τύπτομαι, μεσότης δὲ ἡ ποτὲ μὲν ἐνέργειαν ποτὲ δὲ πάθος παριστᾶσα, οἷον πέπηγα διέφθορα ἐποιησάμην ἐγραψάμην. εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον· πρωτότυπον μὲν οἷον ἄρδω, παράγωγον δὲ οἷον ἀρδεύω. σχήματα τρία, ἁπλοῦν, σύνθετον, παρασύνθετον· ἁπλοῦν μὲν οἷον φρονῶ, σύνθετον δὲ οἷον καταφρονῶ, παρασύνθετον δὲ οἷον ἀντιγονίζω φιλιππίζω. ἀριθμοὶ τρεῖς, ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν οἷον τύπτω, δυϊκὸς δὲ οἷον τύπτετον, πληθυντικὸς δὲ οἷον τύπτομεν. πρώσοπα τρία, πρῶτον, δεύτερον, τρίτον· πρῶτον μὲν ἀφ᾽ οὗ ὁ λόγος, δεύτερον δὲ πρὸς ὃν ὁ λόγος, τρίτον δὲ περὶ οὗ ὁ λόγος. χρόνοι τρεῖς, ἐνεστώς, παρεληλυθώς, μέλλων. τούτων ὁ παρεληλυθὼς ἔχει διαφορὰς τέσσαρας, παρατατικόν, παρακείμενον, ὑπερσυντέλικον, ἀόριστον· ὧν συγγένεια τρεῖς, ἐνεστῶτος πρὸς παρατατικόν, παρακειμένου πρὸς ὑπερσυντέλικον, ἀορίστου πρὸς μέλλοντα.
16.
ΠΕΡΙ ΣΥΖΥΓΙΑΣ.
Συζυγία ἐστὶν ἀκόλουθος ῥημάτων κλίσις. Εἰσὶ δὲ συζυγίαι βαρυτόνων μὲν ῥημάτων ἕξ, ὧν ἡ μὲν πρώτη ἐκφέρεται διὰ τοῦ β ἢ φ ἢ π ἢ πτ, οἷον λείβω +γράφω+ τέρπω κόπτω· ἡ δὲ δευτέρα διὰ τοῦ γ ἢ κ ἢ χ ἢ κτ, οἷον λέγω πλέκω τρέχω τίκτω· ἡ δὲ τρίτη διὰ τοῦ δ ἢ θ ἢ τ, οἷον ἄιδω πλήθο ἀνύτω· ἡ δὲ τετάρτη διὰ τοῦ ζ ἢ τῶν δύο σσ, οἷον φράζω, νύσσω, ὀρύσσω· ἡ δὲ πέμπτη διὰ τῶν τεσσάρων ἀμεταβόλων, λ μ ν ρ, οἷον πάλλω νέμω κρίνω σπείρω· ἡ δὲ ἕκτη διὰ καθαροῦ τοῦ ω, οἷον ἱππεύω πλέω βασιλεύω. τινὲς δὲ καὶ ἑβδόμην συζυγίαν εἰσάγουσιν διὰ τοῦ ξ καὶ ψ, οἷον ἀλέξω ἕψω.
17.
ΠΕΡΙ ΠΕΡΙΣΠΩΜΕΝΩΝ.
Περισπωμένων δὲ ῥημάτων συζυγίαι εἰσὶ τρεῖς, ὧν ἡ μὲν πρώτη ἐκφέρεται ἐπὶ δευτέρου καὶ τρίτου προσώπου διὰ τῆς ει διφθόγγου, οἷον νοῶ νοεῖς νοεῖ· ἡ δὲ δευτέρα διὰ τῆς αι διφθόγγου, προσγραφομένου τοῦ ι, μὴ συνεκφωνουμένου δέ, οἷον βοῶ βοᾷς βοᾷ· ἡ δὲ τρίτη διὰ τῆς οι διφθόγγου, οἷον χρυσῶ χρυσοῖς χρυσοῖ.
18.
ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΜΙ.
Τῶν δὲ εἰς μι ληγόντων ῥημάτων συζυγίαι εἰσὶ τέσσαρες, ὧν ἡ μὲν πρώτη ἐκφέρεται ἀπὸ τῆς πρώτης τῶν περισπωμένων, ὡς ἀπὸ τοῦ τιθῶ γέγονε τίθημι· ἡ δὲ δευτέρα ἀπὸ τῆς δευτέρας, ὡς ἀπὸ τοῦ ἱστῶ γέγονεν ἵστημι· ἡ δὲ τρίτη ἀπὸ τῆς τρίτης, ὡς ἀπὸ τοῦ διδῶ γέγονε δίδωμι· ἡ δὲ τετάρτη ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων, ὡς ἀπὸ τοῦ πηγνύω γέγονε πήγνυμι.
19.
ΠΕΡΙ ΜΕΤΟΧΗΣ.
Μετοχή ἐστι λέξις μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος. παρέπεται δὲ αὐτῇ ταὐτὰ ἃ καί τῷ ὀνόματι καὶ τῷ ῥήματι δίχα προσώπων τε καὶ ἐγκλίσεων.
20.
ΠΕΡΙ ΑΡΘΡΟΥ.
Ἄρθρον ἐστὶ μέρος λόγου πτωτικόν, προτασσόμενον +καὶ+ ὑποτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων. καὶ ἔστι προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς. παρέπεται δὲ αὐτῷ τρία· γένη, ἀριθμοί, πτώσεις. γένη μὲν οὖν εἰσι τρία· ὁ ποιητής, ἡ ποίησις, τὸ ποίημα. ἀριθμοὶ τρεῖς· +ἑνικός+, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν ὁ ἡ τό, δυϊκὸς δὲ τώ τά +, πληθυντικὸς δὲ οἱ αἱ τά. πτώσεις δὲ ὁ τοῦ τῷ τόν ὦ, +ἡ τῆς τῇ τήν ὦ.
21.
ΠΕΡΙ ΑΝΤΩΝΥΜΙΑΣ.
Ἀντωνυμία ἐστὶ λέξις ἀντὶ ὀνόματος παραλαμβανομένη, προσώπων ὡρισμένων δηλωτική. Παρέπεται δὲ τῇ ἀντωνυμίαι ἕξ· πρόσωπα, γένη, ἀριθμοί, πτώσεις, σχήματα, εἴδη.
22.
ΠΕΡΙ ΠΡΩΤΟΤΥΠΩΝ.
Πρόσωπα πρωτοτύπων μὲν ἐγώ σύ ἵ, παραγώγων δὲ ἐμός σός ὅς. Γένη τῶν μὲν πρωτοτύπων διὰ μὲν τῆς φωνῆς οὐ διακρίνεται, διὰ δὲ τῆς ὑπ᾽ αὐτῶν δείξεως, οἷον ἐγώ· τῶν δὲ παραγώγων, οἷον ὁ ἐμός ἡ ἐμή τὸ ἐμόν. ἀριθμοὶ πρωτοτύπων μὲν ἑνικὸς ἐγώ σύ ἵ, δυϊκὸς νῶϊ σφῶϊ, πληθυντικὸς ἡμεῖς ὑμεῖς σφεῖς· παραγώγων δὲ ἑκινὸς ἐμός σός ὅς, δυϊκὸς ἐμώ σώ ὥ, πληθυντικὸς ἐμοί σοί οἵ. πτώσεις πρωτοτύπων μὲν ὀρθῆς ἐγώ σύ ἵ, γενικῆς ἐμοῦ σοῦ οὗ, δοτικῆς ἐμοί σοί οἷ, αἰτιατικῆς ἐμέ σέ ἕ, κλητικῆς σύ· παραγώγων δὲ ἐμός σός ὅς, γενικῆς ἐμοῦ σοῦ οὗ, δοτικῆς ἐμῷ σῷ ᾧ, αἰτιατικῆς ἐμόν σόν ὅν. σχήματα δύο, ἁπλοῦν, σύνθετον· ἁπλοῦν μὲν οἷον ἐμοῦ σοῦ οὗ, σύνθετον δὲ ἐμαυτοῦ σαυτοῦ αὑτοῦ. εἴδη δέ, ὅτι αἱ μέν εἰσι πρωτότυποι, ὡς ἐγώ σύ ἵ, αἱ δὲ παράγωγοι, ὡς πᾶσαι αἱ κτητικαί, αἳ καὶ διπρόσωποι καλοῦνται. παράγονται δὲ οὗτως· ἀπὸ μὲν ἑνικῶν αἱ ἕνα κτήτορα δηλοῦσαι, ὡς ἀπὸ τοῦ ἐμοῦ ὁ ἐμός· ἀπὸ δὲ δυϊκῶν αἱ δύο, ὡς ἀπὸ τοῦ νῶϊ νωΐτερος· ἀπὸ δὲ πληθυντικῶν αἱ πολλούς, ὡς ἀπὸ τοῦ ἡμεῖς ἡμέτερος. τῶν δὲ ἀντωνυμιῶν αἱ μέν εἰσιν ἀσύναρθροι, αἱ δὲ σύναρθροι· ἀσύναρθροι μὲν οἷον ἐγώ, σύναρθροι δὲ οἷον ὁ ἐμός.
23.
ΠΕΡΙ ΠΡΟΘΕΣΕΩΣ.
Πρόθεσίς ἐστι λέξις προτιθεμένη πάντων τῶν τοῦ λόγου μερῶν ἔν τε συνθέσει καὶ συντάξει. εἰσὶ δὲ αἱ πᾶσαι προθέσεις ὀκτὼ καὶ δέκα, ὧν μονοσύλλαβοι μὲν ἕξ· ἐν, εἰς, ἐξ, σύν, πρό, πρός, αἵτινες οὐκ ἀναστρέφονται· δισύλλαβοι δὲ δύο καὶ δέκα, ἀνά, κατά, διά, μετά, παρά, ἀντί, ἐπί, περί, ἀμφί, ἀπό, ὑπό, ὑπέρ.
24.
ΠΕΡΙ ΕΠΙΡΡΗΜΑΤΟΣ.
Ἐπίρρημά ἐστι μέρος λόγου ἄκλιτον, κατὰ ῥήματος λεγόμενον ἢ ἐπιλεγόμενον ῥήματι. Τῶν δὲ ἐπιρρημάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ σύνθετα· ἁπλᾶ μὲν ὡς πάλαι, σύνθετα δὲ ὡς πρόπαλαι. Τὰ δὲ χρόνου δηλωτικά, οἷον νῦν τότε αὖθις· τούτοις δὲ ὡς εἴδη ὑποτακτέον τὰ καιροῦ παραστατικά, οἷον, σήμερον, αὔριον, τόφρα, τέως, πηνίκα. τὰ δὲ μεσότητος, οἷον, καλῶς, σοφῶς. τὰ δὲ ποιότητος, οἷον πύξ, λάξ, βοτρυδόν,ἀγεληδόν. τὰ δὲ ποσότητος, οἷον πολλάκις ὀλιγάκις. τὰ δὲ ἀριθμοῦ δηλωτικά, οἷον δίς τρίς τετράκις. τὰ δὲ τοπικά, οἷον ἄνω κάτω· ὧν σχέσεις εἰσὶ τρεῖς, ἡ ἐν τόπῳ, ἡ εἰς τόπον, ἡ ἐκ τόπου, οἷον οἴκοι οἴκαδε οἴκοθεν. τὰ δὲ εὐχῆς σημαντικά, οἷον εἴθε αἴθε ἄβαλε. τὰ δὲ σχετλιαστικά, οἷον παπαῖ ἰού φεῦ. τὰ δὲ ἀρνήσεως ἢ ἀποφάσεως, οἷον, οὔ, οὐχί, οὐδῆτα, οὐδαμῶς. τὰ δὲ συγκαταθέσεως, οἷον, ναί, ναίχι. τὰ δὲ ἀπαγορεύσεως, οἷον, μή, μηδῆτα, μηδαμῶς. τὰ δὲ παραβολῆς ἢ ὁμοιώσεως, οἷον, ὡς, ὥσπερ, ἠΰτε, καθάπερ. τὰ δὲ θαυμαστικά, οἷον, βαβαῖ. τὰ δὲ εἰκασμοῦ, οἷον, ἴσως, τάχα, τυχόν. τὰ δὲ τάξεως, οἷον, ἑξῆς, ἐφεξῆς, χωρίς. τὰ δὲ ἀθροίσεως, οἷον, ἄρδην, ἅμα, ἤλιθα. τὰ δὲ παρακελεύσεως, οἷον, εἶα, ἄγε, φέρε. τὰ δὲ συγκρίσεως, οἷον, μᾶλλον, ἧττον. τὰ δὲ ἐρωτήσεως, οἷον, πόθεν, πηνίκα, πῶς. τὰ δὲ ἐπιτάσεως, οἷον, λίαν, σφόδρα, πάνυ, ἄγαν, μάλιστα. τὰ δὲ συλλήψεως, οἷον, ἅμα, ὁμοῦ, ἄμυδις. τὰ δὲ ἀπωμοτικά, οἷον, μά. τὰ δὲ κατωμοτικά, οἷον, νή. τὰ δὲ βεβαιώσεως, οἷον, δηλαδή. τὰ δὲ θετικά, οἷον, γαμητέον, πλευστέον. τὰ δὲ θειασμοῦ, οἷον, εὐοἵ, εὔἁν.
25.
ΠΕΡΙ ΣΥΝΔΕΣΜΩΝ.
Σύνδεσμός ἐστι λέξις συνδέουσα διάνοιαν μετὰ τάξεως καὶ τὸ τῆς ἑρμηνείας κεχηνὸς δηλοῦσα. Τῶν δὲ συνδέσμων οἱ μέν εἰσι συμπλεκτικοί, οἱ δὲ διαζευκτικοί, οἱ δὲ συναπτικοί, οἱ δὲ παρασυναπτικοί, οἱ δὲ αἰτιολογικοί, οἱ δὲ +ἀπορρηματικοί+, οἱ δὲ συλλογιστικοί, οἱ δὲ παραπληρωματικοί. Καὶ συμπλεκτικοὶ μὲν εἰσιν ὅσοι τὴν ἑρμηνείαν ἐπ᾽ ἄπειρον ἐκφερομένην συνδέουσιν. εἰσὶ δὲ οἵδε· μέν, δέ, τέ, καί, ἀλλά, ἠμέν, ἠδέ, ἰδέ, ἀτάρ, αὐτάρ, ἤτοι, κέν, ἄν. διαζευκτικοὶ δέ εἰσιν ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσιν, ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διιστᾶσιν. εἰσὶ δὲ οἵδε· ἤ, ἤτοι, ἠέ. συναπτικοὶ δέ εἰσιν ὅσοι ὕπαρξιν μὲν οὐ δηλοῦσι, σημαίνουσι δὲ ἀκολουθίαν. εἰσὶ δὲ οἵδε· εἴ, εἴπερ, εἰδή, εἰδήπερ. παρασυναπτικοὶ δέ εἰσιν ὅσοι μεθ᾽ ὑπάρξεως καὶ τάξιν δηλοῦσιν. εἰσὶ δὲ οἵδε· ἐπεί ἐπείπερ ἐπειδή ἐδειδήπερ. αἰτιολογικοὶ δέ εἰσιν ὅσοι ἐπ᾽ ἀποδόσει αἰτίας ἕνεκεν παραλαμβάνονται. εἰσὶ δὲ οἵδε· ἵνα, ὄφρα, ὅπως, ἕνεκα, οὕνεκα, διὅ, διὅτι, καθ᾽ ὅ, καθ᾽ ὅτι, καθ᾽ ὅσον. ἀπορρηματικοὶ+ δέ εἰσιν ὅσοι ἐπαποροῦντες εἰώθασι συνδεῖν. εἰσὶ δὲ οἵδε· ἆρα, κᾶτα, μῶν. συλλογιστικοὶ δέ εἰσιν ὅσοι πρὸς τὰς ἐπιφοράς τε καὶ συλλήψεις τῶν ἀποδείξεων εὖ διάκεινται. εἰσὶ δὲ οἵδε· ἄρα ἀλλά ἀλλαμήν, τοίνυν, τοιγάρτοι, τοιγαροῦν. παραπληρωματικοὶ δέ εἰσιν ὅσοι μέτρου ἢ κόσμου ἕνεκεν παραλαμβάνονται. εἰσὶ δὲ οἵδε· δή, ῥά, νύ, ποῦ, τοί, θήν, ἄρ, δῆτα, πέρ, πώ, μήν, ἄν, αὖ, νῦν, οὖν, κέν, γέ. τινὲς δὲ προστιθέασι καὶ ἐναντιωματικούς, οἷον, ἔμπης, ὅμως.