ΑΠΟΛΛΩΝΙΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ
ΠΕΡΙ ΑΝΤΩΝΥΜΙΑΣ
Παντί τῳ προῦπτόν ἐστιν, ὡς ἡ σύντομος ἑρμηνεία μετὰ τῆς δεούσης σαφηνείας πολλῷ κρείττων καθέστηκε τῆς οὐχ οὕτως ἐχούσης φράσεως. ὅθεν κατὰ δύναμιν τὴν ἰδίαν πειρασόμεθα, τὸν περὶ τῶν ἀντωνυμιῶν λόγον διεξιόντες, τὰ μὲν παρέλκοντα παραπέμπεσθαι, τὰ δὲ ἐλλείποντα προσαναπληρῶσαι, τὰ δὲ μακροπεριοδεύτως ὑπ᾽ ἐνίων εἰρημένα ἀνελλιπῶς ἐπιτομώτερον φράσαι.
Ἀρκτέον δὲ ἀπὸ τῆς κλήσεως, ἐπεὶ παρά τισι διάφορος. Τὸ μὲν οὖν πάντας παρατίθεσθαι διεψευσμένου ἐστὶ τὸ ἐπάγγελμα, τὸ δὲ τοὺς ἐλλογίμους οὐκέτι.
Ἀρίσταρχος λέξεις κατὰ πρόσωπα συζύγους ἐκάλεσε τὰς ἀντωνυμίας. Ὧι καὶ ἀντίκειται τὸ μὴ ἴδιον εἶναι τοῦτο τῶν ἀντωνυμιῶν· ἰδοὺ γὰρ καὶ τὰ ῥήματα. μᾶλλον γὰρ αὐτῶν ὁ ὅρος· καὶ γὰρ κατὰ πᾶν πρόσωπον ἀκολουθεῖ, αἱ δὲ ἀντωνυμίαι οὐχ οὕτως, ὡς εἰρήσεται.
Ἀλλὰ μὴν οὐδὲ κατὰ τὸν τοῦ Τροιζηνίου Διονυσοδώρου λόγον παρονομασίας κλητέον, ἐπεὶ καὶ ἄλλα ἔν τισι παρονομάζεται· πετρώδης τε γὰρ καὶ ἐργατίνης. καὶ ἴσως οὐκ ἄλλαι τινὲς παραληφθήσονται ἢ αἱ κτητικαί, ἐπεὶ ἡ ἐγώ καὶ ἡ νῶι καὶ πᾶσαι αἱ πρωτότυποι θεματικαί. 2.1,1.4 Εἰ τὰ ὡρισμένα σεσημείωται, αἱ δὲ ἀντωνυμίαι ὡρισμένα πρόσωπα παριστᾶσιν, οὐκ ἀπιθάνως ὁ Τυραννίων σημειώσεις αὐτὰς ἐκάλεσεν.
Ἀλλ᾽ ἴσως ἐλλειπὲς τὸ τοιοῦτον· οὐδὲν γὰρ τῶν παρακολουθούντων αὐταῖς παρίστησιν.
Οὐδὲ μὴν συγκαταθετέον ἐστὶ τοῖς ὁριζομένοις· ἀντώνυμόν ἐστι μέρος λόγου ἀντ᾽ ὀνόματος παραλαμβανόμενον. Οἱ γὰρ ὅροι τῶν γενικῶν ἐμπεριεκτικοί εἰσιν, οὐ μὴν τῶν ἰδικῶν. ὁ γοῦν ὅρος ὁ τοῦ ἀνθρώπου οὐ τὸν ἰδικόν, τὸν δὲ γενικὸν σημαίνει. καὶ νῦν ἀντώνυμόν ἐστι τὸ ἰδικόν, τὸ ἐγώ, τὸ σύ, ἀντωνυμία δὲ τὸ ὅλον, τουτέστι τὸ γενικόν· ὥσπερ ἀμφιβολία καὶ ἀμφίβολον, συνωνυμία καὶ συνώνυμον, διωνυμία καὶ διώνυμον, ὁμωνυμία καὶ ὁμώνυμον. τὸ γὰρ οὐκερῶ ἀμφίβολον· τό τε Αἴας, ἐπὶ τοῦ Λοκροῦ παραλαμβανόμενον καὶ τοῦ Τελαμωνίου, ὁμώνυμον. — Ἀλλ᾽ ἴσως φήσει τις παράλογον τὸ λέγειν ἀντωνυμίαν τὸ ἐγώ· δέον γὰρ ἀντώνυμον. Ἦν δ᾽ ἂν παράλογον, εἰ μὴ τοῖς γενικοῖς πολλάκις συνεχρώμεθα ἀντὶ τῶν ἰδικῶν, τὸ ζῷον τιθέντες ἐπ᾽ ἀνθρώπου, καὶ ἐπὶ τοῦ φοίνικος τὸ φυτόν. τοιοῦτον οὖν καὶ τὸ προκείμενον.
Ἐκφεύγοντάς φασι τὸ Αἰολικὸν τοὺς περὶ Κομανὸν ἀντωνομασίας καλεῖν, εἴγε τὸ μὲν ὄνυμα οὐ κοινόν, τὸ δὲ ὄνομα. Ναί, ἀλλά, φασι, καὶ ἄλλα κατὰ τὸ ἔθος ὀθνεῖα παρεισῆλθεν, ὡς τὸ Εὔξεινος πόντος Ἰακῶς τῷ ι πλεονάσαν· ὅ τε ἀπηλιώτης διὰ ψιλοῦ συναλειφθείς, ὅπερ συνεχὲς παρ᾽ Ἴωσι· τό τε ξενοδοκεῖον καὶ πανδοκεῖον· ἄλλα μυρία.
Ἀλλὰ καὶ τοῦτο εὐδιάσειστον. εἰ γὰρ τὰ παρεισδύοντα τῶν διαλέκτων οὐκ ἐν τῷ καθόλου, ἅπαξ δέ που (ἰδοὺ γὰρ κακόξενος καὶ φιλόξενος, ἄξενος, ἓν δέ ἐστι τὸ εὔξεινος· καὶ ἄφοδος καὶ ἀφορισμός καὶ ἀφορία, ἓν δὲ τὸ ἀπηλιώτης), χρῆν ἄρα καὶ τὴν ἀντωνυμίαν ἅπαξ εἰρῆσθαι, καὶ τὰ ὑπολειπόμενα ἔχειν κατὰ τὴν κοινὴν ἐκφοράν, λέγω δὲ διὰ τοῦ ο. νῦν δὲ οὐδαμῶς ἔστιν ἐπινοῆσαι· πολυώνυμος γὰρ καὶ διώνυμος. πῶς 2.1,1.5 δὲ οὐχὶ γελοίως Αἰολικὸν εἰρήσεται τὸ ἱερώνυμος καὶ ἔτι τὸ ὁμώνυμος, δασυνόμενα; Λεκτέον οὖν, ὡς καὶ ἐπ᾽ ἄλλων μυρίων κατὰ τὰς συνθέσεις μεταβολαὶ γίνονται φωνηέντων, καὶ ἐπὶ τοῦ ὀνόματος τὸ αὐτό. τὸ ἄνεμος διὰ τοῦ η ποδήνεμος, καὶ ἔτι τὸ ἄγειν φορτηγός, στρατηγός· τό τε ἀνήρ ἀντήνωρ· τό τε α τῶν οὐδετέρων ο γίνεται, γηροκόμος, κρεοπώλης, χρεοφείλης. τὰ δύο διὰ τοῦ ι, δύο μῆνες — δίμηνος, δίπηχυς. καὶ τὸ ὄνομα οὖν τὸ μὲν ἄρχον ο ω ποιεῖ, τὸ δὲ παραλῆγον υ· συνώνυμον γὰρ καὶ φερώνυμον, αὐτό τε τὸ ἀντ᾽ ὀνόματος παραλαμβανόμενον ἀντωνυμία ἂν κληθείη. Τὸ δὲ ἀντωνομασία, πρὸς τῷ καὶ τρόπου ὄνομα δηλοῦν, καὶ τὸ ὀνομάσαι ἔχει ἐγκείμενον, καθὸ καὶ τῷ χειμάσαι τὸ χειμασία παράκειται· ὅπερ οὐκ ἐπιζητεῖ τὸ σημαινόμενον.
Οἱ ἀπὸ τῆς Στοᾶς ἄρθρα καλοῦσι καὶ τὰς ἀντωνυμίας, διαφέροντα δὲ τῶν παρ᾽ ἡμῖν ἄρθρων, ᾗ ταῦτα μὲν ὡρισμένα, ἐκεῖνα δὲ ἀοριστώδη. καὶ ὃν τρόπον, φασί, τὸ ἄρθρον διχῶς νοεῖται (ἥ τε γὰρ συμβολὴ τῶν κώλων, ἐν ᾧ φαμεν ἔξαρθρον, καὶ αὐτὸ τὸ κῶλον, ἐν ᾧ φαμεν μεγάλοις ἄρθροις κεχρῆσθαι τὸν δεῖνα), οὕτω καὶ τὸ ἐν τῷ λόγῳ ἄρθρον τὸν αὐτὸν τρόπον. — καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος καὶ ὁ Θρᾷξ Διονύσιος καὶ ἄρθρα δεικτικὰ τὰς ἀντωνυμίας ἐκάλεσαν.
Συνηγορεῖ δὲ αὐτοῖς ὁ λόγος, καθὸ αἱ ἀντωνυμίαι καὶ ἀναφορικῶς λαμβάνονται, καὶ τὰ ἄρθρα δὲ ἀναφορὰν δηλοῖ. — τὰ ἄρθρα ἀνθυπάγεται ταῖς ἀντωνυμίαις, προτακτικὰ μέν·
ὁ γὰρ ἦλθε (Α 12),
τοῦ δ᾽ αὐτοῦ λυκάβαντος (ξ 161),
καὶ τῷ νήδυμος ὕπνος (ν 79),ἀλλ᾽ ἄρα καὶ τόν
Ἥρη (Τ 96)·ὑποτακτικὰ δέ·
ἀλλὰ καὶ ὃς δείδοικεν (Φ 198),
Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων (Ψ 9)·καὶ θηλυκά·
2.1,1.6 ὣς ἡ ῥίμφα θέουσα (ν 88),καὶ
εἵνεκα τῆς ἀρετῆς (β 206),καὶ ἀντὶ τῆς αὐτός·
ὁ δὲ προσέειπεν ἄνακτα (ξ 36),
ἡ δὲ χιτῶν᾽ ἐνδῦσα (Ε 736. Θ 387). —ἔτι καὶ αἱ φωναὶ ὁμολογοῦσι. δασύνεται γὰρ τὰ τῶν ἀντωνυμιῶν τρίτα πρόσωπα, ἕ, οἷ· καὶ τὰ τοιαῦτα τῶν ἄρθρων δασύνεται, ἡ, οἱ. — πρὸς τούτοις αἱ ἀντωνυμίαι κλητικὰς οὐκ ἔχουσιν ἐν τῷ πρώτῳ καὶ τρίτῳ· τοιαῦτα δὲ καὶ τὰ ἄρθρα, τρίτου προσώπου νοούμενα· τὸ γὰρ ὦ οὐκ ἄρθρον. — τὰ εἰς φωνῆεν λήγοντα ἐπ᾽ εὐθείας καὶ κατὰ ἄρσενος λαμβανόμενα ἀντωνυμίαι εἰσίν, ἐγώ, σύ· τοιοῦτο καὶ τὸ ὁ. — τὸ τημοῦτος τὸ αὐτὸ μέρος λόγου ἐστὶ καὶ τὸ τῆμος, καὶ τὸ τημόσδε, καὶ καθόλου ἡ ἐπέκτασις εἰς τὸ αὐτὸ μέρος λόγου προάγεται· καὶ κατὰ τοῦτο οὖν τὸ αὐτὸ μέρος λόγου τὰ ἄρθρα καὶ αἱ ἀντωνυμίαι, καθὸ ἀπὸ τοῦ ὁ τὸ οὗτος καὶ ὅδε παρείλκυσε, καὶ ἔτι ἀπὸ τῆς γενικῆς τῆς τὸ τ ἐχούσης τὸ τούτου καὶ τοῦδε, καὶ ἀπὸ οὐδετέρου, ὅπερ μόνον ἀπὸ τοῦ τ ἤρξατο κατὰ τὴν εὐθεῖαν, τὸ τοῦτο. — μονοπροσωποῦσι καὶ εἰς ο λήγουσι κατὰ τὸ οὐδέτερον αὐτό, ἐκεῖνο· οὕτως ἔχει καὶ τὸ οὐδέτερον.
Λεκτέον δέ, ὡς ἡ τοιαύτη συνηγορία εὐπαράκρουστος. οὐ γάρ, εἴ τί τινι κατά τι κεκοινώνηκε, τοῦτο πάντως ἐκείνῳ ταὐτόν ἐστιν. πρόσωπα παριστᾶσιν αἱ ἀντωνυμίαι, ἀλλὰ καὶ τὰ ῥήματα· καὶ οὐ τὸ αὐτὸ μέρος λόγου. γένος ἐπιδέχεται τὸ ἐμός, ἀλλὰ καὶ τὸ καλός· ἀλλ᾽ οὐ τὸ αὐτό. καὶ τί λέγω ἐπὶ λέξεως; ἐπὶ παντὸς γὰρ φυσικοῦ τοῦτο. ζῳότητος μετέχει ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὰ ἄλλα ζῷα· καὶ οὐ ταὐτὸν θεὸς καί τε ἄνθρωπος· καὶ ἐπ᾽ ἄλλων ἀπείρων. — Οὐκ ἂν οὖν, ἐὰν ἀναφορὰν σημαίνῃ ἡ ἀντωνυμία, πάντως ἂν εἴη ἄρθρον, ἐπεὶ καὶ τὰ ἄρθρα ἀναφορὰν σημαίνει. Τί δὲ μᾶλλον αἱ ἀντωνυμίαι ἄρθρα ἤπερ τὰ ἄρθρα ἀντωνυμίαι; ἄλλως τε καὶ τὸ ὅτε ἀναφορικόν, καὶ οὐ πάντως ἄρθρον.
Οἶμαι δὲ καὶ τὸ ὑπὸ τῶν Στωικῶν καλεῖσθαι αὐτὰ ἀοριστώδη ὑπό τι 2.1,1.7 μαχόμενον. ἀόριστον μὲν γὰρ τὸ ἄνθρωπος παρεγένετο. πᾶσα γὰρ ἀναφορὰ γνώσεως προϋφεστώσης ἐστὶ σημαντική, τὸ δὲ γινωσκόμενον ὥρισται. πῶς οὖν ἀοριστώδη τὰ ἄρθρα, ἀναφορὰν δηλοῦντα; Ἀλλ᾽ εἰ καὶ φήσει τις ἀόριστα εἶναι ἐν τῷ ὁ περιπατῶν κινεῖται καὶ ἐν τοῖς ὁμοίοις, φήσομεν ὅτι μᾶλλον ὡρισμένα εἰρήσεται ἀπὸ τῶν ἀναφορὰν σημαινόντων. Ἴσως οὖν πρὸς τὴν σύγκρισιν τῶν ἀντωνυμιῶν, πάντοτε ὁριζομένων, ταῦτα ἐκάλεσαν ἀοριστώδη.
Κἀκεῖνο δ᾽ εὔηθες τὸ λέγειν, ἄρθρα ἀντὶ ἀντωνυμιῶν, καὶ διὰ τοῦτο ἓν μέρος λόγου. — πρῶτον οὐκ εἴ τι ἀντί τινος παραλαμβάνεται, εὐθέως ταὐτὸν ἐκείνῳ ἐστίν. ἰδοὺ γὰρ
Ἕκτορι δίῳ (Η 75)ἀντὶ τοῦ ἐμοί, καὶ οὐ ταὐτό, καὶ τὸ
καρπῷ βριθομένη (Θ 307)ἀντὶ τοῦ βρίθεται. καὶ ὁ εἴ συναπτικὸς ἰσοδυναμεῖ τῷ ἀκολουθεῖ ῥήματι, ἀκολουθεῖ τῷ ἡμέραν εἶναι καὶ φῶς εἶναι — εἰ ἡμέρα ἐστί, φῶς ἐστί. (τὸ γὰρ
ὅ μοι γέρας ἔρχεται (Α 120)οὐ πάντως ἄρθρον ἀντὶ αἰτιώδους συνδέσμου τοῦ ὅτι· ἴσως γὰρ ἀπεκόπη ὁ αἰτιώδης.)
Τὸ δὲ πάντων μεῖζον· μεγάλην ἀσθένειαν διὰ τὴν ἰδίαν ἀπειρίαν τοῦ ποιητοῦ καταγγέλλουσι, φάσκοντες τοσαῦτα σχήματα ἄρθρων ἀντὶ ἀντωνυμιῶν παραλαμβάνειν. τὸ γὰρ μὴ ταῖς κατὰ φύσιν λέξεσι κεχρῆσθαι κακία. Ἐλελήθει οὖν αὐτοὺς ἡ ὁμοφωνία τῶν ἄρθρων καὶ τῶν ἀντωνυμιῶν. ἡ γὰρ προκειμένη παραγωγὴ ὡς ἀπὸ τῶν ἄρθρων πίστις γίνεται τοῦ ὁμοφωνεῖν τὰ ἄρθρα ταῖς ἀντωνυμίαις. εἰ γὰρ τὸ τηλικοῦτος ὄνομα, καθότι καὶ τὸ τηλίκος ὄνομα τοῦ αὐτοῦ παραστατικόν, ὡσαύτως καὶ τὸ τηλικόσδε, τὸ τε τημοῦτος καὶ τὸ τημόσδε ἐπιρρήματα, καθότι καὶ τὸ τῆμος, τηνικαῦτα καὶ τηνικάδε· παντὶ προῦπτον ὅτι, εἰ τὸ οὗτος 2.1,1.8 καὶ ὅδε καὶ τούτου καὶ τοῦδε ἀντωνυμίαι, ἀντωνυμίαι ἄρα καὶ τὸ ὅ καὶ τὸ τοῦ, ὅτε οὕτω παραλαμβάνονται. — εἰ δὲ ταράσσονται διὰ τὴν ὁμοφωνίαν, μηδὲ τὸ ὅς ἄρθρον λεγέτωσαν ὑποτακτικόν, ὅτι καὶ σύναρθρον ἀντωνυμίαν σημαίνει, καὶ ἀόριστον μόριον ἐν τῷ ὃς ἂν ἔλθῃ μεινάτω με, καὶ ἴσον τῷ οὗτος παρὰ Ἀττικοῖς, ὡς Πλάτων ἦ δ᾽ ὅς ἀντὶ τοῦ ἔφη δὲ οὗτος. καὶ μακρὸν ἂν εἴη τὸ νῦν ὑπὲρ ὁμοφωνίας διαλαβεῖν.
Οὐκ ἐπεὶ δὲ ἐγκλίσεως ἀμοιρεῖ ἥδε ἡ σύνταξις τῶν ἀντωνυμιῶν, πάντως ἐπιλήψεως τεύξεται. οὐδὲ γὰρ πᾶσα ἀντωνυμία τὸν δισσὸν τόνον ἀνεδέξατο. ἄλλως τε ὅσαι γένους ἐμφαντικαί εἰσιν, αὗται μόνως ὀρθότονοι (περὶ γὰρ τῆς αὐτός ἐν τῷ ἰδίῳ τόπῳ εἰρήσεται). ὀρθῶς ἄρα καὶ αἱ προκείμεναι ἀνέγκλιτοι καθεστᾶσι.
Κἀκεῖνο δὲ προσθετέον, ὡς αἱ μὲν ἀντωνυμίαι ἀντ᾽ ὀνομάτων, τὰ δὲ ἄρθρα μετ᾽ ὀνομάτων. πῶς οὖν ἓν μέρος λόγου τὸ μετά τινος καὶ ἀντί τινος; — Αἱ ἀντωνυμίαι μετὰ ῥήματος αὐτοτέλειαν ποιοῦσιν, αὐτὸς γράφει, σὺ γράφεις· τὰ δὲ ἄρθρα οὔ. — Τὰ ἄρθρα ὑποτακτικά ἐστι τῆς εὐθείας, αἱ δὲ ἀντωνυμίαι εὐθείας οὖσαι οὔποτε ὑποτακτικαί. — Τῶν ἀντωνυμιῶν μεταλήψεις γίνονται εἰς ὀνόματα ἢ εἰς τὰς ἰσοδυναμούσας, λέγω δὲ τὴν ἕ καὶ ἵ καὶ τὴν οἷ, ὅτε εἰς τὴν αὐτός ἢ αὐτῷ ἢ αὐτόν μεταλαμβάνονται· τὰ δὲ ἄρθρα ἀμετάληπτα εἰς ταῦτα· τὸ γὰρ
ὁ δὲ προσέειπεν (ξ 36)ἐδείχθη ὡς ὁμοφωνεῖ μόνον τῷ ἄρθρῳ, οὐκ ἔστι δὲ αὐτὸ ἄρθρον. — Ἔτι ἡ αὐτός μετὰ ἄλλης ἀντωνυμίας παρατεθεῖσα μόνον ἐπιτείνει τὰ τῆς ἀντιδιαστολῆς, ἐμοῦ αὐτοῦ, σοῦ αὐτοῦ, σοὶ αὐτῷ· τοῖς δὲ ἄρθροις παρακειμένη ἐπίτασιν μὲν οὐ σημαίνει, δὶς δὲ ἀναφοράν, ὁ αὐτός, τοῦ αὐτοῦ. πῶς οὖν ἓν μέρος λόγου; Φήσει τις· καὶ ἡ ἐγώ πολλὴν ἔχει διαφορὰν πρὸς τὴν ἐμός, καὶ ἓν μέρος λόγου. Ἀλλ᾽ ἐμπίπτει εἰς τὸ γενικόν, τὸ ἀντ᾽ ὀνόματος παραλαμβάνεσθαι, τό τε τὰ πρόσωπα πάντοτε ὁρίζειν τοῦ κτησαμένου, τὸ οὐσίας παραστατικὸν εἶναι. τὰ δὲ ἄρθρα οὔτε ἀντ᾽ ὀνόματος, οὔτε ὁρίζει πάντοτε τὰ πρόσωπα, οὔτε οὐσίαν παρίστησιν· ὥστε οὐκέτι ἐν ἰδικῇ διαφορᾷ, ἀλλὰ γενικῇ. 2.1,1.9 Σαφὲς δὲ ὅτι καὶ οἱ ἀπὸ τῆς Στοᾶς αὐτὸ μόνον τῷ αὐτῷ ὀνόματι προσκεχρημένοι εἰσίν, οὐκέτι δὲ καὶ τῷ πράγματι. καὶ γὰρ ὅτε παραλαμβάνουσιν ἕνεκα ὑποδείγματος ἄρθρον τὸ ἐπὶ σώματος, πολὺ διέστηκε· πόθεν γὰρ ἁρμογή τε καὶ κῶλον τὸ αὐτό; Ἄμεινον οὖν χωρίζοντας τὸ μὲν καλεῖν ἄρθρον, καθότι πάντοτε ἐναρμόνιον πτωτικῷ, τὸ δὲ καλεῖν ἀντωνυμίαν, ὅτι ἀντ᾽ ὀνόματος τίθεται.
Οὐ γὰρ ἰσωνυμίαν, ὥς τινες· οὐ γὰρ τὰ ἴσα παρακολουθεῖ τῷ ὀνόματι καὶ τῇ ἀντωνυμίᾳ. τὸ μὲν γὰρ ἀμοιρεῖ δείξεως, ποιότητά τε ἐπαγγέλλεται· αἱ δὲ δεῖξιν ἔχουσι μετὰ προσώπων ἀκολουθίας, οὐσίαν τε μόνον δηλοῦσιν.
Ὁριστέον οὖν τὴν ἀντωνυμίαν ὧδε· λέξιν ἀντ᾽ ὀνόματος προσώπων ὡρισμένων παραστατικήν, διάφορον κατὰ τὴν πτῶσιν καὶ ἀριθμόν, ὅτε καὶ γένους ἐστὶ κατὰ τὴν φωνὴν ἀπαρέμφατος.
Ὅτι μὲν οὖν ἀντ᾽ ὀνόματος, παντί τῳ δῆλον. Διὰ τί δὲ ἀντ᾽ ὀνομάτων, καὶ ποίων ὀνομάτων, εἰρήσεται μετ᾽ ὀλίγον. Ὡς δὲ καὶ ὁρίζει τὰ πρόσωπα, ῥητέον.
Πᾶσα ἀντωνυμία ἢ δεικτική ἐστιν ἢ ἀναφορική, αἱ κατὰ πρῶτον 2.1,1.10 καὶ δεύτερον μόνως δεικτικαί, αἱ κατὰ τὸ τρίτον καὶ δεικτικαὶ καὶ ἀναφορικαί, ὅσαι γένους εἰσὶ παραστατικαί, ἐκεῖνος, ὅδε, οὗτος, ὑπεσταλμένης τῆς αὐτός, ἥτις πάλιν δεικτικὴ γίνεται συντασσομένη ταῖς δεικτικαῖς ἀντωνυμίαις. αἱ ὑπολειπόμεναι ἀναφορικαί, ἥ τε ἵ, οὗ, οἷ, ἕ. εἰ οὖν τὰ δεικνύμενα ὁρίζεται, καὶ τὰ ἀναφερόμενα γνῶσιν ἐπαγγέλλεται προϋφεστῶσαν, ὅ ἐστι πάλιν πρόσωπον ὡρισμένον, ὀρθῶς ἄρα ὡρισμένων προσώπων παραστατικὴ ἡ ἀντωνυμία.
Φήσει τις· τί οὖν; οὐχὶ καὶ τὰ ῥήματα ὁρίζει; Ἀλλ᾽ οὐ πάντα. τὰ γὰρ τρίτα τούτων ἀόριστα. γράφει γάρ, τίς; καὶ περιπατεῖ, τίς; καὶ οὐκ ἄλλως ὁρισθήσεται ἢ ταῖς ἀντωνυμίαις, γράφει ἐκεῖνος, γράφει ὅδε. — Ἀλλ᾽ ἴσως καὶ τὰ κύρια ὁρίζει, μάχεται Αἴας, περιπατεῖ Δίων. Ἀλλὰ καὶ ταῦτα ὑπὸ τῆς ὁμωνυμίας πολλάκις ἀμφιβάλλεται. ὁρίζεται γοῦν ἐν τῷ
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας (Μ 349. 362)διὰ τῆς ἐπιφορᾶς τοῦ Τελαμώνιος. πῶς οὖν τὸ ὁριζόμενον ὑπὸ ἑτέρου ὁριστικὸν ἔτι κεκλήσεται; ἡ μέντοι ἀντωνυμία οὔτε ἀναφορικῶς νοουμένη οὔτε δεικτικῶς παραλαμβανομένη ἀμφιβάλλεται.
Ἴσως τισὶ δόξει τὸ
κεῖνος δ᾽ αὖ περὶ κῆρι μακάρτατος (ζ 158)ἀντικεῖσθαι. οὔτε γὰρ δεικτικόν, οὔτε ἐπί τι ὁριζόμενον ἀναφέρεται.
Ἀλλ᾽ ἡ ἀναφορὰ ὡς ἐπί τι πρόσωπον πάντως ἐσόμενον λαμβάνεται, ὅπερ εὐφημιζόμενος προληπτικῶς ἀνεφώνησεν. Ἀλλὰ μὴν καὶ τὸ
οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος (ω 260)τοῖς αὐτοῖς ἐγκλήμασιν ὑποπίπτει. Ἀλλ᾽ ἡ ὑπερβολὴ τῆς πρὸ ὀλίγου ἀποστάσεως διὰ τῆς ἀντωνυμίας ἐπεδείκνυτο, ὡς εἰ ἔλεγεν ὁ ἔτι ὑπὸ τὴν ὄψιν μου ὤν.
Ὅτι δὲ κατὰ πτῶσιν καὶ ἀριθμὸν διάφορος ἡ ἀντωνυμία, δῆλον ἐντεῦθεν. Ποία γὰρ ἀκολουθία τῆς ἐγώ πρὸς δυϊκὸν τὸ νῶι, ἢ τῆς 2.1,1.11 νῶι πρὸς τὸ ἡμεῖς; καίτοι καθολικοῦ ὄντος τοῦ τὰ δυϊκὰ ἐν παντὶ πτωτικῷ διὰ τοῦ αὐτοῦ συμφώνου ἐκφέρεσθαι τῷ ἰδίῳ πληθυντικῷ. καὶ οὐκ ἀντίκειται τὰ δυϊκὰ ἄρθρα· ἰδοὺ γὰρ Δωριεῖς τοί καὶ ταί, ἀφ᾽ οὗ τὸ τώ δυϊκὸν καὶ τά. τὸ γοῦν μεγάλοι, ἑτερόπτωτον ὂν τοῦ μέγας, ὀρθῶς ἐπὶ τοῦ δυϊκοῦ τὸ λ ἐφύλαξε,
καλὼ καὶ μεγάλω σὺν τεύχεσιν (Σ 518). —Ἔτι γε μὴν ἡ ἐμοῦ πρὸς τὴν ἐγώ ἀντίκειται, πρός τε τὴν δοτικήν, εἴγε πᾶσα γενικὴ ἰσοσύλλαβος ὁμοτονεῖ τῇ δοτικῇ, ἀλλ᾽ ἡ μὲν ἐμοί ὀξύνεται, ἡ δὲ ἐμοῦ περισπᾶται. — οὐδεμία αἰτιατικὴ ἑνικὴ εἰς ε λήγει· ἀνακόλουθος ἄρα ἡ ἐμέ. — οὐδεμία δοτικὴ μακροκατάληκτος ὀξύνεται· πῶς οὖν ἡ ἐμοί καὶ ἡ σοί; — ἀλλ᾽ οὐδ᾽ ὅλως δοτικὴ μονοσύλλαβος ὀξύνεται, πᾶσαι δὲ περισπῶνται, μνᾷ, γῇ· πῶς οὖν ἡ σοί; — οὐδὲν δυϊκὸν εἰς μόνον ι λήγει· πῶς οὖν νῶι καὶ σφῶι; — εἴ τι εἰς ω λήγει, θηλυκόν ἐστι· πῶς οὖν ἐγώ; — τὰ εἰς υ ἢ ι οὐδέτερα, δόρυ, μέλι· πῶς οὖν σύ, ἵ ἐπὶ τῶν τριῶν γενῶν; Τὸ δὲ λέγειν, αἱ μονοσύλλαβοι γενικαὶ εἰς ου λήγουσαι προσθέσει τοῦ ς εὐθεῖαι γίνονται, καὶ διὰ τοῦτο τὸ σοῦ πάλιν ἀνακόλουθον, εὔηθες· ἰδοὺ γὰρ τὸ τοῦ. ἀλλ᾽ εἰ λέγοι τις ἐπ᾽ ὀνομάτων, οὐδὲ τὸ σοῦ ὄνομα. ἄμεινον οὖν οὕτω· τὰ εἰς δίχρονα συνεσταλμένα λήγοντα οὔποτε ἰσοσυλλαβεῖ· πῶς οὖν ἀπὸ τοῦ σύ τὸ σοῦ; — Μυρίοις ἔστιν ἐπιχειροῦντα κανόσι δεῖξαι, ὡς οὐκ ἀκόλουθοί εἰσιν αἱ ἀντωνυμίαι, θέματα δὲ ἴδια κατὰ ἀριθμὸν καὶ πρόσωπον καὶ πτῶσιν.
Πρόσκειται δέ ὅτε καὶ κατὰ φωνὴν γένους εἰσὶν ἀπαρέμφατοι, διὰ τὰς καλουμένας παραγωγούς, ἐπεὶ αὗται διὰ τῆς φωνῆς τὸ ἔξωθεν πρόσωπον διαστέλλουσι, καὶ διὰ τοῦτο ἀκόλουθοι κατὰ ἀριθμὸν καὶ κατὰ πτῶσιν. αἱ μέντοι πρωτότυποι διὰ μὲν τῆς φωνῆς γένους ἀδιάστολοί εἰσι πάντοτε κατὰ πρῶτον καὶ δεύτερον πρόσωπον, διὰ δὲ τῆς ὑπ᾽ αὐτῶν δείξεως ἡ τῶν γενῶν διαστολὴ παρεμφαίνεται· συνεξηγούμενον γὰρ ἔχει τὸ γένος ἡ δεῖξις. ὅθεν καὶ μοναδικαὶ καλοῦνται, ἐπεὶ διὰ μιᾶς φωνῆς ἡ τριγένεια παρίσταται· τὸ γὰρ ἐγώ καὶ σύ ἐπὶ παντὸς γένους. — Νοητέον μέντοι, ὅτι καὶ αἱ παραχθεῖσαι πάλιν κατὰ τὸ ἐντὸς 2.1,1.12 πρόσωπον ἀνακόλουθοι τοῖς [τε] ἀριθμοῖς [καὶ ταῖς πτώσεσίν] εἰσιν· ἐμός γὰρ καὶ νωίτερος, ἡμέτερος. ποία γὰρ ἀκολουθία τοῦ ἐντὸς προσώπου ἐν τῷ νωίτερος καὶ ἡμέτερος; Αἴτιον παραλαμβάνουσι τῆς ἀκλισίας τὸ πᾶσαν λέξιν, τῶν τριῶν οὖσαν γενῶν παραστατικήν, ἄκλιτον φυλάσσεσθαι, καὶ τοῦτο τεκμαίρονται ἐκ τῶν ἀριθμῶν. ἐπεὶ γὰρ τὸ τέσσαρες καὶ τρεῖς οὐ μιᾷ φωνῇ χρῆται κατὰ τῶν τριῶν γενῶν (τέσσαρα γὰρ καὶ τρία), διὰ τοῦτο κλίνεται, τεσσάρων καὶ τέσσαρσι· τὸ μέντοι πέντε καὶ τὰ τοιαῦτα, μοναδικὰ ὄντα κατὰ τῶν τριῶν γενῶν, ἄκλιτα. καὶ διὰ τοῦτο τὸ δυοῖν κλιθὲν ἠλογήθη, τοῦ δύο μοναδικοῦ καθεστῶτος. (τὸ γὰρ σώφρονε καὶ τὸ φιλιάτρω κλιθὲν οὐκ ἀντέκειτο· ἡ γὰρ τούτων ἑνικὴ ἐκφορὰ καὶ πληθυντικὴ οὐ τὰ τρία γένη ἐδήλου.) ὅθεν καὶ τὰς ἀντωνυμίας τὸ αὐτὸ ἀναδέχεσθαι. ὅπου γάρ εἰσι μοναδικαί, ἐκεῖ καὶ ἄκλιτοι· ὅπου δὲ τὸ γένος διαστέλλεται, ἐκεῖ καὶ ἡ κλίσις. — Ὑπολαμβάνω δ᾽ εὐλόγως τὰς πτώσεις τῶν τοιούτων σεσιγῆσθαι, συνεξητασμένας τῇ τοῦ γένους συγχύσει. τούτῳ γὰρ τῷ λόγῳ τὰ τῶν τριῶν γενῶν διακριτικὰ ἀκώλυτον ἔχει καὶ τὴν εἰς τὰς πτώσεις μετάβασιν.
Τὸ λέγειν, ὡς τῇ μὲν ἐμέο ἀκόλουθος ἡ ἡμέων, τῇ δὲ ἐμοῦ ἡ ἡμῶν, καθὸ αἱ γενικαὶ πληθυντικαὶ ἰσοσυλλαβοῦσι ταῖς ἑνικαῖς, ληρῶδες. οὔτε γάρ, εἰ ἦν ἀκόλουθος, τὸ ἓν τὰ πλείονα ἐκανόνιζεν, οὔτε ἔστιν ἀκόλουθος· τὰ γὰρ ἐναντία ἐστίν. ἡ μὲν γὰρ δασύνεται, ἀπὸ τοῦ η ἀρχομένη, ἡ δὲ ψιλοῦται, ἀπὸ τοῦ ε. τί δ᾽ ἂν φήσαιεν ἐπὶ τῆς σέο καὶ ὑμέων, οὐδεμιᾶς ἔτι ἀφορμῆς οὔσης; — Οὐχ ὑγιὲς δὲ κἀκεῖνο. ἐπεὶ γάρ, φασιν, ἀπὸ τοῦ ε ἄρχονται πᾶσαι ἐπὶ τοῦ πρώτου, ἀκολουθίας ἐχόμεναι, ἡ φύσις ἐν τοῖς τέλεσιν οὐδέποτε ποιεῖ σύγχυσιν.
Τί δὲ οὐχὶ πάλιν τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ ἀπὸ τοῦ ε ἄρχεται; — Δῆλον οὖν ὡς μόνον ἕνεκα σημαινομένου γενικήν φαμεν τὴν ἐμοῦ τῆς 2.1,1.13 ἐγώ, καὶ ἔτι δυϊκὴν τὴν νῶι, εἴγε καὶ ἐν ὀνόμασιν ἑτερόπτωτα, ὕδωρ ὕδατος, μέγας μεγάλου, καὶ ἐν ῥήμασιν ἑτερόκλιτα, ἔσθω ἔφαγον, φέρω οἴσω.
Εἰ αἱ σύνθετοι τῶν λέξεων διηνεκὲς ἔχουσι τὸ σημαινόμενον, καθάπερ ὁ μισάνθρωπος, ὁ φιλάνθρωπος καὶ φιλοπλάτων, πῶς οὐ γέλοιοι οἱ συνάρθρους καὶ ἀσυνάρθρους ἀποφαινόμενοι τὰς ἀντωνυμίας; καὶ γὰρ αἱ καλούμεναι σύναρθροι, πρόσωπα ἔχουσαι δεικτικά, δεκτικαὶ οὔκ εἰσιν ἄρθρων, καθάπερ ἐπὶ τοῦ ἐμός εἶ καὶ ἡμέτερος εἶ· οὔτε αἱ ἀσύναρθροι ἐκτός εἰσιν ἄρθρων. Ἀττικοὶ γοῦν τὸν ἐμέ· Καλλίμαχος ναὶ μὰ τὸν αὐτὸν ἐμέ· καὶ τὸν σὲ Κροτωπιάδην (fr. 315a et b OSchneider)·
καὶ Μένανδρος ἐν Ὕμνιδι (Mein. com. gr. IV p. 210)νῦν δὲ κατὰ πόλιν εὕρῃ τὸν ἕτερον, τὸν σέ, τὸν ἐμὲ τουτονί. ἀλλ᾽ εἰ καὶ ταῦτα παράλογον ἔχει τὴν σύνταξιν, ἀλλ᾽ οὖν γε τοῖς ὑποτακτικοῖς συντάσσονται, ἐγὼ ὃς ἔγραψα, ἐμὲ ὃν ἐτίμησας. τί οὖν οὐ μᾶλλον ἀπὸ τῶν ὑποτακτικῶν ἄρθρων σύναρθροι εἰρήσονται, ἤπερ ἐκ τῶν προτακτικῶν ἀσύναρθροι; καὶ ἀνάπαλιν ἡ ἐμός καὶ σός καὶ αἱ παραπλήσιοι, οὐ προσλαμβάνουσαι ὑποτακτικὰ ἄρθρα, ἀσύναρθροι εἰρήσονται· οὐ γὰρ συστατὸν τὸ λέγειν ἐμὸς ὃς ἔδρασεν, εἰ μὴ προσθείημεν τὸ δοῦλος, οὗ ἐστὶ τὸ ἄρθρον. ἀμέλει γοῦν καὶ οὕτω φαμέν, δοῦλος ὃς ἔδρασε. τί δ᾽ οὐχὶ μᾶλλον ἐκ τοῦ πρὸς τὸ δεύτερον πρόσωπον, λέγω δὲ τοῦ ἐμὸς εἶ, ἀσύναρθροι ῥηθήσονται, ἤπερ ἐκ τοῦ κατὰ τὸ τρίτον, τοῦ ὁ ἐμός ἐστι, σύναρθοι; 2.1,1.14 Ἐδείχθη ἄρα ὡς ἡ ἐπ᾽ αὐταῖς κλῆσις διέψευσται, εἰς τὰ ἐναντία περιισταμένη. οὐκ οἶμαι δὲ ἄκαιρον γενήσεσθαι τὸ καὶ τὸν λόγον τῆς ἀσυνταξίας παραθέσθαι. Ἡ τῶν ἄρθρων σημασία ἀλλοτρία δείξεως καθέστηκεν, ἐπαγγέλλεται δὲ ἀναφοράν, ὅ ἐστιν ἀναπολούμενον πρόσωπον. ὀρθῶς οὖν τῶν πρωτοτύπων, δεῖξιν σημαινουσῶν, κατὰ πρόταξιν ἀμοιρεῖ, καθ᾽ ὑπόταξιν δὲ οὐκέτι, ἐγὼ ὃς ἐποίησα· ἀναπολεῖ γὰρ ἐπὶ τὴν ἐγώ προϋφεστῶσαν.
Ἔστι καὶ οὕτως εἰπεῖν. αἱ ἀντωνυμίαι τοῖς πύσμασιν ἀνθυπαγόμεναι γνῶσιν πρώτην ἐπαγγέλλονται (τίς ἔγραψεν; ἐγώ ἢ ὅδε), τὰ δὲ ἄρθρα δευτέραν γνῶσιν σημαίνει, ἄνθρωπος ἦλθεν, ὁ ἄνθρωπος ἦλθεν· πλοῖον ἦλθε, τὸ πλοῖον ἦλθε, τὸ καὶ πάλαι γινωσκόμενον. πῶς οὖν δυνατὸν τὸ ἄρθρον προτάσσεσθαι τῆς πρώτης δείξεως; ἀκωλύτως γὰρ ὑποταγήσεται, ἀναπολοῦντα ἐπὶ τὴν προκειμένην δεῖξιν, ἐμὲ ὃν ἐτίμησας. — Μαρτυροῦσι τῷ λόγῳ αἱ παραγωγοί. δεικνύουσαι μὲν γὰρ τὸ κτῆμα ἀπρόσληπτοί εἰσιν ἄρθρων, ἐμὸς εἶ, ἡμέτερος εἶ· ὑπὲρ δὲ ἀπόντος τοῦ κτήματος ἀναπολοῦσιν ἐπὶ τὴν προκειμένην γνῶσιν, ὁ ἐμός ἐστι φίλος, ὁ ἡμέτερός ἐστιν οἰκέτης. τούτῳ τῷ λόγῳ τὸ ὦ ἐπὶ κλητικῆς δείκνυται, ὡς οὐ τῆς ἐννοίας τῶν ἄρθρων ἔχεται.
Ῥητέον δὲ καὶ ὑπὲρ τῶν ὑποτακτικῶν, ὡς ταῖς κτητικαῖς οὐ συντάσσεται. Ἔφαμεν δὴ τὸ ἄρθρον παραλαμβανόμενον γνῶσιν προϊοῦσαν ἐπαγγέλλεσθαι, τὰ δὲ κτητικὰ ἐλλειπῆ ἐστὶ τοῦ ἐφ᾽ ὃ φέρεται ἡ κτῆσις προσώπου· τὸ γὰρ Ἀριστάρχειος καὶ ἐμός ἄγνωστα κατὰ τὴν κτῆσιν. πῶς οὖν τὸ γνῶσιν ἐπαγγελλόμενον ἐπὶ τὴν ἐλλειπῆ προσώπου δεῖξιν ἀνενεχθήσεται; Ἐπιστατέον δὲ κἀκείνῳ τῷ λόγῳ, εἰ ὅλως τῶν προτακτικῶν ἄρ2.1,1.15 θρων ἐπιδεκτικαί εἰσιν αἱ ἀντωνυμίαι, τουτέστιν ἐν τῷ ὁ ἐμός εἰ τὸ ὁ τῆς ἀντωνυμίας ἐστὶν ἢ τοῦ ὑπακουομένου κτήματος. (Τὸ δὴ ἐντὸς πρόσωπον νοούμενον, τουτέστι τὸ τοῦ κτήτορος, ἡ ἀντωνυμία ἐπαγγέλλεται, εἴγε τὴν τῶν πρώτων προσώπων μετάβασιν ὁρίζει· τὸ δὲ ἐκτός, τουτέστι τὸ κτῆμα, οὐκέτι. ἐμός γὰρ καὶ σός, καὶ ζητοῦμεν τίς; οἶκος ἢ δοῦλος ἢ ἵππος; ἀόριστον οὖν τὸ τοιοῦτον.) καὶ τοῦτο δῆλον ἐκ τοῦ τὰ ἄρθρα συνοικειοῦσθαι τοῖς κτήμασιν, εἴγε τὸ ἡμέτερος, πληθυνόμενον κατὰ τὸ ἐντός, ἑνικὸν ἄρθρον προσπαραλαμβάνει, ὅτι καὶ τὸ κτῆμα ἑνικόν, καὶ ἀνάπαλιν τὸ ἐμοί, ἑνικὸν ὂν κατὰ τὸν κτήτορα, πληθυντικὸν δὲ κατὰ τὸ κτῆμα, πληθυντικὸν ἄρθρον λαμβάνει· καὶ καθόλου ἐπὶ πάντων ταὐτὸν ἂν γένοιτο. — Πρὸς τούτοις τὸ ὁ ἐμὸς πατήρ μεταλαμβάνεται εἰς τὸ ὁ πατήρ μου· ὁμόλογος οὖν ἡ ἐπὶ τὸ κτῆμα ἀναφορὰ τοῦ ἄρθρου.
Διαψεύδεσθαι δέ φασι τὸν λόγον· εἶναι γὰρ ἴδιον ἄρθρον τῆς ἀντωνυμίας καὶ ἴδιον τοῦ κτήματος. τὸ γοῦν ὁ πατὴρ ὁ ἐμὸς φιλοσοφεῖ ἑκατέρῳ ἀπένειμε τὸ ἄρθρον, ὅπερ οὐκ ἂν παρηκολούθει, εἰ μὴ καὶ ἡ ἀντωνυμία εἶχε τὸ ἄρθρον. ἐπεὶ εἰ ταὐτὸν ἦν ὁ ἐμὸς πατήρ καὶ ὁ πατὴρ ὁ ἐμός, κἂν πάντως μετατιθέμενον τὸ αὐτὸ σημαινόμενον ἐφύλαττεν, ὅπερ οὐ φυλάσσει· ὁ πατὴρ γὰρ ὁ ἐμὸς τουτέστιν οὐκ ἄλλου, ἐν δὲ τῷ ἑτέρῳ οὐκ ἄλλος.
Οὐ πάνυ δὲ ἰσχυρὰ τὰ λεγόμενα. οὐ γάρ, ἐπεὶ μετατεθέντα τὰ ὀνόματα μετήλλαττε τὰ σημαινόμενα, εὐθέως καὶ οὐ τῶν ὀνομάτων τὰ ἄρθρα. ὁμολογούμενόν ἐστιν ἐν τῷ ὁ ἐχθὲς ἄνθρωπος, τοῦ ἐχθὲς ἀνθρώπου, ὁ νῦν ἄνθρωπος, τοῦ νῦν ἀνθρώπου, ὡς τὰ ἄρθρα τῶν ὀνομάτων καὶ οὐ τῶν χρονικῶν ἐπιρρημάτων, εἴγε καὶ συσχηματίζονται καὶ εἰς τοὺς ἀριθμοὺς καὶ τὰς πτώσεις. ἀλλὰ ταῦτα μετατεθέντα διακρούεται τὸ σημαινόμενον· τὸ γὰρ χθὲς ὁ ἄνθρωπος ἢ νῦν ὁ Πτολεμαῖος καὶ τὰ παραπλήσια οὐκέτι πλῆθος ἐπαγγέλλονται, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτόν, καιροῦ μόνον μεταβολὴν ἀναδεξάμενον. τί οὖν τὸ παράδοξον, εἰ καὶ τὸ ὁ ἐμὸς πατήρ διαφέρει τοῦ ὁ πατὴρ ὁ ἐμός; 2.1,1.16 Ἀλλὰ καὶ τὰ δύο ἄρθρα ὡμολόγησεν, ὅτι καὶ τῆς ἀντωνυμίας ἐστὶ τὸ ἄρθρον. Καὶ τοῦτο εὐαπόλυτον, εἴγε ἀπειράκις κατὰ μιᾶς εὐθείας δύο ἄρθρα παραλαμβάνεται. φαμὲν γοῦν ὁ δοῦλος ὁ τοῦ Ἀριστάρχου, ὁ παῖς ὁ τοῦ βασιλέως, καὶ δῆλον ὡς [κατὰ] τῆς εὐθείας τὰ δύο ἄρθρα· ἡ γὰρ γενικὴ ἀπέλαβε τὸ ἴδιον. ἦν δὲ τὸ μὲν κατ᾽ ἀρχὴν ἀναφορὰν δηλοῦν, τὸ δὲ ἑξῆς ὡς οὐχ ὁ ἄλλου. — ἀμέλει γέ τοι ἔστι, μεταλαμβάνοντα ἐπὶ τρίτου προσώπου γενικὴν πτῶσιν, φάναι ὁ πατὴρ ὁ ἐκείνου, ὁ φίλος ὁ τούτου, τοῦ ὁ πάλιν ἀναφερομένου ἐπὶ τὸ ὁ πατήρ. πόθεν γὰρ ἔτι ἐπὶ τὸ ἐκείνου καὶ τούτου, εἴγε καὶ ἀσύναρθροι καὶ κατὰ γενικῆς πτώσεως; — πρὸς τούτοις ἐδείχθη, ὡς τὰ ἄρθρα ἀποφεύγει τὰς δείξεις. πῶς οὖν ἐν τῷ ἐντὸς προσώπῳ, δεικτικῷ ὄντι, ὅπερ ἐστίν, ὡς προείρηται, ἡ ἀντωνυμία, ἄρθρον ἔτι προσελεύσεται, ὅτε οὐδὲ τῷ ἐκτὸς ὑπακουομένῳ, ὅτε ἐπὶ δείξεως λαμβάνεται, ἐμὸς εἶ φίλος, ἡμέτερος ὑπάρχεις οἰκέτης, Χρὴ ἄρα καλεῖν, καθάπερ καὶ ὁ Τρύφων, πρωτοτύπους τήν τε ἐγώ καὶ τὰς ὑπολοίπους, ὅτι οὐκ ἀπ᾽ ἄλλων· παραγωγοὺς δὲ καὶ κτητικὰς τὴν ἡμέτερος καὶ νωίτερος, ὅτι ἀπὸ τῶν πρωτοτύπων τὴν γένεσιν ἔχουσι, κτῆσίν τε δηλοῦσιν, ἀπὸ γενικῶν παραγόμεναι καὶ εἰς γενικὴν μεταλαμβανόμεναι, καθάπερ καὶ τὰ κτητικὰ τῶν ὀνομάτων.
Οὐχ ὑγιές τε λέγειν, ὅτι τὰ ἄρθρα οὐ προστίθεται ταῖς ἀντωνυμίαις, ὅτι ἐν τοῖς γένεσιν ἀδιάστολοί εἰσιν (ἐκ γὰρ τοῦ ἐναντίου ἐχρῆν, ἵνα διασταλῇ τὸ γένος, ταῖς τε τὸ γένος διαστελλούσαις ἔδει μὴ προστίθεσθαι)· ἀρκετὴ γὰρ ἡ δεῖξις, δηλοῦσα τὸ γένος. — πρὸς τούτοις ἰδοὺ γένος σημαίνει ἡ ἐκεῖνος καὶ οὗτος, καὶ ἄρθρον οὐκ ἐπιδέχονται. — οὐδὲ γὰρ ἕνεκα διαστολῆς παραλαμβάνεται, ἐπεὶ οὐδὲ αὐτὰ διαστέλλει, συνεμπεσόντα τοῖς γένεσι· τὸ γὰρ τῶν ἄρθρον τῶν τριῶν γενῶν ἐστι παραστατικόν, τό τε τοῦ ἀρρενικὸν καὶ οὐδέτερον. ὡς ἐδείχθη οὖν, ἀναφορικὰ ὄντα τὰς συντάξεις ἀποφεύγει. 2.1,1.17 Διπροσώπους τὰς κτητικὰς ὁ Δράκων ἐκάλει, καθὸ δύο πρόσωπα νοεῖται, τοῦ τε κτήτορος καὶ τοῦ ὑπακουομένου κτήματος· μονοπροσώπους δὲ ἢ ἁπλᾶς τὰς πρωτοτύπους· ἅπαξ γὰρ ἑνικαί τε δυϊκαί τε πληθυντικαί τε νοοῦνται, αἱ δὲ δὶς ἑνικαὶ ἐν τῷ ἐμός, δὶς δυϊκαὶ ἐν τῷ νωιτέρῳ, δὶς πληθυντικαὶ ἐν τῷ ἡμέτεροι. καὶ καθόλου ἐπὶ τῶν ἀριθμῶν ποικίλαι εἰσί. — Καὶ ἐν ἄλλοις δὲ ὁρῶνται διαφέρουσαι. αἱ πρωτότυποι καὶ ἐγκλίνονται, αἱ δὲ οὔ. ἀκολουθίας ἔχονται αἱ κτητικαὶ κατὰ κλίσιν καὶ ἀριθμὸν ἐν τοῖς τέλεσιν. αἱ δὲ πρωτότυποι οὐκέτι. αὐτοτελεῖς μετὰ ῥημάτων αἱ πρωτότυποι τῆς εὐθείας, ἐκεῖνος γράφει, ἔγραφον ἐγώ, αἱ δὲ οὔ καὶ ταῖς μὲν τοῦ αὐτοῦ προσώπου συνταχθήσεται ῥῆμα κατ᾽ εὐθεῖαν, σὺ γράφεις, ἐκεῖνος γράφει, ταῖς δὲ καὶ μεταβατικῶς, ἐμὸς γράφει, ἐμός ἐστι. καὶ αἱ μὲν τὸ γένος κατὰ πᾶν πρόσωπον δηλοῦσι τοῦ κτήματος, αἱ δὲ πρωτότυποι κατὰ πρῶτον καὶ δεύτερον γένους ἀπαρέμφατοι· αἱ γὰρ κατὰ τὸ τρίτον οὐκέτι, αἵ γε συνήθεις· αὐτός γὰρ καὶ ἐκεῖνος. καὶ αἱ μὲν ταῖς εὐθείαις ἀνθυπάγονται, αἱ δὲ κτητικαὶ [καὶ] ἀντὶ γενικῆς τῶν κτησαμένων· ἀντὶ γὰρ τοῦ Ἀπολλώνιος — ἐγώ, ἀντὶ δὲ τοῦ Ἀπολλωνίου παῖς — ἐμὸς παῖς.
Ὃν τρόπον ἐπὶ τῶν ἀριθμῶν ἡ μετὰ τὸν δυϊκὸν αὔξησις πληθυντικὴ καλεῖται, Αἴας γὰρ καὶ Αἴαντε καὶ Αἴαντες, καὶ μάχομαι καὶ μαχόμεθον καὶ μαχόμεθα, ἐγώ τε καὶ νῶι καὶ ἡμεῖς, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν προσώπων τὸ μετὰ τὸ δεύτερον τρίτον καλεῖται, κἂν ἐν πλείοσι νοῆται προσώποις· γράφει γὰρ καὶ περιπατεῖ. παρὸν δὲ καὶ ἐπὶ τῶν ἀριθμῶν πιστώσασθαι τὸν λόγον καὶ ἐκ τῆς φωνῆς, ὡς οὐκ ἄλλο τι ἐπενοήθη σχῆμα φωνῆς μετὰ τὸ δυϊκὸν ἢ μόνον τὸ 2.1,1.18 πληθυντικόν· τὸ γὰρ λέγουσιν οἱ ἄνθρωποι ἢ ἡμεῖς ἐπὶ παντὸς ἀριθμοῦ τάσσομεν. — ἐπὶ μέντοι τῶν ἀντωνυμιῶν κατὰ τρίτα καὶ πλείονες αἱ φωναὶ ἐσχηματίσθησαν, εἴγε ἐκεῖνος, ὅδε, οὗτος, αὐτός, ὁδί, ὁ δεῖνα. καὶ μήποτε εὐλόγως. εἰ γὰρ παρὰ τὰ ἄλλα μέρη τοῦ λόγου ἐν προσώποις ὥρισται, ὀρθῶς ἄρα καὶ ἡ ἐν τοῖς τρίτοις προσώποις διαφορὰ διήρθρωται, δείξει μὲν ὡς οὗτος, ἀπουσίᾳ δὲ ὡς αὐτός, καὶ ἔτι ἐν διαστήματι ὡς ἐκεῖνος· τὸ μὲν γὰρ οὗτος ἐγγύτητα σημαίνει προσώπου, τὸ δὲ ἐκεῖνος διάστημα. — ἀλλὰ μὴν καὶ τῶν κτητικῶν πλείονα τρίτα ἔστιν ἐπιδεῖξαι. ἐν γὰρ τῷ ἐμός ἐστι πρώτου πρὸς τρίτον, καὶ ἔτι ἐν τῷ σός ἐστι δευτέρου πρὸς τρίτον· καὶ σαφὲς ὡς ἐν τῷ ὅς δύο τρίτα, ἐξ ὧν τὸ κτῆμα κἂν μὴ ὁρίζηται, οὐ μάχεται· ἐδείκνυτο γὰρ ὡς οὐκ ἀντωνυμία· καὶ ἐπὶ πληθυντικῶν ἐν τῷ σφέτεροι πολλὰ τρίτα.
Ἡ μὲν ἐν τοῖς ὀνόμασι παραγωγὴ εἶδος καλεῖται· εἴδει γὰρ παραπλήσιόν τι παραδέχεται κατὰ τὴν ἑτεροίωσιν τοῦ τέλους, δι᾽ οὗ γνωρίζεται. ἡ δὲ ἐν τοῖς ῥήμασι καὶ ἀντωνυμίαις μετάβασις πρόσωπον· ἐπιτήδειον γὰρ τοῦτο δεῖξιν σωματικὴν καὶ ψυχικὴν διάθεσιν παραστῆσαι. ὀρθῶς οὖν ἡ διορίζουσα λέξις τὰ προκείμενα πρόσωπον ἐκλήθη.
Ὅπερ ῥητέον ἐν μὲν τῇ περὶ ἑαυτοῦ ἀποφάσει, πρῶτον, εἴγε καὶ ἡ ἐν τοῖς ἑξῆς προσώποις ἀπόφασις ἐξ αὐτοῦ γίνεται· ἐν δὲ τῇ πρὸς ὃν ὁ λόγος ὑπὲρ αὐτοῦ, δεύτερον· ἐν δὲ τῇ μήτε προσφωνούσῃ μήτε προσφωνουμένῃ, τρίτον. 2.1,1.19 Οὐ γὰρ ὑγιὲς τὸ λέγειν, ὅτι πρῶτον πρόσωπον τὸ ἀποφαινόμενον, καὶ ἔτι δεύτερον τὸ πρὸς ὃν ὁ λόγος, καὶ [τὸ] τρίτον τὸ περί τινος. — εἰ γὰρ τὸ πρῶτον πρόσωπον τὰς τρεῖς φωνὰς ἀποφαίνεται, ἐγώ, σύ, ἐκεῖνος, δῆλον ὡς καὶ πρῶτον τὸ λέγον εἰρήσεται, καὶ ἔτι [τὸ] δεύτερον καὶ [τὸ] τρίτον. — ἀλλὰ μὴν καὶ τὸ σύ πρὸς ὃν ὁ λόγος· τί δέ; οὐχὶ καὶ τὸ ἐκεῖνος λέγεται πρός τινα; — ὑπέρ τέ τινος πᾶν τι πρόσωπόν [τε] ἐστι· πῶς οὖν περί τινος μόνον τὸ τρίτον, κοινῆς οὔσης τῆς λέξεως κατὰ πάσης οὐσίας; Τὰ γοῦν πληθυντικὰ τοῦ πρώτου προσώπου ἐμπεριεκτικὰ δύναται εἶναι καὶ παντὸς προσώπου, ἅπερ τινά ἐστι. [πῶς οὖν μόνα τὰ τρίτα περί τινος;] Δεῖ γὰρ νοεῖν ὡς ἡ ἐν τοῖς ἑνικοῖς προσώποις ἐκφορὰ εἰλικρινῶς πρῶτον ἐπαγγέλλεται πρόσωπον, καὶ ἔτι ἡ ἐπὶ τοῦ δευτέρου δεύτερον· τὸ δὲ ἐπὶ δυϊκοῦ ἢ πληθυντικοῦ σύλληψιν ἀναδέχεται ἑτέρων προσώπων. καὶ τὸ μὲν πρῶτον ἢ μετὰ δευτέρων ἢ τρίτων, ἢ καὶ μετὰ δευτέρων καὶ τρίτων. ὁ γὰρ ἀποφαινόμενος περὶ ἑαυτοῦ καὶ πολιτῶν ἀπόντων, ἡμεῖς ἠριστεύσαμεν, σύλληψιν πεποίηται τρίτων μετὰ πρώτου· ὁ δὲ παρόντων, ἡμεῖς αἴτιοι ἐγενόμεθα, πρώτου καὶ δευτέρων, εἴγε πρὸς αὐτοὺς ἀποφαίνεται ὑπὲρ αὐτῶν. ὁ δὲ λέγων ὑπὲρ ἀπόντων πολιτῶν πρὸς πολίτας, ἡμεῖς τῆς μάχης αἴτιοί ἐσμεν, καὶ δευτέρων σύλληψιν ποιεῖται, ἐν ᾧ πρὸς αὐτοὺς ἀποφαίνεται, καὶ τρίτων, ἐν ᾧ ὑπὲρ ἀπόντων διαλέγεται, ὅπερ ἴδιον ἦν τρίτου. τὸ δὲ δεύτερον ἢ [καὶ] δευτέρων σύλληψιν ἢ δευτέρων καὶ τρίτων. πρὸς μὲν γὰρ πάντας παρόντας ἡ ἀπότασις δευτέρων σύλληψις, πρὸς δέ τινας μὲν ἀπόντας, τινὰς δὲ παρόντας, ὡς εἰ Ἀλέξανδρος πρὸς τοὺς Ἀθηναίων πρέσβεις, ὑμεῖς οἱ Ἀθηναῖοι, δευτέρων καὶ τρίτων. τὸ γὰρ τρίτον πάντοτε ἐν τρίτοις νοεῖται. 2.1,1.20 Ἔτι γε μὴν ἐπὶ δυϊκοῦ σύλληψις γενήσεται, ἀλλ᾽ οὐκέτι ἐν τρισὶ προσώποις, ἀλλ᾽ ἐν δυσί· πόθεν γὰρ τὸ δυάδος παραστατικὸν σύλληψιν τριῶν ποιήσεται; καὶ πρώτου μὲν πρὸς τρίτον,
νῶι δ᾽, ἐγὼ Σθένελός τε (Ι 48),πρὸς δὲ δεύτερον,
πρίν γ᾽ ἐπὶ νὼ τῷδ᾽ ἀνδρί (Ε 219)·καὶ ἐπὶ δευτέρου δευτέρων,
γυιώσειν μὲν σφῶιν ὑφ᾽ ἅρμασι (Θ 416),δευτέρου δὲ καὶ τρίτου,
σφῶι μὲν αὖθι (Μ 366).ἐξηγήσεται γὰρ αὐτὸς πρὸς παρόντα μὲν τὸν Αἴαντα, ἀπόντα δὲ τὸν Λυκομήδη,
σὺ καὶ κρατερὸς Λυκομήδης (Μ 366).
Χρὴ μέντοι κἀκεῖνο προσειληφέναι, ὅτι, κἂν πλῆθος ἀποφαίνηται, οὐ διαπίπτει πάντως ὁ λόγος. πάλιν γὰρ ἕκαστος τῶν φωνούντων σύλληψιν ποιεῖται τῶν σὺν αὑτῷ ἀποφαινομένων· ἕκαστος γὰρ τῶν ἐν πλήθει μοῖρα τοῦ ὅλου. αἱ γοῦν ἐπαφαὶ τῶν ὑπερμεγέθων σωμάτων ἀπὸ βραχέος τινὸς μέρους τὸ ὅλον σῶμα δηλοῦσιν.
Ὁ δὲ λόγος ἅπας συντείνει καὶ ἐπὶ τὰ ῥήματα, τῶν προστακτικῶν εὐλόγως ὑπεσταλμένων. εἰ γὰρ κεχώρισται τὸ προστάσσον τοῦ προστασσομένου, πρῶτον δέ ἐστι τὸ ὑπὲρ αὑτοῦ ἀποφαινόμενον, δῆλον ὅτι περισσὸν ζητεῖν τὸ τούτων πρῶτον πρόσωπον. δεῖ μέντοι νοεῖν, ὅτι τὸ
χαζώμεθ᾽ ἐφ᾽ ἵππων (Ε 249),τό τ᾽
ἄνδρας κτείνωμεν (Ζ 70),καὶ τὰ παραπλήσια ἠθικώτερον ἀναπεφώνηται, τῶν ὑποτιθεμένων καὶ 2.1,1.21 ἑαυτοὺς συλλαμβανόντων· οὐ γὰρ ἄντικρυς προστακτικαὶ αἱ τοιαῦται ἐκφοραί.
Ἐχομένως σκεπτέον καὶ περὶ τῶν κατὰ κλητικὴν προσώπων, τίνα τέ ἐστιν ἐν πρωτοτύποις, τίνα τε ἐν κτητικαῖς. Εἰ κλητική ἐστι κλῆσις τῶν πέλας, ὀρθῶς οὔτε τὰ πρῶτα κλητικὴν ἔχει τῶν πρωτοτύπων (καὶ γὰρ περὶ αὑτῶν τὸν λόγον ποιεῖται) οὔτε τὰ τρίτα, ἐπεὶ ἢ ἄπεστιν ἀναφορικῶς λεγόμενα, ὡς αὐτός καὶ ἐκεῖνος,
κεῖνος ἀνήρ, ὅτ᾽ ἐμεῖο κυνώπιδος εἵνεκ᾽ Ἀχαιοί (δ 145),ἢ δείκνυται ἐν διαστάσει, ὡς ἐν τῷ [οὗτος] ἐκεῖνος. ὅπερ οὐ προσίεται ἡ κλητική. καὶ τούτου πίστις τὸ τὴν μὲν οὗτος καὶ ἐπὶ κλήσεως τάσσεσθαι, καθὸ πλησιάζει. ὦ οὗτος, ἦ οἰῇ στρατείαν ἐσσείσθαι; Σώφρων (fr. 23 Ahrens). Κρατῖνος ἐν Δραπέτισιν (com. gr. II p. 51 Mein.)· οὗτος, καθεύδεις; Β. οὐκ ἀναστήσεις βοῶν·
Ἀριστοφάνης ἐν Σφηξίν (v. 1)·οὗτος, τί πάσχεις; ὦ κακόδαιμον Ξανθία.
Ἄλλοι δέ τινες ὑπέλαβον ὠλιγωρῆσθαι, ἐπεὶ ἐπὶ κλητικῆς ἐτέθη. δέον γάρ, φασι, τὴν σύ παρειλῆφθαι· ἐχρῆν τε εἰς ε λήγειν, καθὸ τὰ τοιάδε τῶν πτωτικῶν εἰς ε λήγει κατὰ τὴν κλητικήν· ἔτι γε μὴν τὸ παρὰ Σώφρονι καὶ ἄρθρον προσέλαβεν ἐν τῷ ὦ οὗτος. Πάνυ δὲ εὔηθες τὸ τοιοῦτον. δι᾽ οὗ γὰρ λόγου κανονίζεται τὸ ἐκεῖνος καὶ ἔτι τὸ πόσος καὶ ποῖος ἀμοιρεῖν κλητικῆς, διὰ τούτου κατασκευάζεται ὡς τὸ οὗτος ὀρθῶς ἐπὶ κλητικῆς τετάξεται. κλητικὴ γὰρ κλῆσις τοῦ πέλας, πέλας δέ ἐστι τὸ οὗτος, κλητικῆς ἄρα τεύξεται. — προαλὲς δὲ καὶ τὸ ὦ ἄρθρον παραδέχεσθαι· ἐκπίπτει γὰρ τῆς τῶν ἄρθρων ἐννοίας. ἄλλως τε διδομένης τῆς κλητικῆς δοθήσεται καὶ τὸ ὦ. — ἴσως δὲ καὶ Ἀττικῷ ἔθει εἰς ος ἔληξεν ἐπὶ κλητικῆς ὁμοίως τῷ
δὸς φίλος (ρ 415).ἄλλως τε ἐδείχθησαν πολλάκις ἀνακόλουθοι αἱ ἀντωνυμίαι.
Ἐπί γε μὴν τῶν κτητικῶν ἀκωλύτως ἐπὶ τοῦ πρώτου· οὐδὲν γὰρ ἦν ἐμποδών, ὥστε τὸν κεκτημένον τὸ κτῆμα προσφωνεῖν,
2.1,1.22 ὦ πάτερ ἡμέτερε Κρονίδη (α 45),
παῖδες ἐμοί (γ 475),ὦ ᾽μαὶ τἀπιόντος ἄγκυραι (Callimachi fr. 97 Schneider)· οὐκέτι μέντοι ἐπὶ δευτέρου, οὐ καθάπερ τινὲς ᾠήθησαν διὰ τὸ τὸν ἀριθμὸν διάφορον εἶναι. ἑνικὸν μὲν γὰρ τὸ κατὰ τὸ τέλος, τουτέστι τὸ κτῆμα, πληθυντικὸν δὲ τὸ κατὰ τὸ ἄρχον, ὅ ἐστι τοῦ κτήτορος. πῶς γάρ φασι πληθυντικὸν καὶ ἑνικὸν ὑφ᾽ ἓν κεκλήσεται; εἰ γοῦν ἰσάριθμα γένοιτο κατ᾽ ἀμφότερα, συστήσεται.
Πρῶτον οὐδεμία χρῆσις· ἔπειτα οὐδὲ λόγος ἀπαιτεῖ. εἰ γὰρ αἱ κλήσεις οὐ πρὸς κεχωρισμένα πρόσωπα, τὰ δὲ τῶν κτητόρων κεχώρισται τῶν κτημάτων, πῶς οὐχὶ μάτην τὰ τῆς φωνῆς παραληφθήσεται, οὐ δυνάμενα παραληφθῆναι; ἀμέλει τὰ τοῦ πρώτου, ἀναδεξάμενα τὸν λόγον, καὶ τὴν χρῆσιν ἐπέδειξεν.
Εἰ τὰ τρίτα τῶν κτητικῶν ἀντωνυμιῶν ᾠκείωται τοῖς κτητικοῖς ὀνόμασι, καθὸ ἀμφότερα δύο τρίτων παραστατικά, τοῦ τε κτήτορος καὶ τοῦ κτήματος, οὐδὲν δὲ τὸ κωλῦον φάναι Ἀριστάρχειε, οὐδὲ τὸ σφέτερε ἄρα ἀπόβλητον.
Εἰ τὸ ἡμέτερε κλητικῆς, καὶ τὸ τούτου ἑνικὸν ὑπάρχει, ὅπερ καὶ ἐσχηματίσθη παρὰ τῷ ποιητῇ,
γαμβρὸς ἐμὸς θύγατέρ τε (τ 406)·ὃν τρόπον ἀντὶ τοῦ γαμβρέ, οὕτως [ἂν] ἀντὶ τοῦ ἐμέ. ὅπερ ἴσως ἄηθες, ἐπεὶ οὔτε σύνηθες παρὰ τῷ ποιητῇ, σολοικισμοῦ τε ὑπόφασιν ἐποιεῖτο διὰ τὸ τῇ ἐμέ αἰτιατικῇ ὁμοφωνεῖν.
Ἀκολούθως σκεπτέον ὑπὲρ τῆς συντάξεως τῶν ἀντωνυμιῶν, τὸ πρῶτον πότε ταῖς εὐθείαις αὐτῶν τὰ ῥήματα συνταγήσεται, καὶ πότε 2.1,1.23 οὔ. — ταῖς μὲν γὰρ πλαγίοις πάντοτε, ἐπεὶ αἱ ἀπὸ τῶν ῥημάτων διαθέσεις ἐπί τινα πλάγιον φέρονται ἢ ὀνόματος ἢ ἀντωνυμίας ἢ μετοχῆς, Τρύφωνι ἔδωκας, ἐμοὶ ἐλάλησας, ἐτίμησας τὸν νικήσαντα· τῆς γὰρ τοιαύτης συντάξεως οὐκ οὔσης, οὐδ᾽ ἡ ἐπὶ πρόσωπον μετάβασις νοεῖται.
Τινὲς μὲν οὖν ὑπέλαβον ἐντελεστέραν εἶναι τὴν μετὰ ῥημάτων καὶ ἀντωνυμιῶν φράσιν, εἴγε ἐπ᾽ ἐνίων συντάξεων, ὑφαιρουμένων τῶν ἀντωνυμιῶν, ἐνδεῆ τὰ τοῦ λόγου γίνεται. ἐντελὲς μὲν γὰρ τὸ ἐγὼ μὲν παρεγενόμην, σὺ δ᾽ οὐ παρέτυχες, ἐλλειπὲς δὲ τὸ παρεγενόμην μέν, οὐ παρέτυχες δέ. — Ἐγὼ δὲ οὐκ οἶμαι τὰς τοιαύτας φράσεις ἐλλιπεῖς εἶναι τῶν ἀντωνυμιῶν, ὅπου διὰ ῥημάτων κατὰ τὸ πρῶτον πρόσωπον καὶ δεύτερον ἡ τῶν ῥημάτων παράθεσις ἀναπληροῖ τὴν τῶν προσώπων μετάβασιν, περισσὸν μέντοι τὴν παράθεσιν ὑπολαμβάνω, εἰ μὴ διαστολῆς ὁ λόγος χρῄζοι. τὸ γὰρ
ᾔομεν ἀχνύμενοι (κ 570)καὶ τὸ
ἤμβροτες οὐδ᾽ ἔτυχες (Ε 287)καὶ σχεδὸν ὅλη ἡ χρῆσις τοῦ βίου, πλήρης οὖσα τῆς τοιαύτης συντάξεως, δόξειεν ἂν ἐλλείπειν. πέφυκε γὰρ ἡ μὲν τῶν ῥημάτων ἐκφορὰ μετὰ προσώπου τοῦ κατὰ τὴν εὐθεῖαν καὶ πρᾶγμα δηλοῦν, ἡ δὲ τῶν ἀντωνυμιῶν αὐτὸ μόνον πρόσωπον καί, εἰ δέοι, διαστολήν. ὅταν οὖν τὰ ῥήματα παρατεθῇ, περισσόν ἐστι τὰς ἀντωνυμίας λαμβάνειν τῆς εὐθείας, εἴγε, δι᾽ ὃ παρετίθεντο, ἐπληροῦτο διὰ τῶν ῥημάτων. τοῦ μέντοι λόγου δεομένου ἀντιδιαστολῆς, καὶ τῶν ῥημάτων μὴ δυναμένων ἔτι τοῦτο ἀναπληρῶσαι, ἐξ ἀνάγκης παραλαμβάνονται αἵ τε κατὰ τὸ πρῶτον καὶ αἱ κατὰ τὸ δεύτερον, ἡμεῖς κατέβημεν, ἐγὼ ἐθεασάμην, καὶ ἐπὶ τῶν ὀνομάτων. τούτῳ δὲ τῷ λόγῳ κἀκεῖνο ἀσύστατον καθειστήκει· αἰρομένων γὰρ τῶν ἀντωνυμιῶν διαστολῆς εἶχε χρείαν ἡ συμπλοκὴ τῆς φράσεως, ἐγὼ μὲν παρεγενόμην, σὺ δὲ οὐ παρέτυχες. 2.1,1.24 Ἐπὶ τρίτου οὐ συντείνει τὰ τοῦ λόγου. πάντοτε γὰρ δεῖ τῷ τρίτῳ τὴν ἀντωνυμίαν ἢ τὸ ὄνομα ἐπιφέρεσθαι, δι᾽ οὗ τὸ λειπόμενον ἀναπληρωθήσεται. γράφει γάρ· τίς ἐπιζητοῦμεν, καὶ ἐν διαστήματι ἐκεῖνος, ἐν δὲ ἐγγύτητι οὗτος, ἢ ἐν ἀναφορᾷ αὐτός, ἢ ἐν ὀνόματι περιπατεῖ Σωκράτης. οὐκ ἀντίκειται τὸ ὕει ἢ βροντᾷ ἢ ἀστράπτει, αὐτοτελῆ ὄντα· ὑπακούεται γὰρ πάντως ὁ Ζεύς, εἴγε αὐτοῦ ταῦτα ἴδια.
Χρὴ δὲ γινώσκειν, ὅτι ἐπὶ τῶν τοιούτων φράσεων λείπουσιν αἱ ἀντωνυμίαι,
αὐτὸς ἑκών οἱ δῶκα (δ 649),
αὐτὸς νῦν ἴδε πῶμα (θ 443).εἰ γὰρ ἡ αὐτός ταῖς ἀντιδιαστελλομέναις συντάσσεται, τὰ δὲ ῥήματα οὐ διασταλτικά, ἀπόλυτα δὲ πρόσωπα σημαίνει, πῶς οὐχὶ ἐξ ἀνάγκης τὸ τῆς ἀντωνυμίας πρόσωπον ἐνδεῖ, ἐν ᾧ ἦν ἀντιδιασταλτικὴ ἐκφορά; Διδασκόμεθα δὴ ἐντεῦθεν ὡς φυσικῷ τινι λόγῳ αἱ ἐγκλιτικαὶ τῆς εὐθείας ἐσιγήθησαν, πάσης φράσεως μεταβατικὸν ἐν προσώποις ἐχούσης τὸ ῥῆμα, ὅπερ ἦν δυνάμει ἐγκλινομένη ἀντωνυμία. — Πρός γε μὴν τοῖς εἰρημένοις, οὐδ᾽ αἱ ἀνθυποφερόμεναι τοῖς πύσμασιν ἐκτός εἰσιν ἀντιδιαστολῆς. εἰ γὰρ ὧδέ τις ἀποφαίνοιτο, τίς ἔγραψε, τίς διετάξατο, φαμὲν ἐγώ, ἐξαιροῦντες τῆς κατὰ τὸ πύσμα ἀορίστου προφορᾶς τὸ δεδρακὸς πρόσωπον.
Ὡς μὲν οὖν τὸ ῥῆμα τὰς ἐγκλιτικὰς τῆς εὐθείας παρωθεῖται, εἴρηται· νῦν δὲ ῥητέον ὡς καὶ αὐταὶ τὰ ὀνόματα ἀποθλίβουσιν ἀντ᾽ αὐτῶν παραλαμβανόμεναι. τὰς μὲν οὖν ἄλλας πτώσεις ἐν προσώποις τρίτοις νοεῖσθαι, μόνην δὲ τὴν κλητικὴν ἐν δευτέρῳ, ὡς ἐν τῷ ὦ σὺ Ἀρίσταρχε. ὃ οὖν ὑπὲρ ἑαυτοῦ ἀποφαινόμενος ἢ πρός τινα ἀπερειδόμενος τὸν λόγον ὑπὲρ αὐτοῦ τοῦ προσφωνουμένου ἠδυνάτει προσχρῆ2.1,1.25 σθαι τοῖς ὀνόμασιν, ὡς προείρηται, ἐπεὶ ἐν τρίτοις προσώποις ἐνοεῖτο, χωρὶς εἰ μὴ τὰ τῆς ὑπάρξεως ῥήματα συντάττοιτο· (τηνικαῦτα γὰρ ἐπὶ πρώτου καὶ δευτέρου τὰ ὀνόματα ἐτάσσετο. καὶ μάλα εὐλόγως· οὐ γὰρ ἔτι ἡ ἀντωνυμία τὸ ἰδίᾳ τινὶ παρηκολουθηκὸς ἠδύνατο παραστῆσαι. φαμὲν γὰρ οὖν Ἀρίσταρχος λέγομαι, μακρὸς ὑπάρχω). ἀναγκαίως οὖν αὗται παραλαμβάνονται κατὰ πρῶτον καὶ δεύτερον, κοινὴν προσώπων μετάβασιν δηλοῦσαι. ἐπὶ γὰρ τῶν τρίτων οὐκ ἐξ ἀνάγκης παραληφθήσονται· δυνατὸν γὰρ προσχρῆσθαι καὶ τοῖς ὀνόμασιν, ἐγὼ καὶ σὺ καὶ Ἀριστοφάνης, χωρὶς εἰ μὴ δείξεως δέοιτο ὁ λόγος, καθάπερ ἐπὶ τοῦ
οὗτος δ᾽ Αἴας ἐστὶ πελώριος (Γ 229)·οὐ γὰρ μόνον τῷ τὴν ποιότητα παριστάντι ἠρκέσθη, ἀλλὰ καὶ δεῖξιν ἐπιζητοῦντος τοῦ λόγου ἐπηνέγκατο τὸ ἀντωνυμικόν. ἄλλως τε ἡ γνῶσις τῶν κυρίων ὀνομάτων οὐ δῆλος ἅπασιν· ὅθεν ἐπὶ τὴν κοινῶς λαμβανομένην ἐπὶ παντὸς ἀντωνυμίαν καταδρομὴ γίνεται· οὐσίας γὰρ αὕτη μόνον παραστατική. διὸ καὶ ὁ Νέστωρ, οὐσίας μόνον ἀντιληπτικὸς γενόμενος, οὐκέτι δὲ καὶ τῆς παρακολουθούσης ποιότητος διὰ τὴν ἀδηλίαν τοῦ καταστήματος, ὁρίζει μὲν τὸ ὑποκείμενον πρόσωπον, ἀνακρίνει δὲ τὸ ποιόν,
τίς δ᾽ οὗτος κατὰ νῆας (Κ 82)·ὁ δὲ τὸ ἴδιον δηλοῖ,
γνώσεαι Ἀτρείδην (Κ 88).
Ὡς μὲν οὖν καὶ ἐπὶ τρίτων πολλάκις παραλαμβάνονται ἀντ᾽ ὀνόματος, ἐδείχθη. Ἴσως τις ὡς μαχόμενα ταῦτα παραλήψεται
δεῦρ᾽ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ (Η 75),καὶ τὸ οὐκ ἄν μ᾽ ἐρύσαιτ᾽ ἐξ οὐρανόθεν πεδίον δέ
Ζῆν᾽ ὕπατον μήστωρα (Θ 21)·ἰδοὺ γὰρ ὑπὲρ ἑαυτῶν λέγοντες ὀνόματι προσχρῶνται, τοῦ λέγεσθαι ἢ ὑπάρχειν μὴ συντεταγμένων. Ἀλλ᾽ οὐ τὰ ἐν σχήματι λαμβανόμενα, καὶ ταῦτα ὀλιγάκις, κανὼν τῶν πλείστων. ἄλλως τε ἔμφασιν ὑπεροχῆς τὰ τοιαῦτα σημαίνει. καὶ τὸ ἐπὶ Κύκλωπος δὲ λεγόμενον ἐπὶ τρίτου ἂν ἠκούετο,
Οὖτιν ἐγὼ πύματον ἔδομαι (ι 369),2.1,1.26 εἰ μὴ ἀνθυπαλλαγῇ τῆς ἀντωνυμίας εἰς δεύτερον αὐτὸ ἐπέστρεψε,
τὸ δέ τοι ξεινήιον ἔσται (ι 370).ὅμοιον γὰρ καὶ τὸ ἐπὶ Τηλεμάχου, ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ,
ὃς λαὸν ἤγειρα (β 40. 41)·πάλιν γὰρ πρώτου διὰ τὸ ἤγειρα. οὐκ ἄλογον δὲ τὸ τὴν τῶν ὀνομάτων ἐκφορὰν ἐν τρίτοις νοεῖσθαι, ἐπεὶ αἱ ἴδιαι θέσεις τῶν ὀνομάτων οὐ τὸν πρός τινα λόγον ἔχουσιν, ἀλλὰ τὸν περί τινος.
Αἱ ἀντωνυμίαι οὔτε ἀντὶ τῶν προσηγορικῶν ὀνομάτων, οὔτε ἀντὶ ἐπιθετικῶν, εἴγε αἱ μὲν ὁρίζουσιν ἕν τι, τὸ δὲ προσηγορικὸν διήκει κατὰ πλειόνων, ἄνθρωπος, ἵππος. τὸ δὲ ἐγώ εἰμι ὁ ταῦτα δρῶν ἀντὶ ὀνόματος κυρίου τοῦ Τρύφων ἢ Δίων. ἀλλὰ μὴν τἀπιθετικὰ ἢ πηλικότητα ἢ ποσότητα ἢ διάθεσιν ψυχῆς δηλοῖ ἤ τι τοιοῦτον· αἱ δὲ ἀντωνυμίαι οὐδενὸς τούτων παραστατικαί, μόνον δὲ οὐσίας. ἀμέλει τὸ λευκός ἐστιν ἢ μέλας ἢ ἀγαθός εἰς ἀντωνυμίαν οὐ μεταλαμβάνεται, τοῖς δὲ κυρίοις τὰ ἐπιθετικὰ συναρτᾶται, μακρός ἐστι Τρύφων, λευκός ἐστι Δίων· φαμὲν δὲ ἐγὼ λευκός εἰμι, ἀγαθὸς εἶ σύ· καὶ κατὰ τοῦτο οὖν ἀντὶ κυρίων δείκνυνται παραλαμβανόμεναι. Ἔτι καὶ τὸ ἵππος με ἐλάκτισε, μεταλαμβανόμενον εἰς τὸ οὗτός με ἐλάκτισεν, οὐκέτι κοινότητα τοῦ ἵππου ἐπαγγέλλεται, τὸν δὲ ἰδίως νοούμενον.
Ἐπεὶ δὲ καί τινες τῶν λέξεων ἀμφιβάλλονται, πότερον ἀντωνυμίαι ἢ ὀνόματα, διά τινας ὁμοιότητας ἢ κοινὰς παρακολουθήσεις, καὶ περὶ τούτου λεκτέον, ἵνα τἀκριβὲς τοῦ λόγου προσγινόμενον τὸ δισταζόμενον κατὰ τάσδε τὰς λέξεις ἀποτρίψηται.
Τὰ γοῦν ἐγκλιτικὰ τῶν πτωτικῶν ἀντωνυμίας φασὶν εἶναι, τίμησόν με,
κόψε γάρ αὐτον (Μ 204),
οὐδέ τί μοι περίκειται (Ι 321)·2.1,1.27 διὰ τοῦτο τὸ τις, ἐγκλιτικὸν ὄν, ἀντωνυμία, ἦλθέ τις ἄνθρωπος. — τά τε εἰς ς λήγοντα ὀνόματα, μονοσύλλαβα ὄντα, ἐκτείνεται, Κρής, θής, παῖς, θίς, εἷς, τὰ δὲ τῶν ἀντωνυμιῶν συστέλλεται, σός, ὅς, σφός. — αἱ εἰς να λήγουσαι αἰτιατικαὶ εἰς ν λήγουσι κατὰ τὸν τοῦ οὐδετέρου παρασχηματισμόν, μέλανα μέλαν, τάλανα τάλαν, τέρενα τέρεν, ἕνα ἕν. πῶς οὖν ἀπὸ τοῦ τινὰ οὐχὶ τίν, ἀλλὰ τί; τὸ δ᾽ ἀνακόλουθον ἐν ἀντωνυμίαις· τοιοῦτον οὖν καὶ τὸ προκείμενον. — καὶ ἐκ τοῦ παρὰ Δωριεῦσι μὴ περισπᾶσθαι, καθὸ παιδῶν, παντῶν, Τρωῶν. — οὐσίαν σημαίνουσιν αἱ ἀντωνυμίαι, τὰ δὲ ὀνόματα οὐσίαν μετὰ ποιότητος· τὸ οὖν τίς, οὐσίας ὂν μόνον παραστατικόν, ἀντωνυμία. — ἔτι ἀνταποδίδοται τῷ ποῦ τὸ ἐκεῖ, καὶ γίνεται ἓν μέρος λόγου, τῷ τε πότε τὸ ὅτε· καὶ τῷ τίς οὖν τὸ ἐγώ· ταὐτὸν ἄρα.
Ἐγὼ δ᾽ οἶμαι πᾶσαν λέξιν μᾶλλον ἀντωνυμίαν παραδεχθῆναι ἤπερ τὸ τίς καὶ τὰ τῆς τοιαύτης σημασίας ὀνόματα, λέγω δὲ τὸ ποῖος, πόσος. τὸ γὰρ ἐναντιώτατον ταῖς ἀντωνυμίαις, ἀόριστά ἐστιν, αὐτῆς ὁριζούσης πρόσωπα. εἴτε γὰρ πυσματικῶς, εἴτε ἀποφαντικῶς λαμβάνοιτο, σαφὲσ᾽ ὅτι ἀόριστα. ὁ γὰρ πυνθανόμενος, ἐν ᾧ πυνθάνεται, ἀγνοεῖ, τὸ δ᾽ ἀγνοούμενον οὐχ ὁριστόν· ὁ δὲ λέγων ἀποφαντικῶς ἦλθέ τις οὐκ ἐπί τινα γνωριζόμενον ἀπερείδεται. πῶς οὖν οὐ παρέλκουσα ἡ ζήτησις; Ἀλλὰ τὸ τίς, ἀποφαντικὸν ὄν, ἐγκλίνεται. Ἀλλ᾽ οὐδεμία ἀντωνυμία, εὐθείας οὖσα, ἐγκλίνεται, τὸ δὲ τίς εὐθείας· πῶς οὖν ἀντωνυμία; ἄλλως τε οὐκ ἴδιον ἀντωνυμίας ἔγκλισις, ἀλλὰ καὶ ῥημάτων, ὡς τὸ ἐστίν, εἰσίν, καὶ συνδέσμων, ὁ πέρ, ὁ τέ, καὶ ἐπιρρημάτων, ὡς τὸ ποτέ, πῶς. οὐκ ἐπεὶ οὖν ἐγκλίνεται τὸ τίς, ἀντωνυμία. — Πῶς οὖν οὐ τείνεται μονοσυλλαβοῦν ὡς τὰ ὀνόματα; Τοῦτο φωνῆς κατηγόρημα, οὐ τοῦ νοουμένου ἀπὸ τῆς φωνῆς. ἡ αὐχένος παράλογός ἐστιν, ἀλλ᾽ ὄνομα· τὸ πέποσχα ἡμάρτηται, ἀλλὰ ῥῆμα. ἴσως δὲ καὶ ἡ σύντομος τῆς πεύσεως ἀνάκρισις τὸ μακρὸν ι παρῃτήσατο. — Εἰς ι δὲ λήγει τὸ οὐδέτερον, καθότι τὰ συστελλόμενα τῶν διχρόνων ἀποβολῇ τοῦ ς τὸ οὐδέτερον ποιοῦσι, ταχύς ταχύ, ἥμισυς ἥμισυ, μέγας 2.1,1.28 μέγα, εὔχαρις εὔχαρι· τοιοῦτον οὖν καὶ τὸ τί. — Αἱ ἀντωνυμίαι αἱ ὀρθοτονούμεναι καὶ ἐγκλινόμεναι ἐγκλινόμεναι αὐτὸ μόνον διακρίνουσι τὰ πρόσωπα, [καὶ] ὀρθοτονούμεναι διαστέλλουσι καὶ ἀντανακλῶνται· τῷ δὲ τίς οὐ ταὐτὸν παρηκολούθει. οὐ γὰρ ἕνεκα διαστολῆς τὸ τίς ὀξύνεται, ἀλλ᾽ ἕνεκα πεύσεως. — Τῷ τίς τὸ ἐγώ ἀνθυπάγεται, ἀλλὰ καὶ τὸ Ἀρίσταρχος, ἄλλα μυρία προσώπων δεικτικά. τὰ δὲ πύσματα κατὰ ποσότητος, ὡς τὸ πόσος, καὶ ποιότητος, ὡς τὸ ποῖος, καὶ πηλικότητος, ὡς τὸ πηλίκος, καὶ κατ᾽ οὐσίας, ὡς τὸ τίς. καὶ οὐ διὰ τοῦτο ἀντωνυμία.
Οὐκ ἔστιν εὔλογον κατατρέχοντας τῆς φωνῆς φάναι ὡς οὐδεμία ἀντωνυμία εἰς ις ἢ εἰς νος ἢ εἰς να λήγει, ἢ περισσοσυλλαβεῖ κατὰ γενικήν, ἐπεὶ ἕνεκά γε τούτου οὐδεμία ἀντωνυμία εἰς γω ἢ εἰς συ. καὶ σχεδὸν ἐπὶ πασῶν τὸ αὐτὸ ἦν, καὶ οὐ πάντως οὐκ ἀντωνυμίαι. — Εἰ δὲ χρή, ἐκεῖνο λεκτέον, ὡς αἱ γένους παραστατικαὶ καὶ ἀκοινώνητοι ὡς πρὸς τὰ θηλυκά, ἐκεῖνος ἐκείνη, αὐτός αὐτή· πῶς οὖν ὁ τίς καὶ ἡ τίς; — τὸ οὐδείς συντάσσεται γενικῇ ἀντωνυμίας, οὐδεὶς αὐτῶν, οὐδεὶς ἡμῶν· οὐκέτι τῷ τινῶν. — πρὸς τὴν πεῦσιν βαρύνεται τὸ τίνων, ἐπεὶ τὰ πύσματα πρὸς πάντων Ἑλλήνων βαρύνεται, ὑπὲρ μίαν συλλαβὴν ὄντα, ὑπεξαιρουμένου τοῦ ποδαπός διὰ τὸν τύπον. οὐ 2.1,1.29 πάντως οὖν οὐχὶ ὄνομα, ὅτι παρὰ Δωριεῦσιν οὐ περισπᾶται, καὶ ἐπεὶ τινά ὀξυτόνως φαμὲν ἐπὶ τῆς ἀποφάσεως, καίτοι μηδεμιᾶς αἰτιατικῆς εἰς α ληγούσης καὶ ὀξυτονουμένης. — Πῶς δὲ οὐχὶ κἀκεῖνο γέλοιον; ἡ γὰρ ἵ ἀντωνυμία προσέλαβέ, φασι, τὸ τ, καὶ ἐγένετο τί, τὰ δὲ τοιαῦτα τοῦ αὐτοῦ μέρους λόγου, οἷος τοῖος, ὡς τώς.
Πρῶτον μὲν οὐ τῆς αὐτῆς ἐννοίας· εἶτα ἔδει τὸ τί τῶν τριῶν γενῶν εἶναι παραστατικόν, ὥσπερ καὶ τὸ ἵ. ἢ εἴπερ τὸ τί οὐδέτερον μόνως, πῶς οὐχὶ καὶ τῷ τίς τὸ δίχα τοῦ τ παράκειται ἵς; τί δὲ τὰ μὲν ἀπὸ τοῦ τ κλίσιν καὶ ἀριθμὸν ἀνεδέξατο, τινός, τινῶν, τὰ δὲ ἀπὸ τοῦ ι οὐκέτι, τῶν τοιούτων κλινομένων; οἵου γὰρ καὶ τοίου.
Τὸ τηλικοῦτος καὶ τοιοῦτος τά τε τούτοις ὅμοια σύνθετα, ὥς τινες ὑπέλαβον. σκεπτέον οὖν καὶ τίνα ἂν μέρη λόγου εἴη, εἴπερ ἔγκειται τὸ οὗτος. Καὶ ὑπὲρ μὲν τῆς συνθέσεως τάδε τὰ κεφάλαια· ὁ τύπος τῆς φωνῆς, ἐν ᾧ τὰ ἐν διαλύσει φαμὲν τηλίκος οὗτος. — ἡ διὰ τοῦ ι ἐπέκτασις, τηλικουτοσί, τοιουτοσί, ὅπερ ἐπ᾽ ὀνομάτων οὐ συμβαίνει. — τὸ δεῖξιν ἀναδέχεσθαι· ἀφορῶντες γάρ φαμεν τηλικοῦτος καὶ τοιοῦτος, τούτου μὴ παρακολουθοῦντος ὀνόμασι. — τῶν τε οὐδετέρων ἡ εἰς ο κατάληξις, τηλικοῦτο· ὁμοίως γὰρ τῷ αὐτό καὶ τοῦτο καὶ ἐκεῖνο.
Ὑπὲρ δὲ τοῦ μὴ οὕτως ἔχειν τὰ τῆς συνθέσεως ῥητέον· πῶς τὸ τηλίκος καὶ ἔτι τὸ τηλικόσδε, ἀσύνθετα ὄντα, τὸ αὐτὸ σημαίνει τῷ τηλικοῦτος; πότε ἁπλοῦν συνθέτῳ ταὐτόν ἐστι; — δεύτερον, οὐχ ὑγιὲς τὸ λέγειν, ὅτι καὶ τὸ οὗτος ἔγκειται. τί γὰρ μᾶλλον ὄνομα ἐκ τοῦ κατ᾽ ἀρχὴν μέρους ἢ ἀντωνυμία ἐκ τοῦ κατὰ τὸ τέλος; ἐὰν γὰρ ἅπαξ 2.1,1.30 δοθῇ ἐγκεῖσθαι τὸ οὗτος, δέδοται καὶ ἀντωνυμίαν εἶναι τὸ τηλικοῦτος· τὰ γὰρ τέλη τῶν λέξεων ἐπικρατεῖ κατὰ τὰς συνθέσεις. ῥῆμα γοῦν τὸ δημαγωγῶ καὶ παιδαγωγῶ, καὶ ὄνομα τὸ εὐγενής, καὶ εἰ ἐξ ἐπιρρήματος σύγκειται· καὶ ἐπ᾽ ἄλλων μυρίων τὸ αὐτό. — ἄλλως τε καὶ ποίαν ἔτι ἔμφασιν ἔχει τὸ τημοῦτος τῆς οὗτος ἀντωνυμίας, ἢ τὸ τηνικαῦτα τοῦ αὐτά, ὅτε οὐδὲν πλέον τοῦ τηνίκα καὶ τῆμος σημαίνει; — πῶς δ᾽ οὐχὶ καὶ κοινά ἐστι κατὰ γένος καὶ προπαροξύνεται; τὰ γὰρ σύνθετα τοιαῦτα κατὰ γένος καὶ κατὰ τόνον, ὑποστελλομένων τῶν παραλόγων. ἀπὸ γοῦν τοῦ δοῦλος προπερισπωμένου τὸ σύνδουλος καὶ κοινὸν καὶ προπαροξυνόμενον· ἐχρῆν ἄρα καὶ παρὰ τὴν οὗτος τὸ τηλικοῦτος προπαροξύνεσθαι. — Ἀλλὰ δύο πρόσωπα δηλοῖ, τό τε δεικνύμενον καὶ ἐφ᾽ ὃ ἀναφέρεται ἡ δεῖξις, ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ σύνθετον καθειστήκει. Καὶ τοῦτο εὐαπόλυτον. ἰδοὺ γὰρ σύνθετοι λέξεις ἓν ἁπλοῦν δηλοῦσιν, ὡς ἡ Θεόφραστος, καὶ ἁπλαῖ λέξεις πλείονα πρόσωπα.
Ἑκτόρειος γὰρ ὁ τοῦ Ἕκτορος υἱός· καὶ ἔτι τὸ ἱππεύς μετὰ τοῦ ἵππου καὶ ἀνδρὸς καὶ τέχνην ἐπαγγέλλεται. καὶ ἄλλα πλείονα παραχθέντα ὑπόφασιν παρέχει συνθέσεως· τὸ μελιτηρόν τοῦ τηρεῖν, ὅπερ ὁμοίως παρῆκται τῷ καματηρόν καὶ αἱματηρόν· τὸ φαιδιμόεντες, ὅτι φαίδιμα ἔντη, ὅπερ ἦν κλίσις ἁπλοῦ τοῦ φαιδιμόεις. — Πῶς δ᾽ οὐχὶ καὶ ἡ δασεῖα τοῦ οὗτος ἐφυλάσσετο; τί δὲ οὐχὶ καὶ πρώτου καὶ δευτέρου ἀναλογούσας ἔχει, ἅπερ καὶ σύγκειται; καὶ γὰρ ἡ ἐμαυτοῦ καὶ σαυτοῦ. οὐσίαν μόνον σημαίνουσιν αἱ ἀντωνυμίαι, ταῦτα δὲ καὶ ποιότητα καὶ τηλικότητα, τηλικοῦτος καὶ τοιοῦτος. — Ἄλλως τε καὶ ὁμοιώσεως ὄντα [τὰ] ὀνόματα τῶν ὑποκειμένων ἐδόκει δεῖξιν παριστάνειν. Ὅπερ 2.1,1.31 ἄγαν ἐστὶ ληρῶδες. τὸ γὰρ δεικνύμενον δι᾽ ἀντωνυμίας οὐκ ἐπ᾽ ἄλλου συντείνει, αὐτὸ δὲ τὸ ὑποκείμενον καὶ κατὰ γένος καὶ κατὰ ἀριθμόν. ἀφορῶν γάρ τις εἰς λίμνην φήσει τηλικοῦτον εἶναι τὸν Νεῖλον. ἢ ἐπὶ πλήθους, τηλικοῦτοί μοί εἰσιν οἱ παῖδες ἀποβλέπων εἰς ἕν τι μέγεθος τῶν ὑποκειμένων, ὅπερ ἐπὶ παντὸς γένους δύναται παραλαμβάνεσθαι. — Ἀλλ᾽ εἰς ο λήγει τὸ οὐδέτερον. Τοῦτο ἴδιον τῆς παραγωγῆς. ἴσως δὲ καὶ εἰς ον λήγουσιν αἱ οὐδέτεραι ἐκφοραί. — Αἵ τε διὰ τοῦ ι ἐπεκτάσεις κατά τινος ὑποκειμένου καὶ ἀναφερομένου θέλουσι παραλαμβάνεσθαι· ἐκεινοσί γὰρ καὶ τουτοΐ. ὑπέκειτο δὲ ταῖς τοιαύταις φωναῖς τὸ ὁμοιωματικόν, ἐφ᾽ ὃ ἀναφέρεται τὸ τηλικοῦτος. — Ἀμέλει τὸ ἴσος μεταλαμβάνεται εἰς τὸ τηλικοῦτος, ὅπερ ὄνομα· ὀνόματα ἄρα καὶ τὰ προκείμενα.
Τῆς αὐτῆς ζητήσεως τυγχάνει τὸ ἡμεδαπός καὶ ὑμεδαπός, τοῦ δαπέδου ἢ ἐδάφους κατά τινας ἐγκειμένου. — Ἀλλ᾽ ἐβαρύνετο ἂν ὁμοίως τοῖς τὸ ο φυλάξασιν οὐδετέροις, ἄστεφος, εὔτειχος, δύσριγος, εἰ παρὰ τὸ ἔδαφος· εἰ δὲ παρὰ τὸ δάπεδον, ὁμοίως τῷ εὔτεκνος, εὔμετρος, εὐπρόσωπος. — ἀλλ᾽ εἰ καὶ τὰ τοῦ τόνου παραπεμπτέα, εἴγε καὶ τὰ παρὰ τὸ ἔργον συντιθέμενα ὀξύνεται, μουσουργός, ἐλεφαντουργός, ὑπουργός, τὰ τοῦ γένους ἀντέκειτο· κοινὰ γὰρ ἔδει εἶναι ὁμοίως τοῖς συνθέτοις. — πρὸς οἷς καὶ τὰ 2.1,1.32 τῆς γραφῆς ἀντέκειτο· ἐχρῆν γὰρ ἢ ἡμεδαπεδός διὰ τοῦ πεδ ἢ ἡμεδαφός διὰ τοῦ φ. — πρὸς τούτοις εἰς ἄπορον περιίσταται τὸ σχῆμα τῆς λέξεως· οὔτε γὰρ ὄνομα, ἐπεὶ πῶς πρώτου προσώπου καὶ δευτέρου δεικτικόν, ὅπερ ἐν ὀνόματι οὐ παρακολουθεῖ; οὔτε ἀντωνυμία, ἐπεὶ τὰ τέλη τῶν σχημάτων ἐπικρατεῖ, ὄνομα δὲ τὸ τέλος, ὄνομα ἄρα τὸ ἡμεδαπός. ἔτι οὐδεμία ἀντωνυμία μετ᾽ ἄλλου μέρους λόγου συντίθεται ἢ μόνη ἡ αὐτός. πληθυντικὴ δὲ οὐδεμία καθόλου· πῶς οὖν σύνθετον τὸ ἡμεδαπός; Εἰρήσεται μὲν οὖν ἐντελῶς ἐν τῷ περὶ συνθέτων ἡ αἰτία τῆς ἀσυνθεσίας, καὶ νῦν δὲ διὰ βραχέος ῥηθήσεται. τὰ ὀνόματα δείξεώς ἐστιν ἀπαρέμφατα, αἱ δὲ ἀντωνυμίαι δείξεώς εἰσι παραστατικαί, ἀλλὰ μὴν καὶ προσώπων [τε] ὡρισμένων, ἀπολύτων τε καὶ διασταλτικῶν. τά τε συντιθέμενα τῶν λέξεων τὸ ἴδιον σημαινόμενον φυλάσσει, ἐάνπερ μὴ συμβολικῶς λαμβάνηται, καθάπερ τὰ κύρια. ὀρθῶς ἄρα τὴν σύνθεσιν τῶν ἀντωνυμιῶν τὰ ὀνόματα παρῃτήσατο. — Ἐπεὶ κἀκ τῶν προκειμένων τὰ ὀνόματα μετελαμβάνετο, (τὸ παντοδαπός ἴσον τῷ παντοῖος, καὶ οὐδαμοῦ τὸ ἔδαφος,) δῆλον ὡς καὶ τὰ προκείμενα ἀσύνθετα. — Ἐλλειπῆ ὄντα τὰ πύσματα τοῦ ἐφ᾽ ἃ ποθεῖ, ἀσύνθετα καθέστηκεν· αἱ δὲ συνθέσεις αὐτοτελεῖς θέλουσιν εἶναι. πῶς οὖν τὸ ποδαπός σύνθετον; — Παράγονται αἱ ἀντωνυμίαι. ἰδοὺ γὰρ νωίτερος καὶ ἡμέτερος. ἀκωλύτως ἄρα καὶ ταῦτα παρήχθη, ὁμοίως τῷ τηλεδαπός καὶ παντοδαπός.
Ἀλλά, φασίν, εἰ δοθείη τὸ ἡμεδαπός παρῆχθαι, δοθήσεται καὶ τὸ ἄλλος ἀντωνυμία, ἐπεὶ τὸ ἀλλοδαπός τῷ ἡμεδαπός καὶ ὑμεδαπός, ἀν2.1,1.33 τωνυμικοῖς οὖσι, τρίτον καθεστὸς συμπαρήχθη· χρῆν γὰρ σφεδαπός. — Καὶ τοῦτο εὐαπόλυτον. πρῶτον ὡς οὐκ εἴ τι κατὰ τὸ τρίτον ἐπάγεται ταῖς ἀντωνυμίαις, τοῦτο ἀντωνυμία· ἰδοὺ γὰρ καὶ τὰ ὀνόματα. — ἔπειτα ἐξ ἀνάγκης τὸ ἀλλοδαπός ἐπιφέρεται, οὐ καθὸ ἀντωνυμία, καθὸ δὲ τῶν ὑποκειμένων προσώπων ἀναιρετικὸν ὑπάρχον εἰς ἀόριστον πρόσωπον μεθίστησιν· ἄλλος γάρ, οὐκ ἐγώ· ἄλλος, οὐ σύ· ἄλλος, οὐκ Ἀρίσταρχος. ἀναγκαίως οὖν τὸ ἡμεδαπός καὶ ὑμεδαπός, τοῦ ὁρισμοῦ στερούμενα, εἰς τὸ ἀλλοδαπός περιίστατο ἀόριστον, τοῦ σφεδαπός μὴ δυναμένου κατὰ τὸ τρίτον παραλαμβάνεσθαι, ἐπεὶ δυσέφικτον τὸ ὁρίσαι παντὸς ἀνθρώπου πόλιν· ἄπειρα δὲ τὰ τρίτα. στέρησις ἄρα ἦν πρώτου καὶ δευτέρου τὸ ἀλλοδαπός, ὥσπερ ἀρσενικοῦ καὶ θηλυκοῦ τὸ οὐδέτερον.
Ἀλλ᾽ οὐδὲ κλητικήν φασιν ἔχειν τὸ ἄλλος, καθότι αἱ ἀντωνυμίαι, ἐκεῖνος καὶ αὐτός. — Καὶ τοῦτο ληρῶδες. εἰ γὰρ ἡ κλητικὴ κλῆσις τοῦ πέλας, ὅπερ ἐστὶ δεύτερον πρόσωπον, πῶς οὐχὶ βίαιον τὸ ἀφανιστικὸν τῶν προσώπων ἐς δευτέρου προσώπου γένεσιν μεθίστασθαι; — Ἀλλὰ καὶ τὸ οὐδέτερον εἰς ο ἔληξε, καθότι τὸ αὐτό καὶ τὸ ἐκεῖνο ἀντωνυμίαι ὄντα. Τοῦτο ἁμάρτημα φωνῆς, ὅπερ κατωρθοῦτο ἐν τῷ συνθέτῳ, τὸ ὀφειλόμενον ν προσλαμβάνον· ἔξαλλον γὰρ καὶ περίαλλον. — Τὴν γενικὴν πληθυντικὴν περισπῶσι Δωριεῖς, ἐπεὶ καὶ τὰς τοιαύτας τῶν ἀντωνυμιῶν· τουτῶν γὰρ καὶ τηνῶν, οἷς ὅμοιον καὶ τὸ ἀλλῶν.
Ἀλλ᾽ οὐκ εἴ τι ἐν διαλέκτοις παρὰ τάσιν ὠλιγώρηται, τοῦτο καὶ τῆς ποιότητος τῆς λέξεως ἐστέρηται· ἴσως δὲ καὶ τὸ ἐλλειπὲς τῆς εὐθείας ἀνεπλήρωσαν Δωριεῖς, ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἑνικῆς περισπῶντες.
Ἡ ἀντωνυμία ὁρίζει πρόσωπα, τὸ δὲ καὶ τὰ ὁριζόμενα ἀόριστα 2.1,1.34 καθίστησιν, ἄλλος, οὐκ ἐγώ. — αἱ ἀντωνυμίαι ἀντ᾽ ὀνομάτων· Ἀρίσταρχος ἐξηγήσατο καὶ αὐτὸς ἐθαυμάσθη ἓν καὶ τὸ αὐτὸ πρόσωπον, ἀλλ᾽ οὐκέτι ἐν τῷ Ἀρίσταρχος ἐξηγήσατο καὶ ἄλλος ἐθαυμάσθη. — αἱ εἰς ος λήγουσαι ἀντωνυμίαι μονοπρόσωποι, ὀρθοτονούμεναι μόνως καὶ δεικτικαὶ οὖσαι, διὰ τοῦ ι ἐπεκτείνονται, χωρὶς τῆς αὐτός· αὕτη γὰρ ἀναφορικὴ οὖσα οὔτε ἐπεκτείνεται οὔτε μόνως ὀρθοτονεῖται· ἐκεινοσί γὰρ καὶ οὑτοσί δεικτικῶς, ἀναφορικῶς δὲ κατ᾽ ἔγκλισιν
κόψε γάρ αὐτον ἔχοντα (Μ 204).τὸ δ᾽ ἄλλος οὐδενὶ τῶν λόγων ὑποπίπτει. — ἡ αὐτός πάσῃ ἀντωνυμίᾳ ἐπιτάσσεται, ἐγὼ αὐτός, ἐκεῖνος αὐτός· οὐκέτι δὲ ἄλλος αὐτός. — αἱ σύνθετοι τῶν ἀντωνυμιῶν οὐ μεταβατικαί, ἐμαυτόν καὶ ἐμαυτῷ· τὸ δ᾽ ἐπ᾽ ἀλλήλους ἐν μεταβάσει προσώπων. — μετὰ προθέσεως οὐ συντίθενται ἀντωνυμίαι· διάλληλος δέ φαμεν. — αἱ γενικαὶ πληθυντικαὶ τῶν ἀντωνυμιῶν συντάσσονται μετὰ τοῦ οὐδείς χωρὶς ἄρθρου, τὰ δὲ ὀνόματα μετὰ ἄρθρου· οὐδεὶς τῶν ἄλλων παρεγένετο. — Παραιτητέον τὴν λοιπὴν ἐπιχείρησιν ὑπὲρ τοῦ τὸν λόγον μὴ ἐπὶ πλέον προάγειν, τῶν συνεκτικωτάτων κατειλημμένων.
Εἰ τὰ ἐν πρώτῳ προσώπῳ νοούμενα ἢ ἀντωνυμίαι εἰσὶν ἢ ῥήματα, σαφὲς ὅτι τὸ ὤμοι, πρώτου ὑπάρχον προσώπου, ἀντωνυμία ἂν γένοιτο καὶ οὐ ῥῆμα. καὶ ἐκ τῆς λέξεως δὲ προφανὲς ὡς ἔστι δοτικῆς. — Ἀλλ᾽ αἱ τοῦ πρώτου προσώπου καὶ δεύτερον καὶ τρίτον ἔχουσι, τὸ δὲ ὤμοι οὐκέτι. — αἱ ἀντωνυμίαι τὴν περισπωμένην ὑπερκειμένην φυλάσσουσι, πῶς μοι, καλῶς μοι· τὸ δὲ ὤμοι οὐκέτι τοῦ ὦ τὸν περισπασμὸν ἐφύλαξεν. — ἀπ᾽ ἀντωνυμιῶν ῥήματα οὐ παράγεται· πῶς οὖν τὸ οἰμώζειν; δῆλον οὖν ὡς ἐπίρρημα· καὶ γὰρ παρὰ τὸ αἰαί αἰάζειν, λίαν λιάζειν.
Ἴσως δόξει μάχεσθαι τὸ μὴ ἐπὶ πᾶν πρόσωπον συντείνειν, καθάπερ τὰ ἄλλα ἐπιρρήματα, καλῶς γράφεις καὶ γράφει, Ἑλληνιστὶ λέγεις καὶ λέγει. Ἀλλὰ τὰ σχετλιαστικὰ τῶν ἐπιρρημάτων, ἐξ αὐτοπα2.1,1.35 θείας ἐκπεμπόμενα, αὐτὸ μόνον τοῦ ὑποκρινομένου προσώπου τὸ λυπηρὸν παρίστησι, τὴν δ᾽ ἐπὶ τὰ ἄλλα πρόσωπα μετάβασιν ἀπήρνηται. τοῦτο γὰρ ἦν καὶ τὸ δόξαν πρώτου προσώπου ἔμφασιν δηλοῦν. εὐήθεις οὖν οἱ σολοικισμὸν φάσκοντες ἐν τῷ
ὤμοι ἐγὼ δειλός (ε 299).
Συμβέβηκε τῶν ἀντωνυμιῶν ἃς μὲν ὀρθοτονεῖσθαι, τουτέστι τὸν κατὰ φύσιν τόνον ἔχειν, ἃς δὲ ἐγκλίνεσθαι, ὧν τὸ τέλος, λέγω δὴ τῶν ἐγκλινομένων, ἢ φύσει ὀξύνεται ἢ δυνάμει, ὡς τὰ περισπώμενα. ἐν αὑτοῖς γὰρ ἔχει ὀξεῖαν. ἥτις μεθίσταται κατὰ τὴν ἄρχουσαν συλλαβήν, ὡς ἐπὶ τῶν τετραχρόνων, ἥρπασέ τις ἥμων, ἢ κατὰ τὸ τέλος τῆς ὑπερκειμένης λέξεως, ὡς ἐπὶ τῶν ἐλάττονας χρόνους ἀναδεξαμένων, τοῦ τονικοῦ οὐκ ἐμποδίζοντος, ἀνθρώποις μοι,
τίς τάρ σφωε (Α 8).
Πρὸ τῆς οὖν κατὰ μέρος αὐτῶν ἐξετάσεως διαληπτέον καθολικώτερον περὶ τῆς διαφορᾶς τῶν ὀρθοτονουμένων πρὸς τὰς ἐγκλιτικάς, περί τε τῶν μόνως ὀρθοτονουμένων, καὶ διὰ τί, καὶ τῶν μόνως ἐγκλινομένων, τῶν τε εἰς ἄμφω τοὺς τόνους παραλαμβανομένων, καθ᾽ οὓς τρόπους ὀρθοτονηθήσονται.
Αἱ μὲν οὖν ὀρθοτονούμεναι καὶ προτάσσονται καὶ ὑποτάσσονται, ἐμοὶ ἔδωκεν, ἔδωκεν ἐμοί· αἱ δὲ ἐγκλινόμεναι μόνως εἰσὶν ὑποτακτικαί. διαφέρει δὲ ὑποκτακτικὸν ὑποτασσομένου, ᾗ τὸ μὲν πάντοτε ἐν ὑποταγῇ, τόν τε ἴδιον τόνον οὐκ ἔχει, τὸ δὲ ὑποτασσόμενον καὶ προτάσσεται, καὶ τὸν τόνον τὸν ἑαυτοῦ ἔχει (ἐμοὶ γὰρ ἔδωκας, ἔδωκας ἐμοί, λέγω δὲ δισυλλάβως· τὸ δ᾽ ἔδωκέ μοι καὶ βαρύτονον καὶ μονοσύλλαβον καὶ οὐδέποτε πάντως προτακτικόν)· ὃν τρόπον καὶ ἐγ2.1,1.36 κλινόμενον ἐγκλιτικοῦ. τὸ μὲν γὰρ ἐγκλινόμενον αὐτὸ μόνον κοιμίζει τὴν ὀξεῖαν,
αὐτὰρ ἐγὼ καὶ Τυδείδης (δ 280)·τὸ δ᾽ ἐγκλιτικὸν μετὰ τοῦ τὸν τόνον ἀποσβεννύειν καὶ τὴν πρὸ ἑαυτοῦ βαρεῖαν ὀξύνει, Ἀπολλώνιός μοι, ἐτίμησάς με. — Ἀπόλυτοι αἱ ἐγκλινόμεναι, αἱ δὲ πρός τι ἐν ὀρθοτονήσει λέγονται, δὸς ἐμοί, οὐκ ἀναστρέφοντος τοῦ λόγου· οὐ γὰρ εἴ τι ὀρθοτονεῖται, τοῦτο καὶ πρός τι. τὸ
ὃς σφῶι προΐει (Α 336)κατ᾽ ὀρθὸν τόνον, καὶ τὸ νοούμενον ἀπόλυτον· ἴσον γάρ ἐστι τῷ ὃς ὕμας. — Καὶ ἔτι αἱ μὲν ὀρθοτονούμεναι ἀντωνυμίαι καὶ ἀντὶ συνθέτων· τὸ γὰρ
ἐμὲ λύσομαι (Κ 378)ἀντὶ τοῦ ἐμαυτόν καὶ τὸ
ἦ ὀλίγον οἷ παῖδα (Ε 800)ἀντὶ τοῦ ἑαυτῷ· αἱ δὲ ἐγκλινόμεναι οὐδέποτε. — Καὶ αἱ μὲν συντίθενταί ποτε, ἐμὲ αὐτόν — ἐμαυτόν,
νόστον ἑταίροισι διζήμενος ἠδ᾽ ἐμοὶ αὐτῷ (ψ 253)ἀντὶ τοῦ ἐμαυτῷ. μέγιστον δὲ τεκμήριον τοῦ τὰς ὀρθοτονουμένας συντίθεσθαι ἡ διὰ τοῦ ε γραφή· αἱ γὰρ ἐγκλινόμεναι κατὰ τὸ πρῶτον πρόσωπον ἑνικαὶ τὸ ε ἀποβάλλουσιν. ἄλλως τε ἀδύνατόν ἐστι μόριον ἐγκλιτικὸν συντίθεσθαι. κατὰ τοῦτο οὖν ἐκωλύετο τὸ μοί, ἐγκλιτικὸν ὄν, συντίθεσθαι· πρόδηλόν τε ἐντεῦθεν, ὡς τὸ ἑαυτῷ οὐκ ἀπὸ τῆς ἐγκλιτικῆς τὴν σύνθεσιν ἔσχεν, ἀλλ᾽ ἀπὸ τῆς ὀρθοτονουμένης. (οὐκ ἐπεὶ δὲ παρὰ Ἀττικοῖς συνθέσεως ἔτυχε τὸ πώποτε, εὐθέως καὶ ὁ λόγος ψευδής· οὐ γὰρ τὸ ἐν παραλόγῳ συνθέσει κανὼν τῶν πάντων γενήσεται.) — Ἀλλὰ μὴν καὶ αἱ κτητικαὶ τὴν ἀπὸ τῶν ὀρθοτονουμένων παραγωγὴν εἰλήφασι, καὶ πάλιν ἡ διὰ τοῦ ε γραφὴ πιστοῦται τὸν λόγον· ἀπὸ γὰρ τῆς ἐμοῦ τὸ ἐμός, οὐκέτι δὲ ἀπὸ τῆς μοῦ. ἄλλως τε οὐ ῥηταὶ κατ᾽ ἰδίαν αἱ ἐγκλιτικαί· πῶς οὖν ἀπ᾽ αὐτῶν παραγωγαί; 2.1,1.37 Ὀρθοτονοῦνται μόνως αἱ τῆς εὐθείας. καὶ τούτου αἴτιον τὸ ἐν τοῖς ῥήμασιν ἀναπληροῦσθαι τὸ τῶν ἐγκλινομένων εὔχρηστον, ὅ ἐστιν ἑνὸς μόνου προσώπου παραστατικόν, ὑπὲρ οὗ ἐντελέστερον εἴρηται ἐν τοῖς προδιειλεγμένοις. Ἀλλὰ μὴν καὶ αἱ γένους παραστατικαὶ κατὰ πᾶσαν πτῶσιν, ὑποστελλομένης τῆς αὐτός κατ᾽ αἰτιατικήν, ὑπὲρ ἧς εἰρήσεται κατὰ τὴν οἰκείαν τάξιν. Αἱ μέντοι ὑπολειπόμεναι, καθὸ δεικτικαί, μόνως καὶ ὀρθοτονοῦνται, εἴγε καὶ ἡ δεῖξις ἐν διαστολῇ προσώπων γιγνομένη οὔ ποτε ἀνίησι τὸν τόνον, μᾶλλον δὲ ῥώννυσιν. αἱ γοῦν διὰ τοῦ ι ἐπεκτεινόμεναι καὶ ἔτι τὴν δεῖξιν ἐπιτείνουσαι καὶ τὸ τέλος ὀξύνουσιν, ἐκεινοσί, οὑτοσί. καὶ δῆλόν ἐστιν, ὡς ἕνεκα τῆς δεικτικῆς ἐκφορᾶς ἡ τοιαύτη ἐπέκτασις, τῷ μὴ τὴν αὐτός ἐπεκτείνεσθαι, καθὸ οὐδὲ ὅλως δεικτική.
Τούτῳ γὰρ τῷ λόγῳ καὶ αἱ μετὰ τῆς ἐπιταγματικῆς μόνως ὀρθοτονοῦνται· πάλιν γὰρ πλείων ἡ διαστολὴ τοῦ προσώπου· ἐμοῦ γὰρ αὐτοῦ ὁρῶντος, ἐμὲ αὐτὸν ἔτυψε. Παραπεμπτέον γὰρ τοὺς ὑπολαμβάνοντας ἕνεκα γένους παρειλῆφθαι τὴν αὐτός, ἐπεὶ ἀδιάστολοί εἰσιν αἱ πρωτότυποι γένους. πρῶτον γὰρ οὐ προσδέονται γένους, τῆς ἐν αὐταῖς δείξεως συνεξηγουμένης τὸ γένος· ἔπειτα τί φήσουσιν ἐπὶ τοῦ οὗτος αὐτός καὶ ἐκεῖνος αὐτός; οὐ γὰρ καὶ ἐνταυθοῖ ἀδιάστολον τὸ γένος. — Ἀλλ᾽ ἴσως ταῖς κατὰ τὸ τρίτον ἀδιαστόλοις γένους οὔσαις, εὐλόγως συνταχθήσεται ἕνεκα γένους· οὐδὲ γὰρ ἔστι καὶ ἐπὶ τούτων λέγειν, ὡς ἡ δεῖξις τὸ γένος ἐξηγεῖται· ἄπεστι γάρ. Ἀλλ᾽ οὐδ᾽ ἐπὶ τούτων ἕνεκα γένους ἡ παράθεσις. ἀναφερόμεναι γὰρ ἐπί τι πρόσωπον προεγνωσμένον αἱ κατὰ τὸ τρίτον παραλαμβάνονται· ἐν ᾧ δὲ ἔγνωσται, ἐν τούτῳ οὐκ ἄδηλον τὸ γένος. οὐκ ἄρα οὐδὲ ταῖς κατὰ τὸ τρίτον ἕνεκα γένους παρατίθεται. — Οὐκ ἀγνοῶν δὲ τὰς ἐγκλινομένας κατὰ τὸ τρίτον μετὰ τῆς αὐτός ταῦτά φημι ἐγκέκλιται γοῦν τὸ
ἀλλά οἱ αὐτῷ (δ 667)καὶ
Εὐρύαλος δέ ἑ αὐτόν (θ 396)·2.1,1.38 φήσει γάρ τις· εἰ ταῖς ὀρθοτονουμέναις συντάσσεται ἕνεκα διαστολῆς, πῶς οὐκ ὀρθοτονουμέναις συντέτακται; λείπεται οὖν ὡς διὰ τὸ γένος.
Ἀλλὰ δειχθήσεται ὡς πολλάκις ὑπὸ ποιητικῆς ἀδείας παρέλκεται ἡ αὐτός,
κὰδ δέ μιν αὐτόν (Φ 318),
ἠέ μιν αὐτόν (Ω 472),καθὸ καὶ ἐπ᾽ ἄλλων λέξεων αἱ παρολκαί. ἔπειτα εἰρήσεται, ὡς καὶ τὰ τῆς ἀναγνώσεως παράλογα, ὅταν ἐφιστάνωμεν ὑπὲρ τῶν κατὰ τὸ τρίτον, εἰ ὀρθοτονηθεῖσαι πάντως ἀντανακλασθήσονται.
Αἱ δυϊκαὶ τοῦ πρώτου καὶ δευτέρου πάσης πτώσεως ὀρθοτονοῦνται.
Ὑπὲρ μὲν οὖν τῆς εὐθείας οὐ χρὴ παλιλλογεῖν, ὑπὲρ δὲ τῶν λειπομένων ἐκεῖνο ἂν αἴτιον εἴη, τὸ πᾶν μόριον ἐγκλιτικὸν ἤτοι ἀπὸ περισπωμένου ἢ ἀπὸ ὀξυτόνου ἐγκεκλίσθαι· ἀπὸ γὰρ βαρυτόνου ἀδύνατον· πῶς, ἦλθέ πως, Ἀρίσταρχός ποτε, ἄνθρωποί εἰσι· καὶ ἐπὶ τῶν ὑπολειπομένων τὸ αὐτό. εὐλόγως οὖν διὰ τὴν ἐπὶ τέλους βαρύτητα ἡ ἔγκλισις οὐκ ἦν. καὶ γὰρ κατὰ τοῦτον τὸν λόγον ἡ ἐκεῖνος καὶ οὗτος πάλιν μόνως ὀρθοτονοῦνται, τῆς αὐτός ἀκωλύτως καὶ εἰς ἔγκλισιν ἐμπιπτούσης. — Οὐ μάχονται αἱ Ἰακῶς διῃρημέναι, λέγω δὲ τὴν ἐμέο καὶ ἡμέων καὶ τὰς συζύγους· οὐ γὰρ φύσει βαρυτονοῦνται, ἀπὸ δὲ περισπωμένων καὶ ἐντελεστέρων διῃρημέναι εἰσίν.
Αἱ τῷ ι πλεονάζουσαι μόνως ὀρθοτονοῦνται, ἐμεῖο, σεῖο, εἷο ἀπὸ γὰρ ὀρθοτονουμένων τὸν πλεονασμὸν ἀνεδέξαντο τοῦ ι. ὅτι δὲ τὸ λεγόμενον ἀληθές, σαφὲς ἐντεῦθεν. πᾶν τὸ ἐν πλεονάσματι ἢ ἐλλείψει πολὺ πρότερον ἐν ὁλοκλήρῳ καθειστήκει· πόθεν γὰρ ἡ διάγνωσις τοῦ πάθους ἐμφανής, εἰ μὴ καὶ τὸ τοῦ ὁλοκλήρου σχῆμα ἐν τελειώσει ἐγιγνώσκετο; εἰ οὖν ἐντελεῖς αἱ ὀρθοτονούμεναι τῶν ἀντωνυμιῶν, καὶ ὁ ἀπὸ τούτων πλεονασμὸς οὐκέτι ἐπ᾽ ἄλλων ἢ ἐπὶ τῶν ὀρθοτονουμένων.
Ὁμοίως καὶ αἱ τῷ ε πλεονάσασαι μόνως ὀρθοτονοῦνται, οὐκ ἄλλῃ αἰτίᾳ ἢ τῇ προειρημένῃ.
Ὁμοίως καὶ αἱ σύνθετοι· καὶ γὰρ αὗται ἀντιδιασταλτικαί. τὸ γὰρ παρὰ τῇ οἰκίᾳ μου ἕστηκα ἐγκλινόμενον διαφέρει τοῦ παρὰ τῇ 2.1,1.39 ἐμαυτοῦ οἰκίᾳ, ᾗ τὸ μὲν διαστέλλει τὸ οὐ τῇ τούτου, τὸ δὲ ἀπόλυτον. καὶ καθὸ ἀδύνατον ἐγκλιτικὸν συντεθῆναι, διὸ καὶ παρὰ Ἀττικοῖς τὸ πώποτε ἐσημειοῦτο. ὑγιῶς οὖν καὶ ἀπ᾽ ὀρθοτονουμένων ἡ σύνθεσις καὶ μόνως ὀρθοτονοῦνται. [Ὁμοίως καὶ αἱ τῷ ε πλεονάσασαι μόνως ὀρθοτονοῦνται, οὐκ ἄλλῃ αἰτίᾳ ἢ τῇ προειρημένῃ.] [Αἱ δυϊκαὶ πρώτου καὶ δευτέρου προσώπου ὀρθῆς πτώσεως οὐκ ἐγκλίνονται, φωνῇ τε καὶ δηλουμένῳ. δηλουμένῳ μέν, ὅτι οὐδεμία εὐθείας ἀντωνυμία ἐγκλίνεται· φωνῇ δέ, ὅτι πᾶσα ἀντωνυμία ἐγκλινομένη ὀξύτονός ἐστιν ἢ περισπωμένη. Συνεμπεπτώκει δὲ τῇ ὀρθῇ ἡ αἰτιατική. Γενικὴ δὲ καὶ δοτικὴ οὐκ ἐγκλίνονται φωνῆς ἕνεκεν.]
Μόνως ἐγκλίνονται αἱ τοῦ τρίτου δυϊκαί, καὶ ἡ μίν, αἵ τε μονοσύλλαβοι σφίν καὶ σφέ, ἥ τε διὰ τοῦ τ τοί.
Αἱ ὑπολειπόμεναι καὶ ὀρθοτονοῦνται καὶ ἐγκλίνονται. Αἱ μὲν οὖν ὀρθὸν τόνον εἰληχυῖαι τὸ πλέον ἕνεκα σημαινομένου ὀρθοτονοῦνται, ἔσθ᾽ ὅτε δὲ ἢ σύνταξις ἢ τόπος ἢ ποιητικὴ ἄδεια ὀρθοτονοῦσι τὰς ἀντωνυμίας· καὶ ἐπὶ μὲν συντάξεως
ἦ νύ σέ που δέος ἴσχει (Ε 812)·τὸ γὰρ ποῦ ἐγκλιτικὸν αἴτιον τοῦ τὴν σέ ὀξύνεσθαι. ἐπὶ δὲ τόπου
ἐμὲ δ᾽ ἔγνω καὶ προσέειπεν (λ 91)·ἀπολύτου γὰρ οὔσης τῆς σημασίας, καθὸ καὶ
ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο (λ 471),ὅμως διὰ τὸ ἄρχον ἡ ἀντωνυμία ὠρθοτονήθη, εἴγε ἀδύνατόν ἐστιν ἐγκλινόμενόν τι ἀρκτικὸν θέσθαι· πῶς γὰρ ἔτι ἐγκλινόμενον τὸ μὴ δυνάμενον τὸν ἴδιον τόνον ἐπί τι προκείμενον μεταθέσθαι; ἀλλὰ μὴν καὶ τὸ
οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι (φ 233)2.1,1.40 ὁμολογεῖ τὸν ὀρθὸν τόνον διὰ τῆς τοῦ ε γραφῆς, καὶ φαίνεται ὅτι διὰ ποιητικὴν ἄδειαν, τοῦ σημαινομένου οὐκ ἐπείγοντος. — Αἱ μέντοι ὑπολειπόμεναι τῶν ὀρθοτονουμένων ἔχουσι πρὸς τὸ σημαινόμενον τὸ αἴτιον. Καὶ γενικὸν μὲν τὸ πρός τι λαμβάνεσθαι, ἰδικὸν δὲ τὸ ἀντιδιασταλτικῶς,
σοὶ μὲν ἐγώ, σὺ δ᾽ ἐμοί (Δ 63)·
σεῦ δ᾽ ἐπεὶ ἐξέλετο ψυχὴν (Ω 754)·πρὸς τὸ
ἄλλους μὲν γὰρ παῖδας (Ω 751).ὅ τε προκατάρξας χάριτος καὶ παρὰ τὸ δέον παθὼν ὀρθῇ τάσει προσχρῆται, ἐμὲ ἐτόλμησας λοιδορῆσαι, ἐμφαίνων ὡς ἄλλον ἐχρῆν ἤπερ αὐτόν. ὅ τε ἀμοιβὴν ὕβρεως αἰτῶν ὀρθῇ τάσει πολλάκις χρῆται, δεῖ ἐμοῦ ὁρῶντος αὐτὸν αἰκίζεσθαι, καὶ τοῦτο δὲ πάλιν ἐμφαίνει, ὡς οὐκ ἄλλου μᾶλλον ἢ ἐμοῦ.
Ἀλλὰ μὴν καὶ αἱ συμπλεκόμεναι, καὶ ἐμοῦ, καὶ ἐμέ. πιστούσθω δὲ ὁ λόγος οὕτως. εἰ ἐκτὸς τῆς συμπλοκῆς ἡ ἀντωνυμία γένοιτο, πάντως τότε καὶ ἀπόλυτος γενήσεται, δός μοι καὶ Ἀπολλωνίῳ· εἰ δὲ ἀντιστραφήσεται, πάντως καὶ ὀρθοτονηθήσεται, δὸς Ἀπολλωνίῳ καὶ ἐμοί. ὅθεν τὸ
καί μοι τοῦτ᾽ ἀγόρευσον (δ 645)ἐγκλίνεται οὐ συμπλακέν, τοῦ ἑξῆς ὄντος καὶ τοῦτό μοι ἀγόρευσον. καὶ ἔτι
καί με φίλησεν (Ι 481)καὶ ἐφίλησέ με. καὶ τὰ τούτοις ὅμοια. ὡς γὰρ αἱ ἀντωνυμίαι οὐ συμπλεκόμεναί εἰσιν, εἰρήσεται μικρὸν ὕστερον.
Ὁμοίως καὶ αἱ διεζευγμέναι, ἢ ἐμοὶ ἢ τῷδε, ἢ ἐμὲ ἢ τόνδε.
Καὶ διὰ τοῦτό φασι τὸ
ἤ μ᾽ ἀνάειρ᾽ ἢ ἐγὼ σέ (Ψ 724)ἐγκλιθὲν παράλογον· οὐδὲν γὰρ ἐκώλυεν ὀρθοτονεῖν, τοῦ κατ᾽ ἀρχὴν ε συναληλιμμένου ὡς ἐπὶ τοῦ τἠμῇ, τὠμῳ. καὶ φαίνεται ὡς μονο2.1,1.41 συλλαβήσασα ἡ μέ δελεασμὸν ἐποίει τῆς ἐγκλιτικῆς ἀναγνώσεως. Ἴσως δὲ πρὸς ταῦτα φήσει τις, ὡς ἡ ἀνάγνωσις καλῶς ἔχει, οὐ διαζευχθείσης τῆς ἀντωνυμίας, ἐν ὑπερβατῷ δὲ κειμένης, ὥστε τὸ ἑξῆς εἶναι· ἢ ἀνάειρόν με, καθάπερ καὶ ἐπὶ τῶν συμπλεκομένων τὸ
καί μοι τοῦτ᾽ ἀγόρευσον (δ 645)ἐνεκλίναμεν, τοῦ ἐντελοῦς ὄντος καὶ τοῦτό μοι ἀγόρευσον.
Λείπεται πρότερον διεσκέφθαι, πῶς αἱ ἀντωνυμίαι ἢ συμπεπλεγμέναι ἢ διεζευγμέναι εἰσίν· οὐ γὰρ ψιλῇ παρατηρήσει τὰ τοιαῦτα δεῖ διακρούεσθαι. — τὰ δὴ συμπεπλεγμένα ἢ διεζευγμένα κατὰ τὴν ἐπιφορὰν πάντως τὸ αὐτὸ μέρος λόγου ἀπαιτεῖ ἢ ἰσοδυναμοῦν τῷ συμπεπλεγμένῳ ἢ διεζευγμένῳ, τοῦ συντεταγμένου μέρους λόγου κατὰ τὸ ἑξῆς πολλάκις κοινοῦ καθεστῶτος τῷ συμπεπλεγμένῳ ἢ διεζευγμένῳ, οἷον τὸ καὶ Ἀπολλώνιος διελέξατο, ἤτοι Ἀπολλώνιος διελέξατο, ἀπαιτεῖ τὸ καὶ Διονύσιος ἤ τι τοιοῦτον ὄνομα ἢ ἀντωνυμικόν, ὅπερ ἦν ἰσοδυναμοῦν ὀνόματι, κοινῷ τε τῷ διελέξατο πολλάκις προσχρῆται. εἰ δὲ ῥῆμα ἦν, πάλιν ἡ ἐπιπλοκὴ ἢ ἡ διάζευξις ἀπαιτεῖ ῥῆμα, καὶ ἔγραψε Διονύσιος, ἤτοι ἔγραψε Διονύσιος· δεῖ γὰρ ῥῆμα ἐπενεγκεῖν πάλιν, ἢ διελέξατο ἤ τι τοιοῦτον, κοινῶς πολλάκις νοουμένου τοῦ Διονύσιος. τῷ οὖν ἠμ᾽ ἀνάειρ᾽, εἴπερ διεζεύχθη τὸ ῥῆμα, κἂν πάντως ῥῆμα ἐπεφέρετο τὸ ἄπιθι ἢ κάθισον ἤ τι τοιοῦτον· ἐν ᾧ οὖν τὸ ἢ ἐγὼ σέ ἐπιφέρεται, ἐν τούτῳ δείκνυται, ὡς καὶ ἡ ἀντωνυμία διέζευκται, ἡ μὲν σέ πρὸς τὴν ἐμέ, ἡ δὲ σύ πρὸς τὴν ἐγώ, ἥτις ἐνέλειψεν, ἐν τῷ ἀνάειρε ῥήματι νοουμένη, τοῦ πλήρους ὄντος ἠὲ σὺ ἐμὲ ἀνάειρον. — Ὁμόλογοι δὴ καὶ αἱ τοιαῦται, ὡς τὴν πρός τι πρόσωπον διαστολὴν ἀναδεδεγμέναι εἰσίν.
Ὀρθοτονοῦνται καὶ ὅσαι κατὰ τοῦ αὐτοῦ προσώπου τὴν ἀπὸ τοῦ ῥήματος διάθεσιν ἀναδέχονται, ὡς ἐπὶ τοῦ
οὐδ᾽ ἐμέ φημι λελασμένον (Ν 269)καὶ
ἦ ὀλίγον οἷ παῖδα ἐοικότα (Ε 800)2.1,1.42 καὶ
ἐμὲ λύσομαι (Κ 378)·ἀντὶ γὰρ συνθέτων τοῦ ἐμαυτόν καὶ ἑαυτῷ. πάλιν δὴ τὸ ἐμὲ λύσομαι πρὸς τὸ οὐκ ἄλλον διαστέλλεται.
Ὁμοίως αἱ προθέσεις παρατιθέμεναι ὀρθοτονοῦσι, κατ᾽ ἐμέ, δι᾽ ἐμέ, περὶ ἐμοῦ. Διὸ καὶ τοῖς ἀξιοῦσιν ὀρθοτονεῖν τὸ σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας
παρὰ Θεοκρίτῳ (VII, 2) συγκαταθετέον. τὰ γὰρ ἐν ὑπερβατῷ κείμεναὀφείλει τὸν λόγον ἀναδέχεσθαι τῆς κατὰ φύσιν ἀκολουθίας, εἴγε πάλιν τὸ καί μοι καί με ἐνεκλίναμεν, καθὸ οὐ συμπέπλεκται.
Ἑξῆς ῥητέον καὶ περὶ τῶν κατὰ τὸ τρίτον πρόσωπον ὀρθοτονουμένων, εἰ πάντοτε ἡ μετάληψις αὐτῶν τὸ σύνθετον σχῆμα ἀπαιτεῖ, καθάπερ ἐπὶ τοῦ
ἦ ὀλίγον οἷ παῖδα (Ε 800)καὶ
κάλεόν τέ μιν εἰς ἓ ἕκαστος (Ψ 203),τῶν τε παραπλησίων. τὸν γὰρ Ἀρίσταρχον καὶ τοὺς ἀπὸ τῆς σχολῆς, ὡσεὶ νόμον θεμένους τὸ τοιοῦτον, ὡς ἀπανάγνωσμα δεῖ παραπέμψασθαι τὸ
οἷ τ᾽ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη (Ε 64)καθὸ ὀρθοτονούμενον τὴν σύνθετον ἀντωνυμίαν ἀπαιτεῖ, τοῦ λόγου οὐ δυναμένου κατὰ τοῦτο συνίστασθαι· καὶ διὰ τοῦτο τοὺς μὲν μεταγράφειν τὸ ἔτευξεν, τοὺς δὲ ὑπερβατὸν ἐκδέχεσθαι, ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας, οἷ τ᾽ αὐτῷ, αἳ κακὸν καὶ πᾶσι Τρώεσσι γένοντο, ἵν᾽ ᾖ Ἀλεξάνδρῳ καὶ ἑαυτῷ τεκτήνατο. καὶ σαφές ἐστιν, ἕνεκα τούτου ὅτι τὸ ἀλλὰ οἷ αὐτῷ
Ζεὺς ὀλέσειε βίην (δ 668)κατ᾽ ἔγκλισιν ἀνέγνωστο, καίτοι ὀφεῖλον κατὰ δύο τρόπους ὀρθοτονεῖσθαι, καθὸ καὶ ἐπιταγματικὴ σύνεστι, καὶ διαστέλλεται ἐν τῷ πρὶν ἡμῖν πῆμα γενέσθαι. 2.1,1.43 Οἶμαι δὲ ὡς οἱ ταλαιπωρότερον ἀναστρεφόμενοι τὸ ἀκριβὲς τοῦ λόγου οὐ διέγνωσαν. — πρῶτον γάρ, εἰ καὶ ἀληθὲς ἦν τὸ τὰς ὀρθοτονουμένας κατὰ τὸ τρίτον ἀντανακλᾶσθαι, οὐ πάντως τὸ οἷ τ᾽ αὐτῷ παράλογον· ἐδείχθησαν γὰρ ὡς παρὰ τόπον τεθεῖσαι αἱ ἐγκλιτικαί, τουτέστιν ἀρκτικαὶ γινόμεναι, ὀρθοτονοῦνται, ὡς ἐπὶ τοῦ
ἐμὲ δ᾽ ἔγνω καὶ προσέειπε (λ 91)καὶ τῶν παραπλησίων. — ἔπειτα καὶ συνεπέπλεκτο ὁμοίως τῷ
ἐμοί τε καὶ Ἥρῃ (Ε 832). —ἀλλὰ μὴν καὶ ἡ αὐτός ὑποτασσομένη ὀρθοῦ τόνου παραιτία ἐγίγνετο. — καὶ ὁ τέ σύνδεσμος, ἐγκλιτικὸς ὤν, τὴν πρὸ αὑτοῦ λέξιν ὀξύνει, ὅτε βαρεῖά ἐστιν ἐξ ὀξείας· περισπωμένην γὰρ οὖσαν φυλάσσει. — τά τε τῆς ἀναγνώσεως οὐκ ἐξωμάλισται· πολλαὶ γὰρ ὀρθοτονηθεῖσαι ἀντανακλασμὸν οὐκ ἐδέξαντο· ἀλλὰ τόδ᾽ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ
ἔπλετο (Ο 226).
ἀμυνέμεναι δὲ οἷ αὐτῷ (χ 214)·τὸ γὰρ νοούμενόν ἐστι· μὴ πεισάτω σε Ὀδυσσεὺς ἡμῖν μὲν μάχεσθαι, αὐτῷ δὲ βοηθεῖν·
ὅς τις οἷ τ᾽ ἐπέοικε (Ι 392)·τουτέστιν αὐτῷ·
τοὺς δ᾽ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ (ρ 441)·τουτέστιν οἱ αἰχμάλωτοι ἤγοντο εἰς ὑπηρεσίαν τῶν ἐπικρατησάντων. τό τε τίς κ᾽ οἴοιτο μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
οἷ τεύξειν θάνατον (χ 12)πάντως εἰς ἁπλῆν ἀντωνυμίαν μεταληφθήσεται· ὁ γὰρ Ἀντίνους οὐχ ὑπελάμβανεν, ὡς θάνατον αὐτῷ κατασκευάσειεν ἂν ἐν πολλοῖς παραγενόμενος, ὁμοίως τῷ
πρόσθεν ἕθεν φεύγοντα (Ε 56 et 80)·οὐ γὰρ πρὸ ἑαυτοῦ τις φεύγει.
Ῥητέον ὑπέρ τε τῶν κατὰ τὸ τρίτον πρόσωπον εἰς ἁπλοῦν σχῆμα μεταλαμβανομένων καὶ τῶν εἰς σύνθετον, τουτέστιν ἀντανακλωμένων. 2.1,1.44 Συμβέβηκε τοίνυν τὰς ἀπὸ τῶν εὐθειῶν δράσεις μετιούσας ἐπὶ τὰς πλαγίους ἢ ἐν μεταβάσει προσώπων νοεῖσθαι ἢ κατὰ τοῦ αὐτοῦ προσώπου τὴν μετάβασιν ποιεῖσθαι. τοῦ μὲν προτέρου Ἀριστοφάνης Ἀρίσταρχον ἐδίδαξεν, ἐγὼ σὲ ἐτίμησα, σὺ ἐμοὶ διελέξω· (ἢ καὶ διὰ μόνων τῶν ῥημάτων ἡ εὐθεῖα νοουμένη μέτεισι πάλιν ἐπὶ τὰς πλαγίους, ἔδωκά σοι, ἐτίμησά σε·) τοῦ δὲ δευτέρου Φήμιος ἑαυτὸν ἐδίδαξεν· ἡ γὰρ τοῦ διδάσκειν μετάβασις οὐκ ἐφ᾽ ἕτερον πρόσωπον συντείνει ἢ ἐπὶ τὸν Φήμιον· Αἴας ἑαυτὸν ἐχειρώσατο· πάλιν γὰρ τὸ ἐχειρώσατο ἐπὶ τὸ Αἴας διαβιβάζεται. — Ταῖς μὲν οὖν τοιαύταις συντάξεσι παρακολουθεῖ διὰ μιᾶς καὶ τῆς αὐτῆς φωνῆς τὸ διαβατικὸν πρόσωπον δηλοῦν καὶ τὸ αὐτοπαθές. τὰ γοῦν Ὁμηρικά, ἀρχαϊκώτερα ὄντα, ἀεὶ ἐν ἁπλαῖς ταῖς ἀντωνυμίαις καὶ τὰ ἀμετάβατα τῶν προσώπων ἔχει καὶ τὰ μεταβατικά· ἐμὲ γὰρ λύσομαι εἷς καὶ ὁ αὐτός, ἐμὲ δ᾽ ἔγνω μεταβατικῶς, ἕτερος ὁ [τε] γνωσθεὶς καὶ ὁ γνούς. ὕστερον δὲ τὰς συνθέτους προσφιλοτεχνηθείσας συμβέβηκεν ἀπενέγκασθαι τὴν τῶν ἀμεταβάτων προσώπων σημασίαν, τὰς δὲ ἀσυνθέτους ἐν μεταβάσει· διὸ καὶ αὐτοπαθεῖς τὰς συνθέτους τινὲς ἐκάλεσαν, ἀλλοπαθεῖς δὲ τὰς ἁπλᾶς. 2.1,1.45 Τὰς μὲν οὖν κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόσωπον, συνήθεις οὔσας, συνέβαινε μηδεμιᾶς ζητήσεως τυχεῖν, ἅτε δὴ τῶν μὲν ἀσυνθέτων μεταβατικῶν οὐσῶν, τῶν δὲ συνθέτων οὐ μεταβιβαζομένων εἰς ἕτερον πρόσωπον. τὰς μέντοι κατὰ τὸ τρίτον, λέγω δὲ τὴν ἵ καὶ τὰς συζύγους, ἀτριβεῖς οὔσας, συνέβη κατὰ τὸ παλαιὸν διὰ μιᾶς φωνῆς ἀμφοτέρας τὰς συντάξεις δηλοῦν, διὰ τὸ τοὺς ποιητάς, τὸ πεπατημένον ἐκκλίνοντας, αὐταῖς κεχρῆσθαι.
Χρὴ οὖν ἐφιστάντας τῇ διαβάσει τοῦ ῥήματος, πότερον ἐπ᾽ ἄλλο πρόσωπον συντείνει ἢ ἐπὶ ταὐτόν, μεταλαμβάνειν τὰ τῶν ἀντωνυμιῶν ἀσυνήθη εἰς ἁπλῆν ἀντωνυμίαν, ὡς τὰ μεταβατικά, ἢ εἰς σύνθετον, ὡς τὰ ἀμετάβατα. Τούτῳ γὰρ τῷ λόγῳ καὶ τὰς ἐν παραθέσει μετὰ τῆς αὐτός ἐπιταγματικῆς εἰς σύνθετον μεταλαμβάνομεν, ὅτε καὶ τὰ τῶν ῥημάτων ἰσάριθμα εἴη καὶ ὁμοιοπρόσωπα, καθάπερ τὸ
σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις (ν 313)καὶ τὸ
νόστον ἑταίροισι διζήμενος ἠδ᾽ ἐμοὶ αὐτῷ (ψ 253)καὶ
ἐμέθεν περιδώσομαι αὐτῆς (ψ 78),εὐλόγως τοῦ τοιούτου παρακολουθοῦντος· εἷς γὰρ καὶ ὁ αὐτὸς ὁ διατιθεὶς καὶ ὁ διατιθέμενος. τὰ μέντοι ἐν διαβάσει ἑτέρου προσώπου ὀρθῶς πάλιν καὶ κατὰ τοὺς ἀριθμοὺς διαλλάσσει καὶ κατὰ τὰ πρόσωπα· ἀδιαφορεῖ γὰρ ἢ ἕνα δρᾷν ἢ πλείους, ἢ ὑφ᾽ ἑνὸς δρᾶσθαι ἢ ὑπὸ πλειόνων. ἢ πλείονες ἐμὲ τύπτουσιν, ἢ ὑμᾶς εἷς τύπτει. διὸ καὶ τὰ τοιαῦτα ἀσυνέλευστα κατὰ τὴν παράδοσιν
ἦέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἦ ἐμοὶ αὐτῷ (Π 12)·
σοὶ δ᾽ αὐτῷ μελέτω (Ο 231)·
ὁμηλικίη δ᾽ ἐμοὶ αὐτῷ (γ 49)·
ἀνάσσονται δ᾽ ἐμοὶ αὐτῷ (δ 177)·ἠδ᾽ ἐμοὶ αὐτῇ
ἕψεαι (Ω 733)·
ὤμνυε δὲ πρὸς ἔμ᾽ αὐτόν (τ 288),2.1,1.46 ἀποστροφῇ τοῦ μ, ἵν᾽ ἡ σύνθετος ἀπεμφαίνοιτο. ὅμοιον τὸ
οὐδ᾽ εἴ κεν σ᾽ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι (Χ 351)καὶ
ἦ μή τις σ᾽ αὐτὸν κτείνῃ δόλῳ ἠὲ βίηφι (ι 406).τὸ δὲ μεῖζον· παραλόγως ἐνεκλίθη τὸ
εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ᾽ αὐτὸν ἑλέσθαι (Κ 242),εἴγε αἱ μετὰ τῆς ἐπιταγματικῆς ὀρθοῦ τόνου ἔχονται· καὶ τὸ ἀνάγνωσμα οὐκ ἀπόβλητον, καθὸ τὴν σύνθετον ἐνέφαινεν ὀρθοτόνως ἀναγνωσθέν. καὶ ἔτι τὸ μήτ᾽ ἐμῶὐτᾶς μήτε κασιγνήτων πόδας ὠκέας
τρύσῃς (poet. lyr. adesp. 41 Bergk3)διέσταλκε δυσὶ περισπωμέναις· ἠδυνάτει γὰρ συντεθῆναι διὰ τὸ ἐπιφερόμενον ῥῆμα. πῶς οὖν οὐχὶ βίαιον τὸ τὰς διεσταλμένας κατὰ παράθεσιν βιάζεσθαι εἰς σύνθετον, τοῦ λόγου οὐκ ἀπαιτοῦντος; Δέον οὖν, ὡς προείρηται, τὰ ἐν δυσὶ τρίτοις νοούμενα, εἴτε κατ᾽ ἀπόλυσιν, ὡς τὸ ἐγκλινόμενον, εἴτε κατ᾽ ὀρθὸν τόνον ἀνεγνώσθη ἕνεκα διαστολῆς ἢ ἄλλης τινὸς συντάξεως, εἰς ἁπλᾶς μεταλαμβάνειν· τὰ δὲ ἐν τρίτῳ καὶ ἐν ταὐτῷ εἰς συνθέτους, ἅπερ ἂν εὑρεθείη πάντως κατ᾽ ὀρθὸν τόνον,
ἕο δ᾽ αὐτοῦ πάντα κολούει (θ 211)·
ἑὲ δ᾽ αὐτὸν ἐποτρύνει (Υ 171)·ἦ γὰρ ἔμελλεν
οἷ τ᾽ αὐτῷ θάνατόν τε κακόν (Π 47)·ἐπὶ γὰρ Πατρόκλου ἥ τε ἀντωνυμία καὶ τὸ ῥῆμα. Ἔτι εἰ αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον ὀρθοῦ τόνου ἐχόμεναι ἀντιδιαστολὴν ἀναδέχονται, τί τὸ ἐμποδὼν τὸ καὶ ἐπὶ τρίτου τὴν ἀντιδιαστολὴν διήκειν; καὶ ὃν τρόπον τὸ καὶ ἐμοὶ ἐγένετο, καὶ σοὶ ἐγένετο ἀμετάληπτα εἰς 2.1,1.47 σύνθεσιν, οὕτω καὶ οἷ τ᾽ αὐτῷ. Ἀλλὰ [καὶ] αἱ κατὰ τὸ τρίτον εἰς σύνθετον μεταλαμβάνονται. Τί δέ; οὐχὶ καὶ αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον, καὶ εἰ σπανιάκις, ἀλλ᾽ οὖν γε μεταλαμβάνονται;
αὐτὸν μὲν σὲ πρῶτα σάου (ρ 595)·
οὐδ᾽ ἐμέ φημι λελασμένον (Ν 269)·καὶ
ἐμὲ λύσομαι (Κ 378)·εἴρηταί τε καὶ ἡ αἰτία τοῦ τὰς κατὰ τὸ τρίτον πλείονας εἶναι.
Καὶ αἱ κτητικαὶ δὲ ὁμοίως μεταληφθήσονται εἰς συνθέτους ἢ εἰς ἁπλᾶς, προληπτικώτερον πάλιν τινῶν ὑποστησαμένων τὸ μόνον εἰς συνθέτους αὐτὰς μεταλαμβάνεσθαι. Ἔχει δὲ τὰ τοῦ λόγου ὧδε. ἐπὰν μὲν ἡ διάβασις τοῦ ῥήματος ἀπὸ τῆς γενικῆς, ἥτις ἐκ τῆς κτητικῆς μεταλαμβάνεται, τὴν διάβασιν ἐπὶ τὸ αὐτὸ πρόσωπον ποιῆται, πάντως εἰς σύνθετον μεταλαμβάνεται· ἐπὰν δὲ τὸ ῥῆμα μὴ ἀπὸ τῆς γενικῆς νοῆται, ἀπὸ δέ τινος προσώπου, τότε καὶ ἁπλῆ ἡ ἀντωνυμία. τοῦ μὲν οὖν προτέρου δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
οἷο κασιγνήτοιο Λυκάονος (Γ 332)·τοῦ ἑαυτοῦ ἀδελφοῦ ἐνέδυ χιτῶνα·
πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ (γ 39)·τῷ ἑαυτοῦ. τοῦ δὲ δευτέρου
οὕνεκ᾽ ἄρ᾽ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον (ν 265)·οὐ γὰρ ἐθεράπευον αὐτοῦ τὸν πατέρα, τοῦ ῥήματος ἀποστάντος τῆς γενικῆς. ὁμοίως
ὅθ᾽ ἑὸς δόμος (ὁ τινὸς ὅτε με) ἀμφεκάλυψεν (ο 118)·διὸ εἰς ψιλὸν μετάγεται τὸ αὐτοῦ. τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
ᾗ κεφαλῇ φορέειν (Π 799)·τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
κάλλεος εἵνεκα οἷο (Υ 234)·πάλιν ἐπὶ τοῦ
αὐτὰρ ὅγ᾽ ὃν φίλον υἱὸν ἐπεὶ κύσε (Ζ 474)2.1,1.48 σύνθετος· τὸν γὰρ ἑαυτοῦ ἔκυσε παῖδα. ὅθεν τινές, πάλιν ἀγνοήσαντες τὸ μεταβατικόν, τὸ
αἴτει δ᾽ οἰωνὸν ἑὸν ἄγγελον (Ω 292)μεταγράφουσιν εἰς τὸ ταχὺν ἄγγελον, ἢ τὸν ἀγαθὸν ἐκδέχονται. καὶ ἐπὶ θηλυκῆς
τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν (ν 52).
φασὶ δὲ καὶ τὸν Ἀρίσταρχον ἀσμένως τὴν γραφὴν τοῦ Δικαιάρχου παραδέξασθαι· (ἐν γὰρ ἁπάσαις ἦν τὸ (Γ 244)ἑῇ ἐν πατρίδι γαίῃ) ὑπολαβόντα τὸ ἑαυτῆς νοεῖσθαι ἐκ τοῦ ἑῇ, δέον πάλιν ψιλῶς μεταλαμβάνειν. δῆλον οὖν ὡς τὸ ἀλλ᾽ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
θάρσεϊ ᾧ (Η 152)ἀμφίβολον. εἰ γὰρ εἰς ἁπλῆν μεταληφθήσεται, ἔσται ὁ θυμὸς ἀνῆκέ με τῷ ἐκείνου θάρσει πολεμεῖν, ὅπερ πάλιν ἐν διαβάσει νοεῖται· εἰ δὲ εἰς σύνθετον, γενήσεται τῷ ἑαυτοῦ θάρσει ἀνῆκέ με πολεμεῖν, καὶ τὸ ῥῆμα ἐκ τῆς γενικῆς ἀπήρτηται. ὁμοίως καὶ τὸ Νέστωρ φάσχ᾽ ὁ γέρων, ὅτ᾽ ἐπιμνησαίμεθα σεῖο,
οἷσιν ἐνὶ μεγάροισιν (δ 191).εἰ δὲ μή, εἰς ἁπλῆν τὴν αὐτοῦ. — οὕτως εἶχε καὶ τὸ ἐν Ἰσθμιονίκαις Πινδάρου (fr. 1 Boeckh) Αἰολίδαν δὲ Σίσυφον κέλοντο ᾧ παιδὶ τηλέφαντον ὄρσαι γέρας ἀποφθιμένῳ Μελικέρτᾳ· τῷ γὰρ παιδὶ τῆς Ἰνοῦς. πάλιν γὰρ οἱ ἀξιοῦντες εἰς σύνθετον μεταλαμβάνειν τὴν ἑαυτοῦ, ζητοῦσι τίνι ἀκολουθῶν Σισύφου υἱὸν αὐτὸν ἔφη. οἱ δὲ βαρυτονοῦσι τὸ ὣ Δωρικῶς, δεχόμενοι ἀντὶ τοῦ ὥς, ὁμοίως τῷ ὥ τε χερνᾶτις γυνὰ οὐδὲν προμαθιωμένα (lyr. gr. III3 p. 1359 Bergk)· 2.1,1.49 οἱ δὲ εἰς τὴν οἷ πρωτότυπον μετάγουσι τὴν γραφήν, ἵνα δοτικὴ ἀντὶ γενικῆς ἀκούηται, ὁμοίως τῷ
Ἀχιλῆι δαμασθείς (Χ 55).
Χρὴ οὖν προσανέχοντας τῷ προκειμένῳ λόγῳ μεταλαμβάνειν τὰς τοιαύτας τῶν ἀντωνυμιῶν εἴς τε ἁπλᾶς καὶ συνθέτους, τὰ νῦν περιγραφομένης τῆς πολλῆς παραθέσεως ὑπὲρ τοῦ μὴ ἐπὶ πλέον προάγειν τὸν λόγον.
Ἑξῆς ἐπὶ τὰς κατὰ μέρος χωρητέον.
Ἡ ἐγώ τῆς ἔγωγε Ἀττικῆς διαφέρει συντάξει. ἡ μὲν γὰρ καὶ κατ᾽ ἀρχὴν τοῦ λόγου τίθεται, καὶ καθ᾽ ὑπόταξιν, ἡ δὲ ἔγωγε οὐ συνήθης εἰς ἀρχὴν λόγου παραλαμβάνεσθαι, καθὸ καταφατικωτέρα ἡ ἔγωγε· πολλάκι γοῦν καὶ κατά τινας ἐρωτήσεις συγκατατιθέμενοί φαμεν ἔγωγε ἐν ἴσῳ τῷ ἐγώ. — Μεμπτέοι οὖν οἱ ὑπολαμβάνοντες τὴν μὲν ἀντιδιεστάλθαι, λέγω δὲ τὴν δισύλλαβον, τὴν δὲ ἐγκεκλίσθαι (καὶ ἴσως ἡ ἀφορμὴ ἐκ τοῦ ἀναβεβιβάσθαι τὴν τάσιν, τοῦ τε μὴ ἄρχειν λόγου, ἅπερ ἐγκλινομέναις παρηκολούθει)· ἐδείχθη γὰρ ἐντελῶς ὡς ἀδυνατοῦσιν αἱ τῆς εὐθείας ἐγκλίνεσθαι· διὸ καὶ τὸ
τί σὺ τόσσον ὁμίλου (Υ 178)μόνως ὀρθοτονητέον. — ἄλλως τε αἱ ἐγκλινόμεναι τῶν ἀντωνυμιῶν οὐδέποτε προοισταί εἰσι κατ᾽ ἰδίαν, καθάπερ αἱ ὀρθοτονούμεναι, ἀλλ᾽ ἀεὶ μετά τινος μέρους λόγου παρατίθενται, δός μοι, τίμησόν με, καθάπερ καὶ ἄλλα τινὰ μέρη λόγου, ὡς αἱ προθέσεις, οἱ σύνδεσμοι, τὰ ἄρθρα. πῶς οὖν πρὸς τὰς ἐρωτήσεις φαμὲν κατ᾽ ἰδίαν ἔγωγε; — ὅτι δὲ καὶ διασταλτικῶς παραλαμβάνεται, δῆλον ἐκ τούτων,
οὕνεχ᾽ ὁ μὲν καλός τε καὶ ἄρτιπος, αὐτὰρ ἔγωγε (θ 310)καὶ
μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε (α 215).αἱ ἐγκλινόμεναι τῇ αὐτῇ καταλήξει χρῶνται, ᾗπερ καὶ αἱ ὀρθοτονούμεναι. — πῶς οὖν ἡ μὲν ἔγωγε εἰς γε λήγει, ἡ δὲ ἐγώ εἰς γω; — Χρὴ δὲ νοεῖν ὅτι μόνον παρῆκται διὰ τῆς γε συλλαβῆς· οὐ γὰρ κεῖται ὁ γέ παραπληρωματικὸς οὔτε ἐν συνθέσει, ἐπεὶ ἀδύνατον ἐγκλιτικὸν συν2.1,1.50 τίθεσθαι, οὔτε ἐν παραθέσει, ἐπεὶ μᾶλλον ὠξύνετο ἂν τὸ τέλος τῆς ἐγώ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ ἔμοιγε. — Διὸ καὶ ἐπεζήτησαν ἔνιοι, διὰ τί καὶ ἐπὶ αἰτιατικῆς καὶ γενικῆς οὐκέτι. πρὸς οὓς ἂν φαίημεν, ὅτι οὐκ ἐξωμάλισται τὰ τῶν διαλέκτων, μάλιστα δὲ τὰ τῶν Ἀττικῶν. ὅμοιος καὶ γέλοιος προπαροξύνοντές φασιν, ἀλλ᾽ οὐκέτι τὰ τούτοις παραπλήσια· ἤμελλον καὶ ἠβουλόμην, ἀλλ᾽ οὐ πάντα τὰ παρατατικὰ οὕτως ἐπεκτείνουσι· καὶ ἐπ᾽ ἄλλων πλείστων. τὸ αὐτὸ οὖν καὶ ἐπὶ τοῦ προκειμένου.
Δωριεῖς ἐγών. Σώφρων· ἐγὼν δέ τοι καὶ πάλαι ὤψεον (fr. 39 Ahrens). καὶ ὁ ποιητὴς δὲ συνεχῶς διὰ τοῦ ν, ὅτε φωνῆεν ἐπιφέροιτο, σαφὲς ὅτι τὸ χασμῶδες τῶν φωνηέντων ἀναπληρῶν τῇ τοῦ ν προσθέσει. κοινῇ δὲ προφορᾷ χρῆται ἐν τῷ
ἀλλ᾽ ἐγὼ οὐδέν σε ῥέξω κακόν (Ω 370)καὶ
ἀλλ᾽ ἐγὼ οὐ πιθόμην (Ε 201. Χ 103. ι 228)·καὶ τὸ ν οὐ προσέλαβεν, ἐπεὶ ἀνεπίδεκτον τὸ ἔπος κρητικοῦ εἰς σύμφωνον καταλήγοντος. — Οὐ φύσει φασὶ τὴν ἀντωνυμίαν λήγειν εἰς ν, πλεονάζειν δέ, ἐπεὶ ἡ κατὰ τὸ δεύτερον δίχα τοῦ ν, τύ. πᾶσα γὰρ ἀντωνυμία εἰς ν λήγουσα κατὰ τὸ πρῶτον, πάντως καὶ κατὰ τὸ δεύτερον, ἐμέθεν σέθεν, ἐμίν τίν, ἡμῶν καὶ ὑμῶν. Πρῶτον διάλληλα τὰ τῆς ἐπιχειρήσεως. τί γὰρ οὐ μᾶλλον ἡ τύ ὠλιγώρηται, ὅτι εἰς ν οὐ λήγει, ἢ ἡ ἐγών, ὅτι εἰς ν λήγει; — δεύτερον αἱ μακροκατάληκτοι λέξεις οὐ πλεονάζουσι τῷ ν ἀδιαφόρως· τὸ γὰρ τοιοῦτον ἐν τῷ ἔλεγεν ἢ ἔλεγε καὶ λέγουσιν, ἅπερ ἐν βραχυκαταλήκτοις. — τρίτον ἐν ὁμοιοκαταλήκτοις ἡ μονὴ τοῦ ν γίνεται, ἐμέθεν ἢ σέθεν, ἐμίν τίν, τὸ δὲ ἐγών εἰς ων λήγει, τοῦ δευτέρου διὰ τοῦ υ ἐκφερομένου. ἔπειτα παρὰ Βοιωτοῖς τὸ λεῖπον ἀνεπληρώθη· ἰδοὺ γὰρ τούν.
Οἱ αὐτοὶ Δωριεῖς ἐγώνγα καὶ ἐγώνη· οὐ γὰρ ἐγώνγα, άνασσα, Διὸς θύγατερ,
2.1,1.51 Ἀλκμάν (fr. 51 Bergk3). Αἰολεῖς βαρέως·ἔγων δ᾽ ἔμ᾽ αὔτᾳ τοῦτο συνόϊδα
Σαπφώ (fr. 102 Ahrens, 15 Bergk3). Βοιωτοὶ ἱών, ὡς μὲν Τρύφων(p. 27 Velsen), ὑφέσει εὐλόγῳ τοῦ γ, ἵνα καὶ τὰ τῆς μεταθέσεως τοῦ ε εἰς ι γένηται, ἐπεὶ φωνήεντος ἐπιφερομένου τὸ τοιοῦτον παρακολουθεῖ. ἀλλὰ μὴν καὶ ἐδασύνθη, ἐπεὶ δασύνεται τὰ φωνήεντα ἐν ταῖς ἀντωνυμίαις, ὅτε πρὸ φωνηέντων τίθενται, ἑός, ἑοῦ, ἑαυτῷ, ἑαυτόν, ἑοῖ. ὡς δὲ ἔνιοι, ὧν ἐστὶ καὶ ὁ Ἅβρων, θέμα ἐστίν, ὃ συζύγως οἱ αὐτοί φασι τῇ μὲν ἐγών τὴν ἱών, τῇ δὲ ἐγώνη τὴν ἱώνει, εἴγε τὸ παρὰ Δωριεῦσιν η εἰς ει μεταβάλλεται, τῇ δ᾽ ἐγώνγα τὴν ἱώνγα.
Κόριννα· μέμφομη δὲ κὴ λιγουρὰν Μουρτίδ᾽ ἱώνγα,
ὅτι βανὰ φοῦσ᾽ ἔβα Πινδάροιο ποτ᾽ ἔριν (fr. 12 Ahrens, 21 Bergk3)καὶ ἔτι ἱώνει δ᾽ εἱρώων ἀρετὰς
χεἰρωάδων (fr. 1 Ahrens, 10 Bergk3).
Τρύφων (p. 32 Velsen) φησὶ μηδ᾽ ὅλως εὐθείας εἶναι τὴν σύ, κλητικῆς δὲ μόνον, ἐν οἷς αἱ μὲν εὐθεῖαι τὸν περί τινος λόγον ἀναδέχονται, αἱ δὲ κλητικαὶ τὸν πρός τινα, ὅνπερ ἡ σύ ἀναδέχεται. — ἔτι ὃν τρόπον ἡ ἐκεῖνος οὐκ ἔχει κλητικήν, διότι ἐν ἀποστήματί ἐστι, τῆς κλητικῆς κλῆσιν ἐπαγγελλομένης τοῦ πέλας, οὕτως οὐδὲ ἡ σύ εὐθείας, ἐπεὶ τὰ ἐναντία ἀνεδέξατο. — αἱ κλητικαὶ δευτέροις προσώποις συντάσσονται, Ἕκτορ ἦλθες, Σώκρατες διελέξω· τοιοῦτον οὖν καὶ τὸ σὺ λέγε καὶ σὺ σκάπτε. — οὐκ ἐπεὶ δὲ εὐθείᾳ συντάσσεται ἐν τῷ σὺ ὁ λέγων, πάντως καὶ εὐθείας· ἰδοὺ γὰρ καὶ ἐπὶ ὀνομάτων, Ἀρίσταρχε αὐτὸς γέγραφας. — οὐ πάσης πτώσεως εὐθεῖα, τοῦ ἀλλήλους, τοῦ 2.1,1.52 ἐμαυτοῦ, ὥστε καὶ τῆς σύ οὔσης κλητικῆς οὐ πάντως εὐθεῖα ἐπιζητηθήσεται.
Ὅτι μὲν οὖν κλητικῆς ἐστὶν ἡ σύ, ἀναμφίβολον· ὅτι δὲ καὶ εὐθείας, λεκτέον. Αἱ συνεμπίπτουσαι τῶν λέξεων κατὰ τὰς συντάξεις τοῦ λόγου τὸ ἀμφίβολον τῆς συνεμπτώσεως ἀποβάλλουσι. τὸ γὰρ οὐκερῶ, τρία σημαῖνον, ἐν τῷ οὐκ ἐρῶ σοί ἢ οὐκ ἐρῶ σοῦ ἢ οὐ κερῶ σέ οὐκέτι ἀμφίβολον καθέστηκε, καὶ περισσὸν εἰς τοῦτο παρατίθεσθαι, τοῦ λόγου ἐπὶ πάντων συντείνοντος τῶν παραπλησίων. ὅθεν καὶ τὸ σύ κατὰ τὴν σύνταξιν δειχθήσεται, πότε εὐθείας ἐστὶ καὶ πότε κλητικῆς. ἐν οἷς γάρ φαμεν σὺ ἦλθες πρὸς ἐμέ, κλητικῆς· ἐγώ εἰμι καὶ ἐκεῖνός ἐστι καὶ σὺ εἶ, εὐθείας· τὰ γὰρ τῆς ὑπάρξεως ἢ κλήσεως ῥήματα εὐθείᾳ συντάσσονται. οὐ γὰρ πάντως καθολικὸν τὸ τὴν εὐθεῖαν ἐπὶ τρίτοις νοεῖσθαι πάντοτε· ἰδοὺ γὰρ ἐπὶ πρώτου καὶ δευτέρου, σεμνός εἰμι, σεμνὸς εἶ. — Ἄλλως τε τὰ μὲν ὀνόματα, δίχα τῆς κλητικῆς, ἐν τρίτοις νοεῖται, ὅτε μή, ὡς προείρηται, τὰ τῆς ὑπάρξεως ἢ κλήσεως ῥήματα συντάσσεται, Δίων περιπατεῖ, Δίωνι λέγε, Δίωνα τύπτε· αἱ δὲ ἀντωνυμίαι ἕνεκα τούτου παραλαμβάνονται, τῶν ὀνομάτων οὐ δυναμένων κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόσωπον παραλαμβάνεσθαι ἐπὶ τῆς προκειμένης συντάξεως. παρακολουθεῖ οὖν τοῖς κατὰ τὸ δεύτερον ἀνακρεμάμενον ἔχειν τὸν λόγον τὸν πρός τινα ὑπὲρ αὐτοῦ τοῦ προσφωνουμένου. ὁ γοῦν λέγων σὺ τύπτεις πρὸς αὐτὸν λέγει ὑπὲρ αὐτοῦ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν πλαγίων, σοὶ δίδωμι, σὲ φιλῶ. χωριστέαι οὖν αἱ ἀντωνυμίαι τῶν ὀνομάτων κατὰ τὰς συντάξεις ἕνεκα τούτου. — Ἔτι αἱ συναπτόμεναι 2.1,1.53 πτώσεις ἢ διεζευγμέναι ἢ συμπλεκόμεναι τῆς αὐτῆς ἔχονται πτώσεως· εἰ δέ που κλητικὴ παραλαμβάνοιτο, πάντως ἐκτὸς πεσεῖται τῆς συντάξεως. τοῦ μὲν οὖν προτέρου ἢ Ἀριστοφάνης ἢ Ἀρίσταρχος, καὶ Ἀριστοφάνη καὶ Ἀρίσταρχον, ἤτοι Ἀριστοφάνους ἢ Ἀριστάρχου, καὶ ἐμοῦ καὶ σοῦ, ἢ ἐγὼ ἢ ἐκεῖνος· τοῦ δὲ δευτέρου Σώκρατες, ἢ Διογένης παρέσται ἢ Θεόφραστος· Ἀρίσταρχε, καὶ Διονύσιος ἤκουσε καὶ Ἀπολλώνιος. ὅθεν εἴ φαμεν καὶ ἐγὼ καὶ σὺ καὶ ἐκεῖνος, εὐθείας τὸ σύ. — Τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ σύλληψιν ἔχει ὁμοιοπτώτων προσώπων, τὸ ὑμᾶς ἐκ τοῦ σὲ καὶ σὲ καὶ ἐκεῖνον, τὸ ὑμῖν ἐκ τοῦ σοὶ καὶ σοὶ καὶ ἐκείνῳ. ὅθεν τὸ
σφῶι .. σὺ καὶ κρατερὸς Λυκομήδης (Μ 366)εἰ σύλληψιν ἔχει τοῦ Λυκομήδης κατ᾽ εὐθεῖαν, δῆλον ὡς καὶ τὸ σύ εὐθείας καθέστηκεν. — Ἔτι αἱ ἀντωνυμίαι ὁμοιοπτώτοις τοῖς ὀνόμασι συντάσσονται, ἐμοῦ ὄντος Ἀπολλωνίου, ἐμοὶ ὄντι Δίωνι, σὲ ὄντα ἀγαθόν· εἰ οὖν εὐθείας τὸ ἐγώ εἰμι Διονύσιος, εὐθείας καὶ τὸ σὺ εἶ Δίων. — Ἡ κλητικὴ αὐτοτελὴς οὖσα στιγμὴν ἀπαιτεῖ· διὸ οὐδέποτε αἱ ἐγκλινόμεναι μετὰ κλητικῆς τίθενται, ὅτι μὴ μόνον ἡ μοί κατὰ πρῶτον πρόσωπον διὰ φιλοφρόνησιν,
Πάτροκλέ μοι δειλῇ (Τ 287).ἐν ᾧ οὖν φαμὲν σύ με, σύ μου, εὐθείας ἡ σύ· αἱ γὰρ εὐθεῖαι τήνδε τὴν σύνταξιν λαμβάνουσι. — Πρὸς τὰ πύσματα αἱ εὐθεῖαι ἀνθυπάγονται, τίς ἔγραψεν; Ἀρίσταρχος, ἐγώ· εὐθείας οὖν καὶ κατὰ τοῦτο τὸ σύ. — Ἔπειτα εἴ τι κλητικὴν ἔχει, πάντως καὶ εὐθεῖαν· οὐ μὴν εἴ τι εὐθεῖαν, πάντως καὶ κλητικήν. οὔτε γὰρ τὰ πύσματα, οὔτε τὸ 2.1,1.54 ἄλλος, ὡς προείρηται, οὔτε τὸ ἐκεῖνος. ὅθεν εἰ τὸ σύ κλητικῆς, πάντως καὶ εὐθείας. — Τὸ δὲ συνεμπεσεῖν τὴν φωνὴν οὐ ξένον· πλεῖσται γάρ εἰσιν εὐθεῖαι συνεμπίπτουσαι ταῖς κλητικαῖς.
Σύγε Ἀττικοί, καθάπερ καὶ τὸ ἔγωγε. Τινὲς ἐν δυσὶ μέρεσι λόγου, τοῦ γέ ἐν παραθέσει κειμένου, ἐπεὶ αἱ ἐπεκτεινόμεναι ἐν πρώτοις καὶ ἐν τρίτοις. Ἐν μὲν οὖν τῷ τόνῳ οὐχ οἷόν τε διελέγξαι τὴν παραγωγήν, ἐν δὲ τῇ Δωρικῇ τύγα οὔσῃ συνάγεται καὶ τὸ σύγε. ἡ γὰρ τύ ὀρθῆς τάσεως οὖσα εὐθεῖαν σημαίνει παρὰ Δωριεῦσι,
καὶ τὺ Διὸς θύγατερ μεγαλόσθενες (lyr. gr. adesp. 42 Bergk III3),ἐγκλινομένη δὲ αἰτιατικήν,
καί τυ φίλιππον ἔθηκεν (lyr. gr. adesp. 43 Bergk III3)καὶ τί τυ ἐγὼν ποιέω; Σώφρων (fr. 74 Ahrens).
Οὐδεμία ἀντωνυμία ἐγκλιθεῖσα πτώσεως ἐναλλαγὴν ποιεῖται· σημειωτέα οὖν ἡ τύ ἐγκλιτική. — Αἱ κατὰ τὸ δεύτερον πρόσωπον ἐγκλινόμεναι πάντως καὶ ὀρθοτονοῦνται, τῆς αὐτῆς πτώσεως οὖσαι· (ἡ μὲν γὰρ εὐθεῖα οὐδ᾽ ὅλως ἐγκλιθήσεται, ἐπεὶ ἀδύνατον)· πῶς οὖν ἡ τύ ἐπ᾽ αἰτιατικῆς οὐκ ὀρθοτονεῖται; — Μή ποτ᾽ οὖν οὐδ᾽ ὅλως αἰτιατικῆς ἐστίν, ἀλλ᾽ ἐν σχήματι λαμβάνεται, ᾧ λόγῳ καὶ δοτικὴ ἀντὶ γενικῆς,
Ἀχιλῆι δαμασθείς (Χ 55).καὶ οὐκ ἀνοίκειον τὸ σχῆμα· ἡ μὲν γὰρ γενικὴ τῇ δοτικῇ ᾠκείωται, ἡ δὲ αἰτιατικὴ τῇ εὐθείᾳ οὕτως, ὥστε καὶ ἐν δυϊκοῖς ἅπασι συνεμπίπτειν, καὶ καθ᾽ ἑνικὰς ἐκφοράς, ὡς ἐπὶ οὐδετέρων, καὶ κατὰ πληθυντικάς, ὡς ἐπὶ τῶν συνῃρημένων πληθυντικῶν, οἱ ταχεῖς τοὺς ταχεῖς. οὐκ ἀλόγως δὲ καὶ διὰ τῆς ἐγκλίσεως τὸ σχῆμα τῆς αἰτιατικῆς ἐνδείκνυται, εἴγε εὐθεῖα οὖσα ἀδυνατεῖ ἐγκλίνεσθαι. οὐ χρὴ ἄρα ζητεῖν, διὰ τί οὐκ ὀρθοτονεῖται καὶ ἐπὶ τῆς αἰτιατικῆς. εἰ γὰρ λέγομεν, ὡς ἀπὸ τῆς σέ ἐγένετο, χωρήσαντος τοῦ ε εἰς υ, ὡς τῆλε τῆλυ καὶ λάζεται λάζυται, καταλείψομεν ζήτησιν, διότι οὐκ ὀρθοτονεῖται. 2.1,1.55 Τὸ τυνη ὠλιγωρῆσθαί φασι, καθὸ τείνει τὸ υ· εἰ γὰρ ἐγώ ἐγώνη, τοῦ αὐτοῦ χρόνου μένοντος, χρῆν καὶ ἀπὸ τοῦ τύ τύνη. Τί γὰρ οὐ μᾶλλον τὸ τύ παραλόγως συνεστάλη ἤπερ τὸ τύνη ἐξετάθη; ἴσως δὲ καὶ αἱ διὰ τοῦ νη τείνουσι τὴν παραλήγουσαν· ἰδοὺ γὰρ καὶ ἀπὸ τοῦ ἐμίν ἐμίνη καὶ τίν τίνη. ἴσως δὲ καὶ τῷ Βύνη καὶ μύνη συνεξέδραμεν.
Βοιωτοὶ τού καὶ τούν καὶ τούγα.
Ἵ. Ταύτην οἱ μέν φασι παράλογον, ὅτι οὐ διὰ τοῦ υ· ἀποβολῇ γὰρ τοῦ ς τὰς κατὰ τὸ τρίτον ἀποτελεῖσθαι, σοῦ οὗ, σός ὅς. οἱ δὲ εἰσηγησάμενοι τὰς κατὰ τὸ τρίτον ὀρθοτονηθείσας ἀντανακλᾶσθαι οὐδ᾽ ὅλως φασὶ τὸ σχῆμα συστῆναι· εἰ γὰρ μόνως ὀρθοτονεῖται, καθότι εὐθείας, δῆλον ὡς εἰς σύνθετον μεταληφθήσεται, ὅπερ ἀσύστατον, σύνθετον εὐθεῖαν γενέσθαι. — Ἀλλὰ πρὸς μὲν τοὺς τὴν γραφὴν μεμφομένους ἐκεῖνο ἂν εἴποιμεν, ὡς ἡ ἀφαίρεσις τοῦ ς κατὰ τρίτα ἔστιν, εἰ αἱ κατὰ τὸ δεύτερον ταῖς κατὰ τὸ πρῶτον ὁμοιοκαταληκτοῦσιν, ἐμέθεν σέθεν ἕθεν, ἐμέ σέ ἕ· ἡ δὲ σύ τῇ ἐγώ οὐχ ὁμοιοκαταληκτεῖ· οὐκ ἄρα καὶ κατὰ τὸ τρίτον ὁμοιοκαταληκτήσει. πιθανὸν γοῦν ἐστι φάναι ὅτι, εἰ τὸ δεύτερον πρὸς τὸ πρὸ αὑτοῦ διήλλαξε, καὶ τὸ τρίτον πρὸς τὸ πρὸ αὑτοῦ διαλλάξει. — Πρὸς δὲ τοὺς ἀσύστατον ἡγησαμένους λεκτέον, ὅτι μάτην ὑπέλαβον τὴν τῶν τρίτων ὀρθοτόνησιν ἀντανακλασμὸν ἀπαιτεῖν, εἴγε ἐντελῶς ὑπὲρ τούτου προείρηται. — Ἀξιοπιστότερός τε ὁ Σοφοκλῆς μάρτυς, χρησάμενος ἐν Οἰνομάῳ· ἡ μὲν ὡς ἳ θάσσον᾽, ἡ δ᾽ ὡς ἳ τέκοι παῖδα (fr. 418 Dindorf). καὶ τὸ Ὁμηρικὸν ἔνιοι διὰ τοῦ ι γράφοντες προσπνέουσιν,
ἐναλίγκιον ὡς ἳ ἅπασα (Χ 410),ἐκδεχόμενοι τὸ αὐτή, ἡ Ἴλιος. ἀλλ᾽ εἰ καὶ ἐνταυθοῖ τὸν εἴ συναπτικὸν σύνδεσμον ἡ φράσις ἐπιζητεῖ, τὸ ἰωροί παρὰ Ἀττικοῖς ὁμολογεῖ τὴν 2.1,1.56 ἀντωνυμίαν. τὰ γὰρ φυλασσόμενα περιέχει ἡ τοῦ ὠρεῖν σύνθεσις. τὴν πύλην φυλάσσει πυλωρός, τὴν θύρην θυρωρός. οὕτω καὶ οἱ αὐτῆς τῆς πόλεως φύλακες ἰωροί. καλοῦνται δὲ καὶ οἱ αὐθιγενεῖς παρὰ Ῥοδίοις ἵγνητες, τῆς δασείας Ἀττικῶς προσελθούσης. Τρύφων φησὶ τὸν ἴον ἐγκεῖσθαι, ἀφ᾽ οὗ θηλυκὸν τὸ ἴα, ἀφ᾽ οὗ τὸ οἶος κατὰ πλεονασμὸν τοῦ ο. καὶ εἰ τὸ αὐτός εἰς τὸ μόνος μεταλαμβάνεται,
Τυδείδης αὐτός περ ἐὼν προμάχοισιν (Θ 99),εὔλογον καὶ τὸ μόνος εἰς τὸ αὐτός. καὶ τοῦτο δέ φησι, καθὸ οὐδεμία ἀντωνυμία συντίθεται μετ᾽ ἄλλου μέρους λόγου ἢ ἡ αὐτός. ἀλλ᾽ εἰ ἡ αὐτός συντίθεται, οὐκ ἀπεμφαῖνον καὶ τὴν ἰσοδυναμοῦσαν τῇ αὐτός συντίθεσθαι. — Δῆλον δὲ ὡς ἡ μετὰ δασέος βραχεῖα ἐκφορὰ τοῦ ι ἐλλειπῆ αὐτὴν κατέστησε κατὰ τὴν χρῆσιν.
Ἡ ὅς τὴν ἴσην σημασίαν ἔχει τῇ οὗτος,
ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν (α 286)καὶ ὃς γάρ ῥα μάλιστα
ἥνδανε κηρύκων (ρ 172)·καὶ Πλάτων ἦ δ᾽ ὅς. Καὶ ὁμοίως καὶ ἡ ὁ,
ὁ δὲ προσέειπεν (ξ 36)ἀντὶ τοῦ οὗτος,
ὁ δ᾽ ἐρεύγετο οἰνοβαρείων (ι 374).καὶ δῆλον ὡς ἀπ᾽ αὐτῆς καὶ ἡ ὅδε παρῆκται καὶ ἡ οὗτος, ᾧ λόγῳ καὶ ἀπὸ τοῦ τηλίκος τηλικοῦτος τηλικόσδε, καὶ ἀπὸ τοῦ τόσος τοσόσδε καὶ τοσοῦτος, οὐδὲν πλέον σημαίνοντα τῶν πρωτοτύπων. — Εἴρηται ὡς αἱ πλάγιαι ἀναλογώτεραι αἱ ἀπὸ τοῦ τ ἀρξάμεναι, τούτου καὶ τούτῳ, καὶ τοῦδε καὶ τῷδε, ἐπεὶ ἡ τοιαύτη παραγωγὴ τοῖς ἀπὸ τοῦ τ ἀρχομένοις παρείπετο. ἀλλὰ μὴν καὶ τὸ οὐδέτερον, ἀπὸ τοῦ τ ἀρχόμενον καὶ κατ᾽ εὐθεῖαν, διήλεγχε τὴν ἔλλειψιν τοῦ τ κατ᾽ εὐθεῖαν τοῦ ἀρσενικοῦ καὶ θηλυκοῦ, εἴγε τὰ οὐδέτερα συνάρχεται τοῖς ἀρσενικοῖς 2.1,1.57 καὶ θηλυκοῖς. καὶ ἡ κατ᾽ ἀρχὴν δασεῖα τὴν διὰ τοῦ τ γραφὴν μαρτυρεῖ· ἡ γὰρ ου δίφθογγος κατ᾽ ἀρχὰς τιθεμένη ψιλοῦται, οὐδαμός, οὐρανός, ὥστε καὶ τὸ ὅλον οὖλον ψιλῶς λέγεσθαι καὶ ἔτι τὸν ὅρον οὖρον. καὶ οὐκ ἀντέκειτο τὸ οὕνεκα, ἐπεὶ ὅσα τὸ τ προσλαμβάνει, ταῦτα ἀφαιρέσει τοῦ τ δασύνεται, τόσος — ὅσος, τηλίκος — ἡλίκος· καὶ ἐπεὶ τούνεκα, οὕνεκα δασέως. ἐν γὰρ τῷ περὶ δασείας περὶ τοῦ ἦμος καὶ ὄφρα εἴρηται. ὁμόλογος οὖν καὶ κατὰ τοῦτο ἡ ἔλλειψις τοῦ τ. Δωριεῖς λέγουσι τοῦτοι, ὅπερ πάλιν ὁμολογεῖ τὴν ἔλλειψιν τοῦ τ.
Διαφέρει ἡ οὗτος καὶ ὅδε τῆς ἐκεῖνος διαστηματικῆς. ἡ μὲν γὰρ πλησιάζει κατὰ τὴν δεῖξιν, ὥστε καὶ ἐπιλαμβανόμενόν τινα φάναι οὗτός με ἔπαισεν ἡ δὲ πάντοτε ἐν ἀποστήματι. ἔτι ἡ μὲν καὶ κατὰ τὸ πρῶτον καὶ κατὰ τὸ δεύτερον πρόσωπον συντάσσεται, φυσικῆς οὔσης τῆς συντάξεως· ὁ γὰρ ἑτέρου ἐπιψαύων πολὺ μᾶλλον ἑαυτοῦ· οὗτος ἐγὼ ταχύτατι,
Πίνδαρος ἐν Ὀλυμπιονίκαις (IV 37)· ὁμοίως καὶ ἐπὶ τῆς ὅδε·
ἔνδον μὲν δὴ ὅδ᾽ αὐτὸς ἐγώ (φ 207),ὁ ποιητής. ὦ οὗτος, ἦ οἰῇ στρατείαν ἐσσείσθαι; Σώφρων Ἀνδρείοις (fr. 23 Ahrens). ἡ δὲ ἐκεῖνος μόνως ἐπὶ τοῦ τρίτου. πάλιν γὰρ δὴ ἡ
κεῖνος μὲν δὴ ὅδ᾽ αὐτὸς ἐγώ (ω 321)ἀναπολεῖ τὸν ἐκ διαστήματος χρόνου νοούμενον. Τὸ δ᾽ ἀναφορικῶς τίθεσθαι κοινὸν καὶ τῆς ἐκεῖνος καὶ οὗτος καὶ ὅδε,
κεῖνος ἀνήρ, ὅτ᾽ ἐμεῖο κυνώπιδος (δ 145)·
οὗτος ὁ Κροῖσος, Ἡρόδοτος (I 6)·
τούσδε δ᾽ ἔα φθινύθειν (Β 346)·ὃς γάρ ῥα μάλιστα
ἥνδανε (ρ 172)·
τῆσδε δ᾽ ἂν οὐ φθονέοιμι (τ 348).τοιοῦτο καὶ τὸ
νηῦς δέ μοι ἧδ᾽ ἕστηκεν ἐπ᾽ ἀγροῦ νόσφι πόληος (α 185)·2.1,1.58 μεμπτέοι γὰρ οἱ ψιλῶς ἀναγνόντες, ἵνα ὁ καί νοῆται, ὑπολαμβάνοντες αὐτὴν δεικτικῶς μόνως τίθεσθαι.
Τὴν ἐκεῖνός φασι τῷ ε πλεονάζειν, καθότι αἱ διάλεκτοι μαρτυροῦσιν, Ἴωνες κεῖνος, Αἰολεῖς κῆνος, Δωριεῖς τῆνος. — τό τε ε πρὸ τοῦ κ κείμενον δασύνεται, ὅτε μὴ ἐν κλίσει παρακέοιτο ἔξωθεν προσερχόμενον. τοῦ μὲν οὖν προτέρου Ἑκάτη, Ἑκάβη, ἑκάς, ἑκηβόλος, ἑκών, κἂν ἀπὸ τοῦ εἴκω ἐνεστῶτος ἐσχηματισμένον ᾖ· τοῦ δὲ δευτέρου ἐκάλουν, ἔκλων, ἔκλυον. ἐχρῆν οὖν τὸ ἐκεῖνος δασύνεσθαι. — τὸ ἐν τρίτοις προσώποις ε δασύνεται, ἕθεν, ἕο, ἑοῖ· πῶς οὖν ψιλῶς τὸ ἐκεῖνος; Ὑπὲρ τοῦ οὖν μὴ πλεονάζειν λεκτέον. αἱ διάλεκτοι καὶ ἀφαιροῦσι καὶ πλεονάζουσιν, ἑορτή ὁρτή, τελέως λέως, τρόμος τέτρομος, ἐγώ ἐγώνη. ἀλλὰ καὶ Ἀλκμὰν πρώτῳ
μάκαρς ἐκεῖνος (fr. 14 Bergk3)φησί. — Ψιλοῦται τὸ ε πρὸ τοῦ κ, ἔκτασις καὶ ἐκτός. ἀλλ᾽ ἴσως τὴν πρόθεσιν αἰτιάσαιτο ἄν τις· καὶ τὸ ἁπαλός δασυνόμενον ἐπιφορᾶς γενομένης τοῦ τ ἐψιλώθη, ἀταλός· ἴσως ἄρα καὶ τὸ κ ἐκ δασέος ἐψίλου τὸ ε. — [Αἱ ἀφαιρέσεις ψιλὴν καταλιμπάνουσι τὴν ἄρχουσαν, λείβειν εἴβειν, φημί ἠμί, γαῖα αἶα· ἀλλ᾽ οὐκέτι τὸ ὗς ἀπὸ τοῦ σῦς ἐψιλώθη, ὅτι ἀρκτικὸν ὂν τὸ υ δασύνεται. — ] τὸ ε πλεονάζον ἐν δισυλλάβοις ἀναβιβάζει τὸν τόνον, ἔειπεν, ἔοργεν, ἕεδνα, ἕαδεν, εἰ πλεονασμός· τὸ γὰρ ἑώρων διὰ τὸ χρονικὸν παράγγελμα οὐκ ἀνεβίβασε τὸν τόνον. πῶς οὖν οὐ προπαροξύνεται τὸ ἐκεῖνος; — Τὸ ε κατὰ τὸ τρίτον δασύνεται ἀφαιρουμένου τοῦ κατὰ τὸ δεύτερον ς, σέο ἕο, σέθεν ἕθεν· τὸ δὲ ἐκεῖνος οὐχ οὕτως ἔχει. — Τὸ ε πλεονάζει ἐν ταῖς ἀπὸ φωνήεντος ἀρχομέναις λέξεσιν, ἑώρων, ἐῳνοχόει, ἑός, ἑέ, ἑοῖ, ἑῆς· πῶς οὖν ἐν τῷ ἐκεῖνος πλεονάζει; ἐδείχθη γὰρ ὡς τὸ ἐχθές ἐντελέστερον τοῦ χθές καὶ τὸ ἐθέλω τοῦ θέλω. — 2.1,1.59 Τὸ ἀφαιρούμενον ε καὶ λεκτὸν καταλιμπάνον ψιλοῦται· καὶ διὰ τοῦτο τὸ μὲν ἕστηκα δασύνεται, τὸ δὲ ἔστησα ψιλοῦται· ἐφ᾽ οὗ μὲν γὰρ ἀφαίρεσις,
στῆσε δ᾽ ἐν Ἀμνισῷ (τ 188),καὶ λεκτόν, ἐφ᾽ οὗ δὲ οὐκέτι. ὑγιῶς ἄρα καὶ τὸ ἐκεῖνος ψιλοῦται, εἴγε ἡ ἀφαίρεσις λεκτὸν καταλιμπάνει. — Τὸ πλεονάζον καὶ διὰ τοῦ πλεονάσματος καὶ διὰ τοῦ ὁλοκλήρου πολὺ πρότερον σημαίνεται, ἀδελφεός ἀδελφός, ἑός ὅς· πῶς οὖν, εἴπερ ἐκεῖ, πῶς οὐχὶ καὶ κεῖ; Αἰολεῖς κῆνος· φαίνεταί μοι κῆνος ἴσος θέοισιν ἔμμεν ὤνηρ,
Σαπφώ (fr. 2 Ahrens Bergk3). Δωριεῖς τῆνος· καθαιρημένος θηνκαὶ τῆνος ὑπὸ τῶ χρόνω, Σώφρων (fr. 10 Ahrens). σπανίως διὰ τοῦ κ· καὶ κῆνος ἐν σάλεσσιν πολλοῖς ἥμενος,
Ἀλκμάν (fr. 13 Bergk3).
Δεικτικώτεραι γινόμεναι προσλαμβάνουσι τὸ ι, οὑτοσί, ὁδί, ἐκεινοσί. σπανίως γὰρ ἐπ᾽ ἀναφορᾶς, ὡς παρὰ Δημοσθένει Σάτυρος οὑτοσί (p. 401, 16 Reiske). οἰκεία ἡ κατὰ τὸ τέλος ὀξεῖα ἐπὶ τούτων, εἴγε τὰ δεικτικώτερα μᾶλλον τοῖς τέλεσι τὴν ὀξεῖαν προσνέμει.
Ἡ ὁ δεῖνα παρ᾽ Ἀττικοῖς πολλάκις [καὶ] ἐπὶ τοῦ τυχόντος λαμβανομένη, παρὰ δὲ Συρακουσίοις δίχα τοῦ α, οὐχ ὁδεῖν τυ ἐπικαζε, Σώφρων Ἀνδρείοις (fr. 24 Ahrens). Οὐ κατὰ πρόσθεσιν ἡ ὁδί προσλαβοῦσα τὸ ν ἐγίνετο ὁδῖν, καθάπερ καὶ ἡ οὑτοσίν καὶ ἡ ἐκεινοσίν 2.1,1.60 παρ᾽ Ἀττικοῖς. πρῶτον γὰρ ἂν καὶ τὸν τόνον ἐφύλασσεν ὀξύν, καθάπερ καὶ τὸ οὑτοσί· ἔπειτα ταὐτὸν ἂν ἐσήμαινεν, ὥσπερ καὶ αἱ προκείμεναι καὶ καθόλου πᾶσα πλεονάσασα στοιχείῳ λέξις. νῦν δὲ τὸ μὲν ὁδί ὀξύνεται, καὶ δεικτικόν ἐστι· τὸ δὲ ὁδεῖν καὶ περισπᾶται, καὶ ἐπί τινος τυχόντος παραλαμβάνεται. ἔπειτα τὰ πλεονάσαντα ἔσωθεν κλίνεται, τουτονί καὶ τουτουΐ· πῶς οὖν τοῦ δεῖνος ἔξωθεν ἡ κλίσις; ἄμεινον οὖν ἦν θέμα καταλιπεῖν, ἢ ἀποκοπὴν τοῦ ὁδεῖνα, ἵνα καὶ τὰ τοῦ τόνου συμφωνῇ καὶ τὰ τῆς σημασίας. [βέλτιον θέμα, ἐπεὶ καὶ αἱ ἀποκοπαὶ ἄκλιτοι.]
Πᾶν πτωτικὸν ἢ κατὰ τὸ τέλος τὴν κλίσιν ποιεῖται, ἢ πρὸ τέλους, ὅτε ἐπεκτέταται, ὡς ἐν τῷ τοιοῦδε, τοιῷδε· πῶς οὖν τοῦ δεῖνος καὶ ἔτι τοῦ δείνατος, καὶ τῷ δεῖνι καὶ τῷ δείνατι, δύο κλίσεις ἀνεδέξατο; πῶς δὲ καὶ δύο τόνους, πάσης λέξεως μίαν ὀξεῖαν ἐχούσης ἢ περισπωμένην; — Πολλάκις καὶ ἐπ᾽ ὀνομάτων καθ᾽ ἑνὸς ὑποκειμένου δύο κλίσεις γίνονται, Νέα πόλις Νέας πόλεως, ἀγαθὸς δαίμων ἀγαθοῦ δαίμονος· οἷς ἐξ ἀνάγκης παρέπεται καὶ τὸ διτονεῖν, ὅτι καὶ δύο κλίσεις. οὐ πιθανὸν οὖν καὶ τουδεῖνος ὡς σωλῆνος προφέρεσθαι, ὥς φησι Τρύφων (p. 31 Velsen), ἵνα μὴ διτονήσῃ ἡ λέξις, δύο κλίσεων γινομένων.
Τὰς κατὰ τὸ τρίτον πρόσωπον, λέγω δὴ τὴν ἵ καὶ τὰς συζύγους, ἀναφορὰν προσώπων δηλούσας, συμβέβηκε μεταλαμβάνεσθαι εἰς τὴν αὐτός καὶ αὐτή καὶ αὐτό, εὐλόγως, ἐπεὶ καὶ αὐτὴ ἀναφέρεται πάντοτε ἐπί τι πρόσωπον, ὅτε μὴ ἐπιτέτακται πρώτῳ καὶ δευτέρῳ· ἀλλὰ καὶ ἡ οὗτος καὶ ἡ ἐκεῖνος μεθίστανται εἰς αὐτήν· κατὰ γὰρ τοῦ αὐτοῦ προσώπου νοεῖται τὸ ἐκεῖνος ἐνίκησε, τοιγαροῦν αὐτὸς τιμῆς 2.1,1.61 μεταλήψεται. οὐκέτι δὲ καὶ ἡ αὐτός εἰς τὸ ἐκεῖνος, οὐδὲ αἱ σύζυγοι, αὐτὸς ἐνίκησε, τοιγαροῦν οὗτος χαρήσεται· δύο γὰρ τὰ νοούμενα πρόσωπα. τοῦτο δὲ συμβέβηκεν, ἐπεὶ ἡ μὲν ἐκεῖνος καὶ ἡ οὗτος, δεῖξιν σημαίνουσαι, τὴν ὑπόγυιον γνῶσιν τοῦ προσώπου παριστᾶσιν, ἡ δὲ αὐτός ἐπ᾽ ἀναπολούμενον πρόσωπον φέρεται. ὀρθῶς οὖν ἐπὶ τὴν διὰ τοῦ ἐκεῖνος δηλουμένην δεῖξιν ἐπαναπολεῖται ἡ αὐτός, οὐκέτι μέντοι ἡ ἐκεῖνος ἢ οὗτος ἐπὶ τὴν αὐτός δύναται ἀναπέμπεσθαι· πρώτη γὰρ ἡ διὰ τῶν δεικτικῶν ἀντωνυμιῶν γνῶσις.
Οὐ μόνον δὲ διαφέρει τῶν κατὰ τὸ τρίτον φωνῇ, ᾗ αἱ μὲν ἀπαρέμφατοι γένους διὰ τῆς φωνῆς, (οἷ γὰρ καὶ ἕ), ἡ δὲ καὶ διὰ τῆς φωνῆς γένους ἐστὶ παραστατική, ἀλλ᾽ ᾗ καὶ πρώτῳ καὶ δευτέρῳ συντάσσεται, αἱ δὲ οὔ. καὶ αἱ μὲν ἀκωλύτως ὀρθοτονοῦνται καὶ ἐγκλίνονται, ἡ δὲ μόνως ὀρθοτονεῖται, ἀναμφιλέκτως μὲν κατὰ πᾶσαν πτῶσιν, κατὰ δὲ αἰτιατικὴν οὐκ ἀναμφιλέκτως. τινὲς μὲν γὰρ ἐγκλίνουσιν, ὅτε ἀπόλυτος ἡ σημασία, καθάπερ ἐκείνη ἡ ἀνάγνωσις
κόψε γάρ αὐτον ἔχοντα (Μ 204).
Τρύφων (p. 28 Velsen) δὲ παρῄνει καὶ ταύτην ὀρθοτονεῖν, καθὸ αἱ τριγενεῖς τῶν ἀντωνυμιῶν μόνως ὀρθοτονοῦνται, αἱ δὲ ἐγκλινόμεναι οὔποτε γένους ἐμφατικαὶ διὰ τῆς φωνῆς. — καὶ καθὸ αἱ κατὰ γενικὴν καὶ δοτικὴν μὴ ἐγκλιθεῖσαι οὐδὲ κατ᾽ αἰτιατικήν· οὔτε δὲ ἡ αὐτοῦ οὔθ᾽ ἡ αὐτῷ ἐγκλίνονται, οὐκ ἄρα οὐδὲ ἡ αἰτιατική. — ἔτι αἱ ἐγκλινόμεναι καὶ ὀρθοτονούμεναι κατὰ τὸ τρίτον, ἡνίκα ὀρθοτονοῦνται, πάντως καὶ ἀντανακλῶνται, ἡ δὲ αὐτόν οὐκέτι.
Ἀλλὰ ἀντίκειται τὸ σημαινόμενον· διαφέρει γὰρ τὸ ἔπαισέν αὐτον ἐγκλινόμενον τοῦ ὀρθοτονουμένου· ὃ μὲν γὰρ ἔμφασιν ὑπεροχῆς σημαίνει, λέγω δὲ τὸ ὀρθοτονούμενον, ὃ δὲ καὶ ἐπ᾽ εὐτελοῦς τινος τάσσεται. αἱ γένους παραστατικαὶ καὶ δεῖξιν σημαίνουσαι ἀλλότριαί εἰσιν ἐγκλίσεως· οὐδὲν οὖν τὸ κωλῦον τὴν αὐτόν ἐγκλίνειν, ἀμοιροῦσαν 2.1,1.62 δείξεως. ἔτι δεικτικώτεραι γινόμεναι διὰ τοῦ ι ἐπεκτείνονται, οὑτοσί, ὁδί· ἀλλ᾽ οὐκέτι ἡ αὐτός, οὐδὲ γὰρ δεικτική.
Οὐχ ὑγιὲς λέγειν, ἐπεὶ καὶ τὸ ἕ ἐγκλίνεται, εὐθέως καὶ τὸ μεταλαμβανόμενον αὐτόν. ἰδοὺ γὰρ τὸ
ἐπεί ἑο κήδετο λίην (ξ 461)καὶ τὸ
καί οἱ ἐπευχόμενος (Φ 121)·καὶ τὰ μεταλαμβανόμενα ταύτης τῆς τάσεως οὐ τυγχάνει. Ἅπερ οὐκ ἤγειρε τὴν ὑπερκειμένην συλλαβὴν εἰς ὀξεῖαν, ὁμοίως τῇ αὐτόν αἰτιατικῇ, ἐπεὶ τοῖς τετραχρόνοις τὸ ἐγκλιτικὸν οὐ παρείπετο· οὐδὲ κατὰ τὴν προτέραν συλλαβὴν ὠξύνθη, ὅπερ τοῖς τετραχρόνοις παρηκολούθει, ὡς ἐπὶ τοῦ ἔδωκεν ἥμιν, ἥρπασεν ἥμων, ἐπεὶ Αἰολικώτερα τὰ τῆς προφορᾶς καθίστατο. ὅθεν οὐδὲ ἐπὶ τῆς ἀπολελυμένης σημασίας δεῖ τὸν τόνον τῆς περισπωμένης τρανότερον προφέρεσθαι, ἀλλὰ νοεῖν ὅπως τὸ τῆς ἐγκλίσεως σχῆμα φυλάσσηται.
Προείρηται ὡς παντὶ προσώπῳ ὀρθοτονουμένῳ σύνεστι, διὸ καὶ ἐπιταγματικὴ ἐκαλεῖτο ὑπὸ Ἀριστάρχου. Ἀλλὰ μὴν καὶ κτητικαῖς συντάσσεται, γενικῆς πτώσεως οὖσα. καὶ σαφές ἐστιν ὡς πάλιν σύνταξιν ἔχει τῆς πρωτοτύπου, ἥτις ἐν τῷ κτήτορι νοεῖται κατὰ γενικήν,
αὐτῶν γὰρ σφετέρῃσιν (α 7),
ἦ ἑὸν αὐτοῦ χρεῖος (α 409)·τὰ γὰρ ἐντὸς πρόσωπα τούτων ἐν γενικῇ πτώσει νοεῖται.
Μόνη διπλασιάζεται παρὰ Δωριεῦσιν ἡ αὐτός ἐν τῷ αὐταυτός, αἰ 2.1,1.63 δὲ μὴ ἐγὼν ἔμαθον ταῖς αὐταυτᾶς χερσίν, Σώφρων (fr. 65 Ahrens). Μόνη συντίθεται μετὰ ἀντωνυμιῶν κατὰ τέλος καὶ μετὰ ἄλλων μερῶν λόγου ἐν ἀρχῇ, αὐτάρεσκος, αὐτοδίδακτος. καὶ διὰ τοῦτο ἐσημειοῦτο τὸ φίλαυτος· εἴρηται ἡ αἰτία ἐν τῷ περὶ σχημάτων.
Ἐπεὶ πρώτῳ καὶ δευτέρῳ συντάσσεται προσώπῳ καὶ τρίτῳ, ὑπέλαβόν τινες αὐτὴν κοινὴν τῶν τριῶν προσώπων καθεστάναι. Πρὸς τοῦτο φαίημεν, ὅτι πρώτου καὶ δευτέρου νοεῖται διὰ τὰς συντάξεις τῶν ἀντωνυμιῶν ἢ ῥημάτων, αὐτὸς ἔδωκα, αὐτὸς ἰδέ· αὐτὴ μέντοι κατ᾽ ἰδίαν τρίτου ἐστί· καὶ δῆλον ἐκ τῶν ἀπαρεμφάτων, ἅπερ ἀντωνυμίᾳ συντασσόμενα παρεμφατικὰ γίνεται προσώπου· τὸ γὰρ ἐμὲ γράφειν πρώτου καὶ τὸ σὲ γράφειν δευτέρου. ἐν ᾧ οὖν αὐτόν φαμεν γράφειν καὶ τρίτου νοεῖται, ὁμόλογον ὅτι τὸ αὐτός τρίτου προσώπου. — τὸ δὲ μεῖζον· αἱ κατὰ τὸ τρίτον εἰς αὐτὴν μεταλαμβάνονται, ὅπερ οὐκ ἐνδεχόμενον, εἰ μὴ καὶ αὐτὴ τρίτου προσώπου καθειστήκει.
Τινὲς ἐπεχείρησαν εἰς τὰ ὀνόματα μεταλαμβάνειν τὴν αὐτός, καθὸ ἰσοδυναμεῖ τῷ μόνος,
Τυδείδης αὐτός περ ἐών (Θ 99),καὶ καθὸ ἄρθρου ἐπιδεκτική, τῶν εἰς ος πρωτοτύπων μὴ ἐπιδεχομένων τὰ ἄρθρα. — σύγκρισίν τε καὶ παραγωγὴν ἀνεδέξατο, ὡς ἐν Ἀλκυόνι 2.1,1.64 Ἐπίχαρμος, αὐτότερος αὐτῶν (fr. 2 Ahrens). — ὀξύνεταί τε ὁμοίως τῷ καυτός, τῶν ἄλλων βαρυτονουμένων. Πάνυ δ᾽ εὐήθη τὰ προκείμενα. οὐ γὰρ τὰ ἀντί τινων μερῶν λόγου παραλαμβανόμενα ταὐτά
ἐστιν ἐκείνοις. τὸ Ἴλιον εἴσω (Α 71) ἀντὶ τοῦ εἰς Ἴλιον, καὶ τὰ
ἐπιρρήματα οὐ ταὐτὰ ταῖς προθέσεσι. τὸ βριθομένη (Θ 307) μετοχικὸν ἀντὶ τοῦ βρίθεται, καὶ οὐ πάντως ῥῆμα καὶ μετοχὴ ταὐτόν.ἄλλα μυρία. — διὰ τί ἄρθρου ἐστὶ δεκτική, εἴρηται. ἄλλως τε τοῖς μὲν ὀνόμασι τὸ ἄρθρον προσελθὸν μιᾶς ἀναπολήσεώς ἐστι παραστατικόν, ὁ ἄνθρωπος ἦλθεν, ὁ καὶ πάλαι γινωσκόμενος· ἐν δὲ τῷ ὁ αὐτός πλείονες αἱ ἀναφοραί. — ἕνεκα γελοίου ἡ κωμῳδία σχήματά τινα ἔπλασεν, ὥστε οὐ κριτήριον τῆς λέξεως τὸ αὐτότερος, ἐπεὶ καὶ Δαναώτατος ὑπερτίθεται παρὰ Ἀριστοφάνει, τῶν κυρίων οὐ συγκρινομένων. — εἰ δὲ καθὸ ὀξύνεται, ὄνομα, καὶ τὸ ἐκεῖνος ὅμοιον τῷ Φιλῖνος καὶ τὸ οὗτος τῷ κοῦφος, καὶ οὐ πάντως ὀνόματα.
Ἀντ᾽ ὀνομάτων παραλαμβάνεται, ὅπερ ἴδιον ἀντωνυμιῶν. — ἐδείχθη τε ὡς αἱ κατὰ τὸ τρίτον εἰς αὐτὴν μεθίστανται, καθὸ δυνάμει αἱ αὐταί εἰσιν ἀντωνυμίαι. — τὰ τοῦ πρώτου καὶ δευτέρου προσώπου ῥήματα ἀντωνυμίαις παρατιθέμενα αὐτοτέλειαν ποιεῖ, ἐγὼ ἔγραψα, σὺ ἐλάλησας· ὀνόμασι δὲ οὔ, εἰ μὴ τὸ λέγεσθαι ἢ ὑπάρχειν ἤ τι τούτοις ἰσοδυναμοῦν, Δίων λέγομαι, Θέων ὑπάρχω. ἡ δ᾽ αὐτός ἅπασι ῥήμασιν, αὐτὸς λέγω, αὐτὸς ἔδωκα. — εἰ τὰ τέλη τῶν συνθέτων ἐπικρατεῖ, καὶ τὸ εὔτακτος ὄνομα καὶ τὸ χειρογραφῶ ῥῆμα, πῶς οὐχὶ γέλοιον τὸ μὲν σαυτοῦ καὶ ἐμαυτοῦ ἀντωνυμίας φάναι, τῆς αὐτοῦ ἐγκειμένης κατὰ τὸ τέλος, τὸ δὲ τέλος ὄνομα; Ἐμοῦ. Ὁμοφωνοῦσα αὕτη κτητικῇ τῇ ἀπὸ τῆς ἐμός, κατὰ τὰ λοιπὰ σχήματα διαστέλλεται· ἐμοῖο γὰρ ἡ παρὰ τὴν κτητικήν, ἡ δ᾽ ἐμέο καὶ ἐμεῦ καὶ ἐμέθεν καὶ ἐμεῖο παρὰ τὴν πρωτότυπον. καὶ ἔτι ᾗ μὲν ἔγκλισις παρακολουθεῖ, ᾗ δ᾽ οὔ. — Ἀλλὰ καὶ ἡ μοῦ μονο2.1,1.65 σύλλαβος τῆς ἐμοῦ δισυλλάβου προείρηται τίσι διαφέρει. — Λείπεται διαλαβεῖν, δι᾽ ἣν αἰτίαν ἡ ἐμαυτοῦ σύνθετος μεταλαμβάνεται εἰς τὴν ἐγκεκλιμένην, οὐκέτι δὲ εἰς τὴν ὀρθοτονουμένην. τὸ γὰρ πρὸς ταῖς ἐμαυτοῦ νῦν θύραις (Menandri fr. CCXCIII Meineke) ἴσον ἐστὶ τῷ πρὸς ταῖς θύραις μου, αὐτὸ μόνον τῆς ἀντιδιαστολῆς ἀφῃρημένον. εἰ δὲ ἐντελῶς ἐδείχθη, ὡς αἱ ὀρθοτονούμεναι τῶν ἀντωνυμιῶν, ὅτε τὴν τοῦ ῥήματος διάθεσιν ἐφ᾽ ἕτερον οὐκ ἔχουσι πρόσωπον συντείνουσαν, πάντως εἰς σύνθετον μεταλαμβάνονται, ὁμόλογον ὡς καὶ ἐπὶ τοῦ πρώτου καὶ δευτέρου ταὐτὸν παρακολουθήσει. περισσὸν ἄρα ζητεῖν, διὰ τί αἱ σύνθετοι οὐ μεταλαμβάνονται εἰς ἁπλᾶς ὀρθοτονουμένας· αὐταὶ γὰρ εἰς σύνθετον μετατιθέμεναί εἰσιν ὑπὲρ τοῦ τὸ μεταβατικὸν διαστεῖλαι τοῦ ἀντανακλωμένου.
Ἐμεῦ. κοινὴ Ἰώνων καὶ Δωριέων,
ἐμεῦ δ᾽ ἕλετο μέγαν ὅρκον (δ 746)·ἄκουε νῦν καὶ ἐμεῦ, Ῥώγκα, Σώφρων (fr. 64 Ahrens). καὶ Φερεκύδης ἐν τῇ θεολογίᾳ, καὶ ἔτι Δημόκριτος ἐν τοῖς περὶ ἀστρονομίας καὶ ἐν τοῖς ὑπολειπομένοις συντάγμασι συνεχέστερον χρῶνται τῇ ἐμεῦ καὶ ἔτι τῇ ἐμέο. διὸ καὶ ὁλοκληροτέραν ἄν τις αὐτὴν ὑπολάβοι τῆς ἐμεῖο καὶ σεῖο, καθὸ οἱ πεζολόγοι τῇ μὲν διὰ τοῦ ι οὐκ ἐχρήσαντο, τῇ δὲ διὰ τοῦ ε· καίτοι τῶν περὶ Τρύφωνα (p. 27 Velsen) οὐκ ἀπιθάνοις λόγοις προσκεχρημένων ὑπὲρ τοῦ τὴν ἐμεῖο ἐντελεστέραν εἶναι· εἰ γὰρ ἀπὸ τῶν εἰς φωνῆεν ληγουσῶν γενικῶν μείζονες γινόμεναι ἢ κατὰ τὸ τέλος μεγεθύνονται ἢ κατὰ τὴν παραλήγουσαν, οὐδέποτε δὲ ἐν ἀμφοτέροις βραχύνονται, Ἀτρείδαο Ἀτρείδεω, Πριάμοιο, καὶ ἔτι ἐπ᾽ ἀντωνυμιῶν, ἐμοῖο, σοῖο, πῶς οὐχὶ κατὰ τόνδε τὸν λόγον ἡ ἐμέο καὶ σέο ἐλλείπουσι τῷ ι, ἀπὸ τῆς ἐμοῦ καὶ σοῦ αὐξηθεῖσαι; Ἀλλ᾽ εἴρηται ὅτι ἰσχυρότερα τὰ τῶν πεζολόγων μαρτύρια. ἄλλως τε εἰ ἐδείκνυντο αἱ ἀντωνυμίαι 2.1,1.66 πρωτοτυποῦσαι ἀνακόλουθοι καὶ κατὰ ἀριθμὸν καὶ κατὰ πτῶσιν, οὐκ ἀπεμφαῖνον εἰ καὶ κατὰ αὐξήσεις τῶν πτώσεων.
Ἐμέθεν. Πυκνῶς αἱ χρήσεις παρὰ Αἰολεῦσιν, ἔμεθεν δ᾽ ἔχεισθα λάθαν· ἤ τιν᾽ ἄλλον μᾶλλον ἀνθρώπων ἔμεθεν φίλησθα (Sapphus fr. 89 Ahrens,
21 et 22 Bergk3).ἀλλὰ καὶ παρὰ Συρακουσίοις· ἔτι μεθὲν ἁ καρδία παδῇ, Σώφρων Γυναικείοις (fr. 46 Ahrens). παρά τε τῷ ποιητῇ ἡ χρῆσις καὶ σχεδὸν συνεχής. διὸ οὐδὲ Αἰολικώτερον χρὴ ἀναγινώσκειν, διηκούσης καὶ ἐπὶ πολλὰς διαλέκτους τῆς χρήσεως. — Ἐπεὶ δέ, φασίν, ἀπὸ τῆς Λέσβου γενικῆς ἐπίρρημά τι ἀποτελεῖται Λεσβόθεν, οἴκου οἴκοθεν, οὐρανοῦ οὐρανόθεν, τοῦ υ παραιρουμένου, οὕτω καὶ ἀπὸ τῆς ἐμεῦ τὸ ἐμέθεν ἀποτελούμενον ἐπίρρημα ἂν γένοιτο. Πάνυ δὲ ληρώδης ἡ τοιαύτη παράδοσις. οὔτε γὰρ τὰ παραγόμενα, μετατιθέντα τὰ τέλη, οὐχὶ τὸ αὐτὸ μέρος λόγου καταστήσεται, οὔτε φυλάξαντα τὸ αὐτὸ μέρος λόγου. τὸ οἶκον δέ καὶ τὰ παραπλήσια τὸ αὐτὸ τέλος ἐφύλαξε τῆς αἰτιατικῆς, ἀλλ᾽ οὐ τὸ αὐτὸ μέρος λόγου· τὸ
ἀπὸ χαλκόφι χαλκός (Λ 351)οὐκ ἐφύλαξε, καὶ ἴσον τῷ ἀπὸ χαλκοῦ. αὐτή τε ἡ διὰ τοῦ θεν παραγωγὴ ὁτὲ μὲν ἐπιρρηματικῶς τὸ ἐκ τόπου σημαίνει, Λεσβόθεν, πάντοθεν, Ἰλιόθεν, ὁτὲ δὲ ταὐτὸ σημαίνει τῷ πρωτοτύπῳ. τί γὰρ ἂν εἴη τὸ
σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη (β 267);ἢ οὐ δῆλον ὡς σχεδόν; οὐ γὰρ σύνεγγυς οὐρανὸς τῆς γῆς, ἵν᾽ οὕτως ἀκούηται ἐκ τοῦ σύνεγγυς τόπου.
Ἴδηθεν μεδέων (Γ 276)ἀντὶ τοῦ Ἴδης· εὔηθες γὰρ τὸν ἐξ Ἴδης τῆς κατὰ Κρήτην παραδέχεσθαι, τὸν ἐπιχώριον Ἰδαῖον Δία παραπεμψάμενον.
2.1,1.67 Αἴας δ᾽ ἐγγύθεν ἦλθεν (Ρ 128)·ἄλλα μυρία. διὸ καὶ ἐπὶ τῆς προκειμένης ἡ ἐξέτασις προαγέσθω.
Εἰ μὲν οὖν ἐν τῷ ἐμέθεν καὶ σέθεν ἔγκειται τὸ ἔξ, καθάπερ ἐπὶ τοῦ οὐρανόθεν, Διόθεν, ὁμόλογον ὅτι ὁμοίως τούτοις παραχθέντα ἐπιρρήματά ἐστιν· εἰ δὲ τὴν αὐτὴν σύνταξιν ἔχει τῇ γενικῇ, σαφὲς ὅτι καὶ ταὐτὸ μέρος λόγου· οὐ γὰρ φωναῖς μεμέρισται τὰ τοῦ λόγου μέρη, σημαινομένοις δέ. τῶν γενικῶν μετὰ καὶ ἄλλων προθέσεων ἡ πρό ἡγεῖται, τῶν δὲ ἐκ τόπου ἐπιρρημάτων οὐδέποτε· οὐ γὰρ πρὸ οἰκόθεν φησί τις, πρὸ οἴκου δέ, οὐδὲ πρὸ Λεσβόθεν, πρὸ Λέσβου δέ. ὅθεν εἰ τὸ
πρὸ ἕθεν (Ε 96)τὴν αὐτὴν σύνταξιν ἔχει τῷ πρὸ αὐτοῦ, ἀντωνυμία γενήσεται ἡ ἕθεν. ταὐτὸ καὶ ἐπὶ τοῦ
ἐξ ἐμέθεν (Ι 456).ἴσον γὰρ τῷ ἐξ ἐμοῦ. παρὸν δὲ καὶ τὰς γενικὰς μεταλαμβάνοντας εἰς τὰς προκειμένας ἀνεπίληπτον τὴν φράσιν καθιστάνειν. τὸ δ᾽
ἐξ οὐρανόθεν (Θ 21)πλεονάζει τῷ ἔξ, ἐντελὲς μέντοι τὸ
οὐρανόθεν προΐαλλεν (Θ 365).[Οὐχ ὑγιὲς λέγειν ὅτι τὰ ἐπιρρήματα πρόσωπα οὐκ ἔχει· πῶς οὖν ἐμέθεν, σέθεν, ἕθεν; πρὸς γὰρ τοῦτο φήσει τις, ὅτι κατὰ πρόσωπα τὰ ἐπιρρήματα παρῆκται.]
Τὰς μὲν οὖν ἄλλας τῶν πλαγίων συμβέβηκεν ἐν μεταβάσει ἑτέρου προσώπου νοεῖσθαι, ἐμὲ ἐπαίδευσας, Διονυσίῳ ἐλάλησας· διὰ γὰρ τῶν ῥημάτων αἱ εὐθεῖαι· Τὰς δὲ συνθέτους τῶν ἀντωνυμιῶν τὴν μετάβασιν ποιεῖσθαι ἀπὸ τοῦ αὐτοῦ προσώπου εἰς τὸ αὐτὸ πρόσωπον, ἐμαυτὸν ἔπαισα, ἐμαυτῷ ἐλάλησα. (διὸ καὶ ἀντανακλώμεναι καλοῦνται, ἀπὸ μεταφορᾶς τῶν εἰς αὑτὰ ἀντανακλωμένων σωμάτων) τὴν μέντοι γενικὴν καὶ ἐπὶ ἕτερον πρόσωπον συντείνειν. ἐν οἷς καὶ ἄρθρον τότε ἐπιδέχεται, τῶν ἄλλων ἀντωνυμιῶν ἄρθρον οὐ προσλαμβανουσῶν, τῷ ἐμαυτοῦ φίλῳ διελεξάμην, τοῦ ἐμαυτοῦ δούλου δεσπόζω. καὶ σαφὲς τὸ αἴτιον. ἐπεὶ γὰρ ἅπαξ πᾶσα γενικὴ ἐπὶ πρᾶγμά τι φέρεται, Πλάτωνος ἤκουσα, ἢ ἐπί τι κτῆμα, Πλάτωνος δοῦλος, ἐμοῦ 2.1,1.68 δοῦλος, τοῦτο κἀν τῇ προκειμένῃ παρακολουθεῖ. ἰδοὺ μὲν γὰρ κατὰ πράγματος ἐμαυτοῦ ἤκουσα, κατὰ δὲ κτήματος ἐμαυτοῦ δούλῳ διελεξάμην, ἐμαυτοῦ ἀγρὸν ἔσκαψα. ἐν οἷς καὶ τὸ ἄρθρον προστίθεται, οὐκ αὐτῆς ὄν· ἀδύνατον γάρ, ὡς προαπέδειξα· τοῦ δὲ κτήματος. ὁμόλογον ἐκ τοῦ μετασχηματίζεσθαι πρὸς τὸ σχῆμα τοῦ κτήματος, τῷ ἐμαυτοῦ δούλῳ, τοὺς ἐμαυτοῦ δούλους, καὶ ἔτι ἐκ τοῦ μὴ προσλαμβάνειν ἄρθρον, ἐν οἷς οὐδὲ ἐπὶ κτῆμα φέρεται, σαυτοῦ ἀκούεις. διὸ καὶ αἱ ἑξῆς πτώσεις, οὐδέποτε ἐπὶ κτῆμα φερόμεναι, ἀπροσδεεῖς εἰσιν ἄρθρου.
Διὸ οὐδὲ συγκαταθετέον Τρύφωνι (p. 29 Velsen) φάσκοντι, ἐν οἷς ἄρθρον προσλαμβάνει ἡ γενική, καὶ ἐν οἷς κτῆμα σημαίνει, ἐν τούτοις ὁμόλογος ἡ σύνθεσίς ἐστιν ὡς ἐκ τῆς ἐμοῦ κτητικῆς τὴν σύνθεσιν ἐποιήσατο· ἐν οἷς δὲ οὐκέτι, ἀπὸ τῆς ἐμοῦ, ἥ τις πρωτότυπός ἐστιν. — Εἰσὶ δὲ καὶ ἄλλαι ἀποδείξεις τοῦ μὴ ἐγκεῖσθαι τὴν ἀπὸ τοῦ ἐμός γενικήν. ταῖς κτητικαῖς τὰ ὑπακουόμενα ὁμοιόσχημα, ταῖς δὲ γενικαῖς ἀδιαφορεῖ τὸ ὑπακουόμενον. τοῦ μὲν οὖν προτέρου ἐμὸς οἶκος, Ἀριστάρχειος δοῦλος, ἐμοὶ δοῦλοι, ἐμοὺς δούλους· τοῦ δὲ δευτέρου Ἀριστάρχου δοῦλοι ἢ δοῦλαι ἢ οἱαιδήποτε πτώσεις μεθ᾽ οἱουδήποτε γένους, μετὰ ἀριθμοῦ ἀδιαφόρου. εἰ τοῦθ᾽ ὑγιές, ἐν οἷς τῷ ἐμαυτοῦ ἀδιάφορα τὰ ἐπιφερόμενα, ἐν τούτοις τῆς γενικῆς ἡ κτῆσις μηνύεται καὶ οὐ τῆς κτητικῆς ἀντωνυμίας. — ἔτι γε μὴν καὶ ἐκ τῶν παρατιθεμένων ἄρθρων ἐνὸν πιστώσασθαι, ἐν οἷς πάλιν γενικῇ μὲν κτῆσιν σημαινούσῃ ἀδιάφορα τὰ ἄρθρα, κτητικῇ δὲ ἀντωνυμίᾳ ἢ ὀνόματι ὁμοιόσχημα παρατίθεται, ὁ ἡμέτερος, ὁ ἐμός, ὁ Ἀριστάρχειος, τοῦ Ἀρισταρχείου, τοῦ ἡμετέρου· γενικῇ δὲ τοὺς Ἀριστάρχου, τοῖς Ἀριστάρχου, τοῖς ἐκείνου. ἐν οἷς οὖν πάλιν ἀδιάφορα τὰ ἄρθρα, τοὺς ἐμαυτοῦ καὶ τὰς ἐμαυτοῦ, ἐν τούτοις τῆς γενικῆς ἡ κτῆσις. — πρὸς τούτοις, ὅτε μὲν γενικὴ κτητική τινος κτῆσιν δηλοῖ, δύο κτήματα νοεῖται, καὶ φαίνεται ὅτι τὸ μὲν τῆς κτητικῆς ἐστὶ λέξεως, τὸ δὲ ἕτερον τῆς γενικῆς, ὡς εἰ ἔλεγε τοῦ ἐμοῦ ἀγροῦ καρπός, τοῦ ἐμοῦ δούλου παῖδα 2.1,1.69 ἔτυψα. εἴπερ οὖν ἡ σύνθεσις ἐν κτητικῇ, κἂν δύο κτήσεις ἐνοοῦντο ἐν τῷ ἐμαυτοῦ δοῦλον ἔπαισα μία δέ ἐστι· μετάξαντες γοῦν εἰς τὴν ἐγκεκλιμένην φαμὲν δοῦλόν μου ἔπαισα. εἰ δὲ οὕτως ἐνοοῦμεν δοῦλον τοῦ ἐμοῦ φίλου ἔπαισα, κἂν ὅλως ὁμόλογον ἦν τὸ σχῆμα ἐκ τῆς ἐμοῦ κτητικῆς συγκείμενον.
Πάσῃ γενικῇ κτῆσιν σημαινούσῃ πᾶσα πτῶσις μετὰ παντὸς γένους καὶ ἀριθμοῦ ἐπιφέρεται, τῇ δὲ ἐμαυτοῦ οὔποτε εὐθεῖα συντάσσεται. τὸ δ᾽ αἴτιον προῦπτον. αἱ γὰρ σύνθετοι τῶν ἀντωνυμιῶν ἰσόζυγον ἀπαιτοῦσι ῥῆμα, αἵ τε εὐθεῖαι ἐν τρίτῳ προσώπῳ νοούμεναι τὰ ῥήματα εἰς αὑτὰς ἐπάγονται, Δίων περιπατεῖ, Σωκράτης διαλέγεται. σαφὲς ὅτι οὐ συστήσεται ἡ τοιαύτη σύνταξις τῶν ῥημάτων οὐ δυναμένων προσχωρεῖν οὔτε τῇ εὐθείᾳ διὰ τὴν ἀντανακλωμένην, οὔτε τῇ ἀντανακλωμένῃ διὰ τὴν εὐθεῖαν. Ἔστι μέντοι εὑρεῖν φράσιν μετὰ γενικῆς καὶ εὐθείας, ὅταν τὸ ῥῆμα μηκέτι μάχηται. πρώτου γὰρ καθεστὸς μετ᾽ εὐθείας συνταγήσεται, ὅταν ὕπαρξιν σημαίνῃ τὸ ῥῆμα, τῆς ἐμαυτοῦ ἀκωλύτως καὶ αὐτῆς ἐπιζητούσης ῥῆμα πρώτου προσώπου ἐν τῷ ἐμαυτοῦ εἰμι σύμβουλος, ἐμαυτοῦ εἰμι κατήγορος.
Εὐθείας ἀμοιρεῖ ἡ προκειμένη γενική· οὐ γὰρ εἰ ἅπαξ εἴρηται, καὶ ταῦτα ὑπὸ κωμικῆς ἀδείας, ὡς ἐν Μετοίκοις Πλάτωνος (fr. II Meineke), τοῦτο κανών ἐστι τῆς κατὰ φύσιν εὐθείας σιγηθείσης. Πᾶσα πλάγιος εὐθείᾳ συντάσσεται μετάβασίν τινα προσώπου ἐπὶ πρόσωπον δηλοῦσα, ἐμὲ Διονύ2.1,1.70 σιος ἔπαισεν, ἐγώ σε ἐδίδαξα· ἀλλὰ μὴν καὶ αἱ διαθέσεις οὐ μόνον ἔκ τινων ἐπί τινας ἐγίνοντο, ἀλλὰ καὶ αὐτοχειρία δρᾶσις, καὶ ὅσα καὶ ἐν ἄλλοις προσώποις ἐνοεῖτο, ταῦτα καὶ ἐπὶ ταὐτὰ πρόσωπα μετῄει. ἐμερίζοντο γοῦν αἱ μὲν σύνθετοι τῶν πλαγίων εἰς τὰ αὐτοπαθῆ τῶν προσώπων, αἱ δ᾽ ἁπλαῖ εἰς τὰ ἀλλοπαθῆ, ἐμαυτὸν ἔπαισα, ἐμὲ [σὺ] ἔπαισας, τῶν ῥημάτων τὰς εὐθείας ἐν αὑτοῖς δηλούντων, εἴγε πᾶν ῥῆμα εὐθεῖαν ἔχει ἐγκειμένην. φανερὸν οὖν ὡς ταῖς συνθέτοις ἐξ ἀνάγκης ἐπιφερόμενα τὰ ῥήματα τῆς εὐθείας ἐγίνετο παραστατικά, ἧς καὶ χρείαν εἶχεν ἡ σύνταξις· περισσὸν οὖν ἐστὶ ζητεῖν εὐθεῖαν τῶν προκειμένων πτώσεων.
Ἀλλά, φασιν, οὐδὲν κωλύει ἐν τῷ πρώτῳ προσώπῳ ἐν τῷ ἐμαυτός καὶ τὴν αὐτός εὐθεῖαν ἐγκεῖσθαι, ὅθεν καὶ τὸ ἐμαυτὸς ἔπαισα πλάγιον μὲν νοεῖσθαι ἐν τῇ ἀρχούσῃ κατὰ σύνθεσιν, εὐθεῖαν δέ, ᾗ καὶ συντάσσεται τὸ ῥῆμα, ἐν τῇ κατὰ τέλος. — Ἀλλά γε πρὸς τοῦτο ῥητέον. — τὸ μὲν πρῶτον· ἄκλιτον μένει τὸ σχῆμα καὶ κατὰ τὸ τέλος καὶ κατὰ μέσην λέξιν, κατὰ μὲν τὸ τέλος, ὅτι πάντοτε ἡ εὐθεῖα σύνεστι πάσῃ πλαγίῳ, κατὰ δὲ μέσην λέξιν, ᾗ τὰ συντεθέντα ἀκίνητα. — τὸ δὲ δεύτερον, ὡς καὶ ἄδηλος ἡ φράσις γενήσεται· πότερον γὰρ ἡ συγκειμένη γενική ἐστιν ἢ δοτικὴ ἢ αἰτιατική, οὐ γνωστόν, τοῦ τέλους ἐκθλιβέντος. — ἔπειτα, εἰ ὑπὲρ διαστολῆς τῶν μεταβατικῶν πλαγίων αἱ σύνθετοι γεγόνασι, περισσὸν ζητεῖν τὴν εὐθεῖαν· οὐδὲ γὰρ ἔστιν εὐθεῖα ἐν μεταβάσει προσώπου λαμβανομένη, ἓν δὲ καὶ τὸ αὐτὸ πρόσωπον δηλοῦσα, αὐτὸς ἔγραψε καὶ αὐτὸς ἐκλήθη. ἔνθεν ἄρα μοι δοκεῖ, ὡς καὶ προείρηται, τὴν ἐγώ ἀσύνθετον καθεστάναι, ἐπεὶ μὴ αὐτοπαθὴς ἐγίνετο ἐν συνθέσει, ἀλλοπαθὴς δὲ ἐν ἁπλότητι, ὅπερ καὶ ἐπὶ τῶν πλαγίων συνέβαινεν.
Οὐχὶ οὖν καὶ τὸ
ἀλλήλους τρώσητε (τ 12)2.1,1.71 διὰ μιᾶς συνθέσεως φωνῆς εὐθεῖαν καὶ πλάγιον ἐν μεταβάσει προσώπων δηλοῖ; Ἀλλὰ μὴν ἡ λέξις οὔτε ἀμφίβολος οὔτε ἄκλιτος, οὐκ ἀμφίβολος μέν, καθὸ ἐπὶ τέλει συντεθεῖσα ἡ πλάγιος δεόντως πρὸς τὸ σημαινόμενον ἐκλίνετο, ἀλλήλοις ἔδωκαν, ἀλλήλους ἔπαισαν· κλιτικὴ δέ, καθὸ οὐδὲν ἦν τὸ κωλῦσαν τὸ τέλος κλίνειν, τῆς εὐθείας κατὰ τὸ ἄρχον μέρος τῆς συνθέσεως νοουμένης, ἥτις καὶ ἕνεκα τοῦ συντεθεῖσθαι ἀκίνητος ἐφυλάσσετο, καὶ ἕνεκα τοῦ τὴν εὐθεῖαν ἐν τοῖς μεταβατικοῖς προσώποις πάντοτε συνυπάρχειν. Περισσὸν οὖν ἐστι ζητεῖν, εἰ κατ᾽ ἀκολουθίαν φωνῆς οὐκ ἔχουσιν εὐθεῖαν αἱ σύνθετοι, ἀλλ᾽ οὖν γε κατὰ τὸ σημαινόμενον· ὡς ἡ ἐγώ πρὸς τὴν ἐμοῦ, οὕτως ἡ ἐγὼ αὐτός πρὸς τὴν ἐμαυτοῦ. ἅπαξ γὰρ ἐδείχθη, ὡς ἕνεκα τῶν αὐτοπαθειῶν αἱ ἀντωνυμίαι τὴν σύνθεσιν ἀνεδέξαντο, ὅπερ ἐν μόναις πλαγίοις ἑωρᾶτο. οὔτε ἐν συνθέσει ἄρα εὐθείας ἔχουσιν, οὔτε ἡ ἐμαυτοῦ γενική ἐστι τοῦ ἐγὼ αὐτός. ἐγὼ γὰρ αὐτὸς ἤκουσα, καὶ κατὰ τοῦ αὐτοῦ προσώπου μετοχῆς ἐπιφερομένης, ἐμοῦ αὐτοῦ ἀκούσαντος, ὡς Ἀρίσταρχος εἶπεν, Ἀριστάρχου εἰπόντος. οὐκ ἔστι δέ τις εὐθεῖα μὴ ἔχουσα γενικὴν συντασσομένην τῷ αὐτῷ ῥήματι. ἔτι τὸ ἐγὼ αὐτὸς ἤκουσα σημαίνει ἔξωθέν τινα φωνήν, τὸ δὲ ἐμαυτοῦ ἤκουσα οὐκέτι.
Ἑξῆς ῥητέον περὶ τοῦ ἀριθμοῦ τῶν συνθέτων, εἰ δεόντως τὰ μὲν τρίτα ἀφ᾽ ἑνικῆς συντάξεως εἰς πληθυντικὰ προάγεται· Ἑαυτούς γὰρ καὶ ἑαυτῶν· τὰ δὲ πρῶτα καὶ δεύτερα οὐκέτι. Τὸν μὲν οὖν Ἀρίσταρχον ἐπιμέμφεσθαί φασι τὰ σχήματα, καθὸ ἀφ᾽ ἑνικῆς συντάξεως τῆς ἑαυτόν πληθυντικὴ ἐγένετο ἡ ἑαυτούς, μάρτυρά τε ἐπάγεσθαι τὸν ποιητήν, παρ᾽ ᾧ τὰ τοῦ Ἑλληνισμοῦ ἠκρίβωται, ἐν οἷς πάντοτε ἐν διαλύσει ἐστὶ τὰ τρίτα, ὁμοίως τοῖς πρώτοις καὶ δευτέροις, σφᾶς αὐτούς καὶ σφῶν αὐτῶν. πρὸς οἷς καὶ τῶν πρώτων καὶ δευτέρων οὐκ ὄντων ἐν συνθέσει πληθυντικῇ, ἐξ ἀνάγκης καὶ τοῖς τρίτοις παρηκολούθει ταὐτόν. — Πρὸς ὃν οἱ ἀντιλέγοντές φασιν, ὡς καὶ ἀφ᾽ ἑνικῆς συνθέσεως τῆς ἑνδέκατος τὸ ἑνδέκατοι πληθυντικὸν ἐγίνετο, τήν τε χρῆσιν ὡς ὑγιῆ πιστοῦνται διὰ τῶν Πλατωνικῶν παραδειγμάτων· τάς τε κατὰ τὸ τρίτον πρόσωπον πολλάκις διαφεύγειν τὰ τῶν κατὰ 2.1,1.72 τὸ πρῶτον καὶ δεύτερον. δυϊκαὶ γοῦν εἰσὶν εὐθεῖαι πρώτου καὶ δευτέρου προσώπου, ἀλλ᾽ οὐκέτι καὶ τρίτου. τί οὖν θαυμαστόν, εἰ καὶ τρίτου εἰσί, πρώτου καὶ δευτέρου οὐκ οὐσῶν; ἄλλως τε καὶ ἄλλαι λέξεις κατὰ τύχην ἐσιγήθησαν· οὕτω καὶ αἱ προκείμεναι. — Ἀλλ᾽ ἔμοιγε δοκεῖ ὁ τοῦ Ἀριστάρχου λόγος κριτικώτερος εἶναι, ἔχοι δ᾽ ἂν οὕτω τὰ τῆς ἐπικρίσεως. Παντὶ προῦπτον ὡς ἡ πλείων παράθεσις τῆς ἐλάσσονος κανών. ὅθεν εἰ δεκάδυο σχήματα ἐσιγήθη, πάσης πτώσεως δυϊκά, καὶ πληθυντικὰ πρώτου καὶ δευτέρου προσώπου, δηλονότι γενικῆς καὶ δοτικῆς καὶ αἰτιατικῆς, πρὸς τρία πληθυντικὰ τρίτου προσώπου, γενικῆς, δοτικῆς, αἰτιατικῆς, πῶς οὐχὶ παράλογα τὰ τρία πρὸς τὰ δώδεκα; — Ἀλλὰ τρίτα οὐκ ἔστι, πρώτου καὶ δευτέρου ὄντος. Εἰ μὲν οὖν τὰ ἄλλα πάντα τρίτα ἐσεσίγηντο, κἂν ἦν τις πιθανότης τοῦ καὶ τὰ τρίτα ὄντα πρῶτον καὶ τρίτον μὴ εἶναι. εἰ δὲ ἕν που ἐσιγήθη διὰ τὸ ὑφ᾽ ἑτέρων συζυγιῶν ἀναπεπληρῶσθαι, πῶς οὐχὶ γέλοιον τοσαύτας φωνὰς συζύγως κατὰ τύχην σεσιγῆσθαι; τούτου οὖν ἐν μηδενὶ μέρει λόγου παρακολουθήσαντος, παντί τῳ δῆλον ὑπὲρ ἀκριβείας ἐξετάσαντι τῆς ἐν τοῖς μέρεσι τοῦ λόγου, ὡς ἡ Ὁμηρικὴ ποίησις μᾶλλον τῶν ἄλλων ἠνύσθη. ὅθεν οὐ μᾶλλον ἡ Πλάτωνος χρῆσις ἀξιοπιστοτέρα τῆς οὐκ οὔσης παρὰ τῷ ποιητῇ.
Παρὸν δὲ ἐξετάσαι καὶ διὰ λόγου τὸ ἀληθές. — Ἀπὸ ἑνικῶν συνθέσεων πληθυντικαὶ ἐκφοραὶ γίνονται κατὰ τὸ τέλος, ἀνδροφόνος ἀνδροφόνοι, ἑνδέκατος ἑνδέκατοι. ὅθεν καὶ ἀπὸ τοῦ ἑαυτόν τὸ ἑαυτούς πεσεῖται. — Οὐδὲν γὰρ κωλῦον τὰ προκείμενα εἰς πλῆθος μετάγειν· ἐν δυσὶ γὰρ προσώποις ἕκαστον αὐτῶν ἀκούεται. ὁ γὰρ ἄνδρα φονεύσας ἢ ὁ μετὰ δέκα εἷς ἢ οἱ μετὰ δέκα πλείονες ἀνεμποδίστως εἶχον τὸ ἕτερον τῶν προσώπων πληθυντικόν· τὸ μέντοι τῆς ἀντωνυμίας σχῆμα ἠδυνάτει, ἅτε δὴ καθ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου λαμβανόμενον, κατὰ μὲν τὸ τέλος τῆς συνθέσεως εἰς πλῆθος μετάγεσθαι, κατὰ δὲ τὸ ἄρχον εἰς ἕν, ἐπεὶ ἕνεκα τούτου ἑνικὸν καὶ πληθυντικὸν ἐνοεῖτο διὰ μιᾶς φωνῆς καθ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου, ὅπερ ἄλογον. εὐλόγως ἄρα τὰ σχήματα ἐσιγήθη. 2.1,1.73 Τὸ ἄρχον μέρος αἱ σύνθετοι κινοῦσαι πρόσωπα παριστᾶσιν, ὁμοίως ταῖς ἁπλαῖς, τὸ δὲ τέλος, ὅτε γένος· ἐμαυτόν γὰρ καὶ ἐμαυτήν. ὅθεν ἐπιστατέον τῷ οὐδετέρῳ σχήματι κατ᾽ αἰτιατικὴν σιγηθέντι, ἐπεὶ ἴσως καὶ ἡ κατάληξις συνήγετο εἰς ο κατ᾽ ὀξὺν τόνον, (καθὸ αἱ οὐδέτεραι τῶν ἀντωνυμιῶν, χωρὶς τῶν κτητικῶν, εἰς ο ἔληγον μετὰ τάσεως τῆς τοῦ ἀρσενικοῦ,) ὅπερ ἐν μέρει λόγου οὐκ ἐνὸν εὑρέσθαι (τῆς ἀπό καὶ ὑπό ὑφαιρουμένων, καθότι ἀδύνατον πρόθεσιν βαρύνεσθαι, χωρὶς εἰ μὴ ἀναστρέφοιτο· οὐδὲ γὰρ Αἰολεῖς τὸν ἐπὶ ταύταις τόνον ἀναβιβάζουσιν)· ὑπολείπεται οὖν σημειούμενον τὸ αὐτό (καὶ, εἰ ἕν ἐστι, τὸ εἰς ὅ). ἀλλ᾽ εἰ καὶ τοῦτο ἁπλοῦν ἔστιν, οὐ πάντως καὶ τὸ ἐξ αὐτοῦ σύνθετον, λέγω δὲ τὸ ἐμαυτό· ὑπὸ γὰρ ἀκριβεστέρου λόγου ἐμποδίζεται. εἴ τι γὰρ οὐδέτερόν ἐστιν αἰτιατικῆς πτώσεως, τοῦτο καὶ εὐθείας ἐσίν· ἀλλ᾽ ἀδύνατον τὸ τῆς εὐθείας συνίστασθαι· εὐλόγως ἄρα καὶ τὸ τῆς αἰτιατικῆς σχῆμα ἐσιγήθη. ἀλλ᾽ εἰ ἅπαξ Εὐριπίδης ἐχρήσατο ἐπὶ δευτέρου προσώπου ἐν τῷ ἔγειρέ μοι σεαυτὸ καὶ γίγνου θρασύ (fr. 694 Nauck Dindorf), τοῦτο οὐ κανὼν γενήσεται τοῦ εὐλόγως σιγηθέντος σχήματος. [Περισσὸν οὖν ἐστὶ ζητεῖν, εἰ κατ᾽ ἀκολουθίαν φωνῆς οὐκ ἔχουσιν εὐθεῖαν αἱ σύνθετοι, ἀλλ᾽ οὖν γε κατὰ τὸ σημαινόμενον· ὡς ἡ ἐγώ πρὸς τὴν ἐμοῦ, οὕτως ἡ ἐγὼ αὐτός πρὸς τὴν ἐμαυτοῦ. ἅπαξ γὰρ ἐδείχθη, ὡς ἕνεκα τῶν αὐτοπαθειῶν αἱ ἀντωνυμίαι τὴν σύνθεσιν ἀνεδέξαντο, ὅπερ ἐν μόναις πλαγίοις ἑωρᾶτο. οὔτε ἐν συνθέσει ἄρα εὐθείας ἔχουσιν, οὔτε ἡ ἐμαυτοῦ γενική ἐστι τοῦ ἐγὼ αὐτός. ἐγὼ γὰρ αὐτὸς ἤκουσα, καὶ κατὰ τοῦ αὐτοῦ προσώπου μετοχῆς ἐπιφερομένης, ἐμοῦ αὐτοῦ ἀκούσαντος, ὡς Ἀρίσταρχος εἶπεν, Ἀριστάρχου εἰπόντος. οὐκ ἔστι δέ τις εὐθεῖα μὴ ἔχουσα γενικὴν συντασσομένην 2.1,1.74 τῷ αὐτῷ ῥήματι. ἔτι τὸ ἐγὼ αὐτὸς ἤκουσα σημαίνει ἔξωθέν τινα φωνήν, τὸ δὲ ἐμαυτοῦ ἤκουσα οὐκέτι.]
Εἰ τὰ συντεθέντα καθ᾽ οἱανδήποτε πτῶσιν μένει κατὰ πᾶσαν πλάγιον, σύνθετον δὲ τὸ ἐμωυτοῦ παρ᾽ Ἴωσι καὶ παρ᾽ ἡμῖν, καθὸ καὶ ὁ τόνος ὁμολογεῖ (μία γὰρ ἡ περισπωμένη)· τί δήποτε τὸ ἐν τῇ αἰτιατικῇ σχῆμα ἐσημειοῦτο, ὡς οὐ δυνάμενον τὴν διὰ τοῦ ω γραφὴν ἀναδέξασθαι, εἴ γέ, φασι, τὸ ε καὶ τὸ α οὐκ εἰς ω κιρνᾶται; — ἄλλως τε εἰ καὶ κατὰ πτῶσιν συνετίθεντο, οὐδὲν ἦν τὸ κωλῦον ἐν τῇ ἐμαυτόν αἰτιατικῇ τὸ α εἰς ω μετατίθεσθαι Ἰωνικῷ ἔθει, καθάπερ καὶ τὸ αὐθαδής αὐτώδης.
Ἡ ἐμοῦς κοινὴ οὖσα Συρακουσίων καὶ Βοιωτῶν, καθὸ καὶ Κόριννα
(fr. 37 Bergk3) καὶ Ἐπίχαρμος ἐχρήσαντο, πρὸς ἐνίων ἐδόκει μᾶλλονκατωρθῶσθαι τῆς δίχα τοῦ ς προφερομένης, εἴγε τὰ εἰς ω λήγοντα εἰς ους κατὰ γενικὴν λήγει. Πρῶτον μὲν οὐ παρὰ Δωριεῦσιν· ἔπειτα τὸ σύμφωνον αὐτοὺς ἔλαθε· ποῦ γὰρ τῆς εὐθείας τὸ γ; πῶς δὲ καὶ τὸ δεύτερον εἰς ους λήγει; τεοῦς γάρ, τῆς εὐθείας εἰς υ ληγούσης. Ἔτι καὶ ἐμέος οἱ αὐτοὶ Δωριεῖς, καὶ ἐν συναλοιφῇ ἐμεῦς αἱ χρήσεις παρ᾽ Ἐπιχάρμῳ. ἡ μέντοι ἐμίο καὶ ἐμίω καὶ ἔτι σὺν τῷ ς ἐμίως καὶ ἐμῶς δισυλλάβως, παρὰ Ῥίνθωνι.
Ἰτέον ἐπὶ τὰς κατὰ τὸ δεύτερον.
Τῇ μὲν οὖν ἐμοῦ σύζυγος ἡ σοῦ, πάλιν τὴν αὐτὴν ὁμοφωνίαν ἀναδεδεγμένη κτητικῇ τε καὶ πρωτοτύπῳ· τῇ δὲ ἐμεῦ ἡ σεῦ, ἐμέο σέο, ἐμεῖο σεῖο, ἐμέθεν σέθεν, συνθέτῳ τε τῇ ἐμαυτοῦ ἡ σαυτοῦ. ἀλλὰ μὴν καὶ τῇ ἐμοῦς Δωρίῳ ἡ τεοῦς, Ἡρακλῆς τεοῦς κάρρων ἦς, Σώφρων (fr. 27 Ahrens), καὶ ἔτι Κόριννα·
περὶ τεοῦς Ἑρμᾶς ποτ᾽ Ἄρευα πουκτεύϊ (fr. 3 Ahrens, 11 Bergk3).
Ἔστι καὶ ἡ τιοῦς, διὰ τοῦ ι, ἣν καὶ ἀναλογωτέραν ἡγητέον, ἐπεὶ τὸ ε εἰς ι μεταβάλλουσι, φωνήεντος ἐπιφερομένου. Ἔτι τῇ ἐμέος ἡ τέος 2.1,1.75 κατ᾽ ἔγκλισιν σύζυγος, ἐκπεφάναντί τεος ταὶ δυσθαλίαι, Σώφρων (fr. 75 Ahrens)· τὸ γὰρ ὀρθοτονούμενον κτητικὴν σημαίνει.
Τεῦς. Αὕτη σύζυγος τῇ ἐμεῦς. Ἐπίχαρμος ἐν Κωμασταῖς ἢ Ἁφαίστῳ (fr. 64 Ahrens)· Ἀλλ᾽ οὐδὲ ποτιθιγεῖν ἔτ᾽ ἐγὼν τεῦς ἀξιῶ· καὶ πόκ᾽ ἐγὼν παρὰ τεῦς τι μαθών,
Θεόκριτος (V 39)· ἔστι δὲ καὶ Βοιωτιακὸν δῆλον ὡς·
τεῦς γὰρ ὁ κλᾶρος (Corinnae fr. 17 Ahrens, 24 Bergk3).ὃ περισπασθὲν τὴν πρωτότυπον σημαίνει· ἴσον γὰρ ἔσται τῷ σοῦ, οὐκ ἄλλης· τὸ δὲ ἐν ὀξείᾳ τάσει, ἐν μέντοι τῇ ἀναγνώσει ἐγκλιθέν, ἴσον τῇ σός.
Ἡ σέο μεταβάλλει τὸ ς εἰς τὸ τ παρὰ Δωριεῦσιν. Ἀλκμάν (fr. 19
Bergk3)·ἐμὲ Λατοΐδα τέο λάχος χόρον καὶ ἔτι τεῦ.
Ἀπὸ τῆς σοῦ Δώριος ἐγίνετο ἡ τεοῦ ὁμότονος, μεταθεῖσα τὸ ς εἰς τὸ τ καὶ πλεονάσασα τῷ ε, καθάπερ καὶ ἡ σός ἐν τῷ τεός. Τινὲς μέντοι ἠξίουν βαρυτονεῖν, οἰόμενοι ἀπὸ τῆς τέο τῇ τοῦ υ προσθέσει γεγενῆσθαι. Ἡ χρῆσις παρ᾽ Ἐπιχάρμῳ καὶ Σώφρονι. αἰνοδρυφὴς δὲ τάλαινα· τεοῦ κάτα τυμβοχόησα (Callim. II p. 753 Schneider).
Σώφρων (fr. 76 Ahrens)· οὐχ ἥσσων τεοῦ. Ἐπίχαρμος (fr. 157 Ahrens)· παιδὶ τεοῦ.
Καὶ ἔτι ἡ τίος. Ἡ μέντοι τίω καὶ τίως, συζυγοῦσαι τῇ ἐμίω καὶ ἐμίως, πάλιν παρὰ τῷ αὐτῷ Ῥίνθωνι εἴρηνται.
Εἰ αἱ ὁμοιοκατάληκτοι ἐν δευτέροις προσώποις ταῖς κατὰ τὸ πρῶτον ἀποβολῇ τοῦ ς τὰ τρίτα ἀποτελοῦσι, συμφανὲς ὡς καὶ ἀπὸ τῆς σοῦ ἡ οὗ πρωτότυπος γενήσεται, πάλιν ὁμοφωνοῦσα τῇ ἀπὸ τῆς ὅς γενικῇ 2.1,1.76 συνάρθρῳ. Τὴν μὲν οὖν χρῆσιν παρ᾽ Ὁμήρῳ οὐκ ἐνὸν εὑρέσθαι, παρὰ μέντοι Ἀττικοῖς· καὶ γὰρ Πλάτων συνεχῶς ἐχρήσατο, οἵ τε κωμικοὶ καὶ τραγικοί. ὁ μέντοι Ζηνόδοτος καὶ τὸ
ἀπὸ ἕο χειρὶ παχείῃ (Υ 261)διὰ τῆς ου ἔγραφεν. ὅπερ παραπεμπτέον, οὐχ ὡς μὴ πρωτότυπον, ἀλλ᾽ ὡς μὴ σύνηθες· τῇ γὰρ εἰς ου καταλήξει χρῆται ὁ ποιητὴς ἐπὶ μόνης κτητικῆς, τῇ δὲ ἐμεῦ καὶ ταῖς συζύγοις ἀντὶ τῶν πρωτοτύπων μόνων,
πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι (γ 83)·ἐπὶ δὲ τῆς πρωτοτύπου
ἐμεῦ δ᾽ ἕλετο μέγαν ὅρκον (δ 746).
Ἡ εὗ ἀπὸ τῆς σεῦ, ἐν ἐγκλίσει,
εἴ πώς εὑ πεφίδοιτο (Υ 464) ....κἀκεῖνο δέ τινες ὀρθοτονοῦσι προσπνέοντες,
φρίξας εὗ λοφιήν (τ 446)·ἀντὶ τοῦ τὴν αὑτοῦ.
Ἡ ἕο κατ᾽ ἔγκλισιν,
ἐπεί ἑο κήδετο λίην (ξ 461)·καὶ κατ᾽ ὀρθὸν τόνον,
ἀπὸ ἕο χειρὶ παχείῃ (Υ 261).
Εἴρηται δὲ περὶ τῆς εἷο, ὡς μόνως ὀρθοτονεῖται.
Ἡ ἕθεν ὀρθοτονεῖται μέν, ὡς ἐπὶ τοῦ
ἀπὸ ἕθεν ἧκε χαμᾶζε (Μ 205),ἐγκλίνεται δέ, ὡς ἐπὶ τοῦ
ἐπεὶ οὔ ἑθέν ἐστι χερείων (Α 114).
Οὐ γάρ, ὡς ἔνιοι, χρὴ μόνως ὀρθοτονεῖν, ὅτι καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον ὀρθοτονεῖται μόνως· ἰδοὺ γὰρ καὶ ἐπὶ τῶν δυϊκῶν, ὀρθοτονουμένων τῶν πρώτων καὶ τῶν δευτέρων, τὰ τρίτα ἐγκλίνεται. ἄλλως τε τὸ ἔτι μεθὲν ἁ καρδία παδῇ (Sophronis fr. 46 Ahrens) ἐγκέκλιται. οὐκ ἐπειδὴ οὖν κατὰ τύχην παρ᾽ Ὁμήρῳ τὰ πρῶτα ὠρθοτονήθη, εὐθέως καὶ τὰ τρίτα.
Σαφὲς ὅτι καὶ τὸ Αἰολικὸν δίγαμμα ταῖς κατὰ τὸ τρίτον πρόσωπον
2.1,1.77 προσνέμεται, καθὸ καὶ αἱ ἀπὸ φωνήεντος ἀρχόμεναι δασύνονται. Ἀλκαῖος (fr. 6 Ahrens, 11 Bergk3)·ὥστε θέων μηδέν᾽ Ὀλυμπίων λῦσαι ἄτερ έθεν.
Ἑοῦς. Αὕτη ἀκόλουθος Δωρικῇ τῇ τεοῦς. ᾗ συνεχῶς καὶ Κόριννα
ἐχρήσατο. ἐν Κατάπλῳ (fr. 4 Ahrens, 2 Bergk3)·νίκασ᾽ ὁ μεγαλοσθένης Ὠαρίων, χώραν τ᾽ ἀπ᾽ ἑοῦς πᾶσαν ὠνούμηνεν.
Ἑοῦ. Αὕτη τῇ τεοῦ ἀκόλουθος, ἀποβολῆς γενομένης τοῦ κατ᾽ ἀρχὴν συμφώνου. εἴρηται κατ᾽ ἀρχὴν περὶ τοῦ πλεονάσαντος ε κατὰ τὸ δεύτερον πρόσωπον.
Τῆς ἐκεῖνος καὶ οὗτος αἱ γενικαὶ παρὰ Δωριεῦσι διὰ τοῦ ω, τήνω καὶ τούτω, τοῦ τέλους βαρυτονουμένου. πρὸς τῷ καὶ τὸν λόγον ἀπαιτεῖν, καθότι βαρύτονοι αἱ εὐθεῖαι, καὶ τὸ πλεῖστον τῆς χρήσεως οὕτως ἔχει. πρὸς οἷς καὶ τὸ τουτῶ περισπώμενον. ἐπιρρήματός ἐστι παραστατικόν, τουτῶ θάμεθα, Σώφρων (fr. 42 Ahrens). τὸ δὲ αὐτῶ περισπασθήσεται, ὅτι καὶ τὸ αὐτός ὀξύνεται.
Τὴν ἑαυτοῦ φασιν ὠλιγωρῆσθαι, καθὸ τὴν μὲν ἐν ἀρχῇ σύνθεσιν αἰτιατικῆς ἔχει, τὸ δὲ τέλος γενικῆς. Ἀλλ᾽ οὔτε τὰ σύνθετα τὴν αὐτὴν κλίσιν ἀναδέχεται τοῖς κατὰ παράθεσιν, ἐπεὶ ἰδοὺ τὸ λεοντοφόνος ἐκ γενικῆς συνεστὸς εἰς αἰτιατικὴν ἀναλύεται, ὁ λέοντα φονεύσας, καὶ τὸ φιλοπλάτων ἐξ εὐθείας εἰς αἰτιατικήν, ὁ φιλῶν Πλάτωνα· οὔτε πάντως αἰτιατικὴ ἔγκειται· τί γὰρ οὐ μᾶλλον ἡ εὗ ἐστι συντεθεῖσα ἢ ἡ δισύλλαβος ἡ ἕο; πρὸς οἷς οὐδὲ ἡ δοκοῦσα ἐν συνθέσει κατωρθῶσθαι ἐν δυσὶν αἰτιατικαῖς, λέγω δὴ τὴν ἑαυτόν, πάντως δύο αἰτιατικὰς σημαίνει· αὐτὸς γὰρ αὑτὸν ἔπαισεν.
Κἀκεῖνο δὲ ἐπιστατέον, εἰ ὅλως σὺν τῷ ε γραφήσεται ἢ δισυλλάβως μόνως, μόνον κατ᾽ ἀρχὴν προσπνεόμενον· τὰ γὰρ τῆς χρήσεως ἐπ᾽ ἴσης. Εἴρηται ὡς αἱ ἀπὸ τοῦ ς ἀρχόμεναι ὁμοιοκατάληκτοι ἀπο2.1,1.78 βολῇ τοῦ ς τὰ τρίτα ἀποτελοῦσιν· ὅθεν ἀκόλουθος τῇ μὲν σεαυτόν ἡ ἑαυτόν, τῇ δὲ σαυτόν ἡ αὑτόν. — Φήσει τις τὴν δισύλλαβον ὠλιγωρῆσθαι, ἐν οἷς πᾶσα λέξις σύνθετος μέρος ἔχει ἑκατέρας τῶν φωνῶν. ἡ γοῦν ἐμαυτόν, σαυτόν ἔχουσιν ἡ μὲν τὸ εμ, ἡ δὲ τὸ ς. ἀνάγκη οὖν καὶ τὴν ἑαυτόν μέρος ἔχειν, ὅπερ οὐκ ἄλλο γενήσεται ἢ τὸ ε. Ἀλλ᾽ ἡ τοῦ δασέος πνεύματος μονὴ ἀρκετὴ εἰς ὑπόμνησιν τῆς συνθέσεως, ἐπεὶ τὰ τρίτα τῶν δευτέρων οὐ πλεονοσυλλαβεῖ, εἰ μὴ ἐν πάθει πλεονασμὸς γένοιτο, ὡς ἡ ἑοῖ καὶ ἑός καὶ ἑέ. — Ἀλλά, φασιν, εἰ τὸ ε τῆς εὗ ἀντωνυμίας κατὰ τὴν σύνθεσιν ἐκθλίβεται, δῆλον ὡς καὶ τὸ πνεῦμα ἀποβληθήσεται. Ἀλλ᾽ οὐκ ἐκθλίβεται, ἀλλὰ κιρνᾶται. ἔπειτα ἡ ἀφαίρεσις τοῦ ς ἐν δευτέροις δασείας ἐστὶν ἐμποιητική, σέθεν ἕθεν. δῆλον οὖν ὡς τῆς μὲν σαυτόν δισυλλάβου ἀκόλουθον δισύλλαβον τὸ αὑτόν, τῆς δὲ σεαυτόν τρισυλλάβου ἀκόλουθον τρισύλλαβον τὸ ἑαυτόν.
Φανερὸν ὡς οἱ προσχρησάμενοι τῇ ἑαυτούς σὺν ταῖς συζύγοις ἐπὶ πρώτου καὶ δευτέρου παρὰ τὰ πρόσωπα ἁμαρτάνουσιν, ὅθεν καὶ τοὺς δασέως ἀναγνόντας τὸ
αὐτῶν γὰρ ἀπωλόμεθ᾽ ἀφραδίῃσιν (κ 27)καὶ
ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς (Ω 499)οὐ μετρίως ἂν μεμψαίμεθα, οὐκ ὀλίγην ἀπειρίαν καταγγέλλοντας τοῦ ποιητοῦ διὰ τὴν ἰδίαν εὐήθειαν, εἴγε τρίτου καθεστῶσαι ἐπὶ πρώτου λαμβάνονται. — πρὸς οἷς οὐδέποτε ἑνικὴ παρ᾽ αὐτῷ σύνθετος, μή τί γε καὶ πληθυντική, ἧς τὸ σχῆμα παράλογον ἐδείχθη. — καὶ εἰ μὲν τρισυλλάβως ποτὲ εἴρητο, κἂν ἦν συμφανὲς ἁμάρτημα· ἐν οἷς οὖν δισυλλαβεῖ, σαφὲς ὅτι ἁπλῆ ἐστι, λείπουσα ἐθίμως αὐτῷ τῇ ἡμῶν, ἡμῶν αὐτῶν ἀπωλόμεθ᾽ ἀφραδίῃσιν, καὶ ἡμᾶς αὐτούς. καὶ γὰρ ἐφ᾽ ἑνικῶν,
αὐτὸς νῦν ἰδὲ πῶμα, θοῶς δ᾽ ἐπὶ δεσμὸν ἴηλον (θ 443)καὶ
αὐτὸς ἑκών οἱ δῶκα (δ 649).
Ἀλλὰ καὶ ἐφ᾽ ἑνικῶν, ὡς ἂν ἀπαιτοῦντος τοῦ λόγου, ὑπὸ τῶν περὶ τὸν Ἀσκαλωνίτην ἐκεῖναι προσεπνεύσθησαν,
2.1,1.79 αὐτόν μιν πληγῇσιν (δ 244),ἵνα μὴ ὡς ὑπ᾽ ἄλλου πεπληγμένος νοῆται· καὶ
ἄλλῳ δ᾽ αὐτὸν φωτὶ κατακρύπτων (δ 247)καὶ
τὴν αὐτοῦ φιλέει καὶ κήδεται (Ι 342),καὶ μέγα μὲν κλέος αὐτῆς
ποιεῖται (β 125)·ἐφ᾽ ἧς οὐδὲ τὸ τῆς ἐπιφερομένης πτώσεως ἁρμοστόν· δέον γὰρ ποιεῖν ποθήν σὺν τῷ ν. Ἀλλὰ καὶ ἐπὶ τούτων ὁ αὐτὸς λόγος εἰρήσεται, ᾧ κατ᾽ ἔλλειψιν πάλιν τῶν τρίτων ὁμοίως ταῖς κατὰ τὸ πρῶτον καὶ δεύτερον ἐξηνέχθησαν, εἴγε καὶ τὸ ἀκριβὲς τῆς ἀναγνώσεως κατὰ αὐτὸ τὸ τοῦ ποιητοῦ σύνηθες ἐξετάζεται. ἀξιοῦμεν γὰρ ἀπαρεμφάτως ἀναγινώσκειν
τὰ δ᾽ ἄποινα δέχεσθαι (Α 20)καὶ
ἐπιτεῖλαι (Δ 64)οὐ προπαροξύνοντες, τοῦ λόγου ἀπαιτοῦντος πρόσταξιν. δέον δὲ καὶ ἐπὶ τοῦ μέγα μὲν κλέος αὐτῆς
ποιεῖται (β 125)ἐκδέχεσθαι τὸ γίνεται, ἐν ᾧ καὶ ἁπλῆ ἡ ἀντωνυμία νοεῖται, καὶ ἡ ἐπιφερομένη πτῶσις ἀκόλουθος. ἀλλὰ μὴν καὶ τὸ
αὐτόν μιν πληγῇσιν (δ 244)δασυνόμενον τρεῖς ἀντωνυμίας παραλήψεται· διὸ καὶ ὁ Πινδαρίων διὰ τοῦ ε ἔγραφεν, ὁ δὲ Ἰξίων ἀξιοῖ, ὥστε ἀντὶ τῆς ἕ τὴν μίν παρειλῆφθαι. ὅπερ βέλτιον ἐπὶ τῶν τοιούτων παρέλκεσθαι τὴν μίν ὁμοίως τῷ
ἠέ μιν αὐτόν (Ω 472)κὰδ δέ μιν αὐτὸν
εἰλύσω ψαμάθοισιν (Φ 318),ἤ, ὡς Τρύφων (p. 30 Velsen) φησίν, ὅμοιον εἶναι τῷ σφέας αὐτούς αὐτοὶ αὑτούς καὶ αὐτὸς αὑτόν· ᾧ ἀντέκειτο τὸ μὴ ἐν δυσὶν ὀρθοτονουμέναις λαμβάνεσθαι τὸ αὐτόν μιν ὁμοίως τῷ σφέας αὐτούς. Τὸ
2.1,1.80 εὖ ἐντύνασάν ἑ αὐτήν (Ξ 162)καὶ
πυκάσασάν ἑ αὐτήν (Ρ 551)μόνως ἐν διαλύσει ληπτέον, εἴγε ἀσύνθετος ἐν τῷ καθόλου ἡ τῶν ἀντωνυμιῶν χρῆσις παρ᾽ αὐτῷ. ἄλλως τε καὶ ἐλέγχονται ἐκ τῶν συζύγων ἀρσενικῶν,
ἕο δ᾽ αὐτοῦ πάντα κολούει (θ 211)καὶ
ἑὲ δ᾽ αὐτόν (Υ 173),ἐφ᾽ ὧν καὶ μέσους συνδέσμους ἔταξεν. — Καὶ παρὰ τοῖς Αἰολικοῖς δὲ ὡς ἐν παραθέσει ἀνεγνώσθη
ἔμ᾽ αὔτᾳ τοῦτ᾽ ἔγων συνόϊδα (Sapphus fr. 102 Ahrens, 15 Bergk3)·
ἔμ᾽ αὔτῳ παλαμάσομαι (Alcaei fr. 87 Ahrens, 72 Bergk3).ἀλλ᾽ ἐμάχετο τὸ νόον δὲ αύτω πάμπαν ἀέρρει (Alcaei fr. 88 Ahrens, 78 Bergk), ἅπερ ἀσύνηθες ἐν ἁπλότητι μὴ οὐχὶ τὸ ε προσλαμβάνειν. καὶ ἔτι ὁμοίως παρὰ τῷ αὐτῷ Ἀλκαίῳ ἐν ἑβδόμῳ (fr. 89. 90 Ahrens, 87. 101
Bergk3)·σὺ δὲ σαύτῳ τομίας ἔσῃ. ἀλλὰ σαύτω μετέχων ἄβας πρὸς πόσιν. πῶς γὰρ ταῦτα σύνθετα, τῶν πρώτων ἐν διαλύσει ὄντων; δῆλον οὖν ὡς ἀνώμαλος ἡ ἀνάγνωσις τῶν πρώτων πρὸς τὰ ἑξῆς.
Αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόσωπον τῆς δοτικῆς ὀξυνό2.1,1.81 μεναι τὴν κατὰ τὸ τρίτον περισπωμένην ἔχουσι· σοὶ μὲν γὰρ ἐγώ,
σὺ δ᾽ ἐμοί (Δ 63)· ἐπὶ δὲ τοῦ
ἦ ὀλίγον οἷ παῖδα (Ε 800)περισπῶμεν. ὅθεν ὡς παράλογον ὁ Σιδώνιος ὤξυνεν, ᾗ αἱ ὁμοιοκατάληκτοι καὶ ὁμότονοι κατὰ πᾶν πρόσωπον. — Καὶ ἕνεκα μὲν τῶν δύο πρὸς τὸ ἓν τὸ ἓν εὐθύνεται, ἕνεκα δὲ τῆς τῶν φωνῶν ἀκολουθίας εὐθύνονται αἱ δύο. — πᾶσα γὰρ δοτικὴ μακροκατάληκτος οὐδέποτε ὀξύνεται· αἱ γὰρ ὀξυνόμεναι βραχυκατάληκτοι, καὶ διὰ τοῦτο μᾶλλον τὸ ἐμίν Δωρικὸν ἀνάλογον. — ὁμότονοί εἰσιν αἱ γενικαὶ ταῖς δοτικαῖς ἰσοσυλλαβούσαις· πῶς οὖν αὗται ὀξύνονται, τῶν γενικῶν περισπωμένων; ἀνάλογος ἄρα ἡ οἷ. — αἱ μονοσύλλαβοι δοτικαὶ περισπῶνται· ἀνάλογος ἄρα ἡ οἷ. ὁμοτονοῦσιν αἱ κτητικαὶ ταῖς πρωτοτύποις, ἐμός ἐγώ, ἐμόν ἐμέ, σόν σέ· εἰ οὖν ἐμῷ καὶ σῷ, πῶς οὐχὶ καὶ ἐμοῖ καὶ σοῖ; ἀνάλογος ἄρα ἡ οἷ. — Ἀλλά, φασιν, ἡ μὲν ἐμοῦ διαιρεῖται, ἡ δὲ ἐμοί οὐκέτι. — Ἀλλ᾽ οὐ τοῦτο αἴτιον γενήσεται τῆς τάσεως, εἴ γέ τινα περισπώμενά ἐστιν ἀδιαίρετα καὶ ὀξυνόμενα διαιρούμενα. ἐκεῖνο οὖν ῥητέον, ὡς πολλάκις τὴν ἀκολουθίαν διαψεύδονται αἱ ἀντωνυμίαι· τοιαῦται οὖν καὶ αἱ προκείμεναι.
Ἀττικοὶ ἔμοιγε. Αἰολεῖς ἔμοι βαρέως. Βοιωτοὶ διὰ τοῦ υ, ἐμύ, συνήθως, καθότι καὶ τὸ καλοί καλύ. Δωριεῖς ἐμίν καὶ ἔτι ἐμίνγα.
Σώφρων (fr. 53 Ahrens) μόνον ἐμίνγα τὸ τοῦ γόγγρου τέμαχος.
Ἡ ἐμίνη συνήθης Ταραντίνοις· ἡ δὲ χρῆσις παρὰ Ῥίνθωνι.
Σoί. Ἀττικῶς. Ἴωνες, Αἰολεῖς ὁμοίως· σοὶ δ᾽ ἔγω λεύκας ἐπὶ βῶμον αἶγος
Σαπφώ (fr. 7 Ahrens, Bergk3). καὶ τὸ κατὰ ἀπόλυσιν διὰ τοῦ τ·
κἀπιλείψω τοι (Sapphus fr. 91 Ahrens, 8 Bergk3).καὶ σαφὲς ὡς μᾶλλον Δώριος ἡ μετάληψις, παρ᾽ οἷς τὸ ς τῶν ἀντωνυμιῶν τ γίνεται. τῶν δὴ ἀπολύτων διὰ τοῦ τ λεγομένων μόνη σημειούσθω διασταλτικὴ οὖσα ἡ
νῦν δέ τοι οἴῳ πάμπαν (τ 369).τὸ γὰρ
οὔ τοι, τέκνον ἐμὸν, δέδοται (Ε 428)δύναται ἔχειν τὸν λόγον οὕτως· οὐ δέδοταί σοι πολεμήϊα ἔργα, ἀλλὰ τῷ Ἄρει· σὺ οὖν μετέρχου τὰ ἔργα τοῦ γάμου, ἵνα πρὸς τὸν Ἄρην 2.1,1.82 ἡ σύ διαστέλληται. — ὀρθοτονεῖται δὲ καὶ παρ᾽ Ἀλκμᾶνι, συνήθως Δωριεῦσιν·
ἅδοι Διὸς δόμῳ ὁ χορὸς ἁμὸς καὶ τοί, άναξ (fr. 86 Bergk3). —Λέγεται δὲ καὶ τίν καὶ ἔτι μετ᾽ ἐπενθέσεως τοῦ ε τεΐν. ἰδίως γὰρ ἡ μετάθεσις ἡ εἰς τὸ τ τοῦ ε δεκτική ἐστι, σοῦ τοῦ τεοῦ, σός τεός. — Τίθεται παρὰ Κορίννῃ καὶ ἐπ᾽ αἰτιατικῆς ἐν Κατάπλῳ,
οὐ γὰρ τὶν ὁ φθονερὸς δαίμων (fr. 5 Ahrens, 4 Bergk3)·ἀντὶ τοῦ σέ, καὶ σαφὲς ὡς κατ᾽ ἐναλλαγὴν πτώσεως. — Τινὲς μέντοι ἠξίωσαν τείνειν τὸ ι, ἵνα ἐκ τῆς τεί παρὰ Δωριεῦσι διὰ τοῦ ει γραφομένης ᾖ ἐσχηματισμένη, μεταθέσει τοῦ ει εἰς τὸ ι, ὅπερ σύνηθες, προσειληφυῖά τε τὸ ν ὁμοίως τῷ ἐκεινοσίν, οὑτοσίν. ἀλλὰ ἀντίκειται τὸ μόνον ἐν τρίτοις τὸ ν προσέρχεσθαι.
Σύζυγος τῇ ἐμίνη ἡ τίνη, ἣ ἔστι παρὰ Ταραντίνοις.
Οἷ. Συνήθης Ἀττικοῖς καὶ Ἴωσι. πεζολόγοι ἐχρήσαντο Πλάτων καὶ Ξενοφῶν. εἴρηται ὡς ὀρθοτονουμένη περισπᾶται, τῶν συζύγων ὀξυνομένων. Αἰολεῖς σὺν τῷ ·
φαίνεταί οι κῆνος (fr. 2 Ahrens, Bergk3 ad fr. 2)Σαπφώ. Βοιωτοὶ συνήθως εἰς τὸ ῦ μεταλαμβάνουσι. καὶ Δωριεῖς ὁμοίως ἡμῖν λέγουσιν οὐκέτι οἱ δῶ, Σώφρων (fr. 77 Ahrens). — Ἡ μετὰ τοῦ ε μόνως ὀρθοτονεῖται. εἴρηται δὲ ὡς καθόλου αἱ πλεονάσασαι τῷ ε μόνως ὀρθοτονοῦνται. — Τῇ τίν σύζυγος ἡ ἵν, τοῦ τ ἀρθέντος.
Ἡσίοδος· ἳν δ᾽ αὐτῷ θανάτου ταμίης (fr. CCIV Goettling, V Schoemann). ἔστι καὶ ἡ ἑΐν ἀπὸ τῆς τεΐν παρὰ Ἀντιμάχῳ (p. 29 Stoll) καὶ Κορίννῃ
(fr. 36 Bergk3), ἐπὶ αἰτιατικῆς ἔσθ᾽ ὅτε παραλαμβανομένη·Ἡ ἐμέ πρὸς πασῶν διαλέκτων λέγεται. παρὰ Δωριεῦσι μετὰ τοῦ ι, ἐμεί, ᾗ συνεχῶς Ἐπίχαρμος χρῆται. κοινῶς μέντοι ὁ Σώφρων (fr. 78 2.1,1.83 Ahrens) τί οὐ παρ᾽ ἔμ᾽ ἐστράφθη. Ἡ ἀπολελυμένη οὐκ ἐπεκτείνεται.
Ἡ σέ ὁμοίως πρὸς πάντων κοινή. Δωριεῖς διὰ τοῦ τ· εἰς τὲ καταρρεῖ,
Θεόκριτος (I 5).πρὸς δὲ τὲ τῶν φίλων,
Ἀλκμάν (fr. 52 Bergk3)· καὶ ἔτι μετὰ τοῦ ι,
τεὶ γὰρ Ἀλέξανδρος δάμασεν (Alcmanis fr. 53 Bergk3).καὶ ἔτι κοινῶς·
σὲ γὰρ ἅζομαι (Alcmanis fr. 54 Bergk3).
Εἴρηται ὡς ἡ ἐγκλινομένη διὰ τοῦ τύ ἐκφέρεται.
Ἡ ἕ σύζυγος τῇ σέ, κοινὴ ἐν διαλέκτοις. Αἰολεῖς μετὰ τοῦ . Τὸ
ἑὲ δ᾽ αὐτὸν ἐποτρύνει (Υ 171)εἰ κατὰ τὸ ἄρχον ὀξύνοιτο, δῆλον ὡς παράλογον ἕξει τὸν τόνον. εἴτε γὰρ τὸ δεύτερον ε ἐπλεόνασε, δῆλον ὡς καὶ ἐν αὐτῷ ὁ ὀξὺς τόνος γενήσεται, ὁμοίως τῷ ἤ καὶ ἠέ, καὶ ἥλιος καὶ ἠέλιος (οὕτω γάρ τινες ὑπέλαβον ἐκ τοῦ τὸ ἄρχον δασύνεσθαι, ὅπερ ἴδιον ἦν τῆς ἀντωνυμίας. ἐλελήθει δὲ αὐτούς, ὅτι ἀρκτικὴ οὖσα ἡ δασεῖα ἐπὶ τοῦ πλεονασμοῦ ἀνατρέχει, ἑώρων καὶ ἕεδνα. ἄλλως τε τὸ πλεονάζον ε ἔξωθεν ἐν ἀντωνυμίαις, ἑός, ἑοῦ, ἑοῖ)· εἴτε τὸ ἄρχον, ὅπερ ἔστι, πάλιν τῆς ἀντωνυμίας φυλάξει τὸν τόνον, εἴγε οἱ πλεονασμοὶ τοὺς τόνους τηροῦσιν, ἑοῖ, ἑοῦ. — ὑπόψυχρον γὰρ τὸ λέγειν ὡς ἐδιπλασιάσθη ἡ ἀντωνυμία, πρὸς οὐδὲν χρειῶδες τριῶν ἀντωνυμιῶν παραλαμβανομένων, συνήθους τε ὄντος τοῦ κατὰ τὸ ε πλεονασμοῦ.
Οὐκ ἔστι παρὰ Δωριεῦσιν ἐν τρίτῳ ἡ διὰ τοῦ ι ἐπέκτασις ὁμοίως τῇ τεί καὶ ἐμεί.
Ἡ μίν μόνως ἐγκλίνεται. διὸ καὶ ταῖς ἐγκλινομέναις μόναις ἰσοδυναμεῖ, οὐκέτι δὲ καὶ ταῖς ὀρθοτονουμέναις, ἐν οἷς κατ᾽ ἀρχὴν ἐκεῖναι τιθέμεναι, λέγω δὲ τὴν αὐτόν, τὴν ἕ, οὐκ ἔχουσι τὴν μίν ἀνθυπαγο2.1,1.84 μένην· εἴρηται δὲ ὡς ἀδύνατον ἐγκλιτικὸν μόριον ἐν ἀρχῇ εὑρέσθαι.
Ἔτι διαφέρει τῆς αὐτόν ἡμίν, ᾗ ἡ ἐξ αὐτῆς μὲν μετάληψις γίνεται εἰς τὴν αὐτόν, οὐκέτι δὲ ἡ αὐτόν εἰς τὴν μίν μεταλαμβάνεται, ἡνίκα ἐν πρώτῳ καὶ δευτέρῳ ἐστί. τοῦτο δὲ καὶ ἐπὶ τῶν κατὰ τὸ τρίτον πασῶν.
Ἴωνες διὰ τοῦ μ, Δωριεῖς δὲ διὰ τοῦ ν.
Ἔτι καὶ ἡ νίν τάσσεται ἐπὶ πλήθους· ὅστις δὴ τρόπος ἐξεκύλισσέ νιν, Πίνδαρος Ἰσθμιονίκαις (fr. 2 Boeckh). προσφωνεῖτέ νιν ἐπὶ νίκαις,
Βακχυλίδης (fr. 8 Bergk3)· καὶ πλεῖστα ἄλλα. ὁ δὲ πλάνος τῆς τοιαύτηςἀφορμῆς ἴσως ἐρρύη ἐκ τοῦ εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά,
ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι (κ 210. 212)καὶ ἦ μάλα δὴ τάδε δώματα κάλ᾽ Ὀδυσῆος καὶ
οὐκ ἄν τίς μιν ἀνήρ (ρ 264. 268).ἦν δὲ τὰ τοιαῦτα ἐπὶ τὴν συνωνυμίαν φερόμενα τοῦ δῶμα, ὁμοίως τῷ νεφέλη δέ μιν ἀμφεκάλυπτε,
τὸ μὲν οὔ ποτε (μ 74. 75)τὸ νέφος·
αἱ μὲν ἀγχιστῖναι· τὰ δ᾽ ἐρῆμα φοβεῖται (Ε 141. 140).
ἐννῆμαρ μέν· τῇ δεκάτῃ δέ (A 53. 54).ἐποίσει γοῦν
γιγνώσκω δ᾽ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται (ρ 269).τὸ δ᾽ ἐπὶ τοῦ Ἄρεως καὶ Ἀθηνᾶς
οὐδ᾽ εἰ μάλα μιν χόλος ἥκει (Ρ 399),2.1,1.85 ὡς εἰ ἔλεγε χωρὶς ἐφ᾽ ἑκατέρου. τὸ γὰρ πληθυντικὸν ἐφ᾽ ἑνικοῦ μεταλαμβανόμενον καὶ εὔλογον καὶ σύνηθες, εἴγε ἐμπεριεκτικόν ἐστι τὸ πλῆθος τοῦ ἑνός, οὐκέτι δὲ τὸ ἑνικὸν τοῦ πληθυντικοῦ. καὶ ἔτι ἐπὶ δυϊκοῦ. διὸ πάλιν τὸ δυϊκὸν οὐκ ἔστιν ἐπὶ πληθυντικοῦ· τὸ γὰρ
κρινθέντε δύω καὶ πεντήκοντα (θ 48)πρὸς τὰ δύο, καὶ τὸ
οἶνον πινόντων (α 340)ἀντὶ τοῦ πινέτωσαν Ἀττικόν ἐστι. — Τί οὖν οὐχὶ καὶ τὰ δύο ἐφ᾽ ἑνὸς τάσσεται; Ὅτι καὶ τὸ δυϊκὸν ὄνομα κυρίου ἀριθμοῦ, ὅμοιον τῷ τέσσαρες ἢ τρεῖς ὄν· τὸ δὲ πληθυντικὸν κοινὸν παντὸς ἀριθμοῦ τοῦ ὑπὲρ τὴν δυάδα.
Αἱ δυϊκαὶ κατὰ πρῶτον καὶ δεύτερον πρόσωπον πάσης πτώσεως μόνως ὀρθοτονοῦνται· καὶ ἡ αἰτία εἴρηται. Εὐθείας μὲν καὶ αἰτιατικῆς κοινῶς, νῶι, σφῶι· Ἀττικαὶ δὲ τῶν αὐτῶν πτώσεων νώ καὶ σφώ, αἷς καὶ ὁ ποιητὴς προσχρῆται,
νὼ ἀναβησάμενοι (ο 475),
σφὼ δὲ μάλ᾽ ἠθέλετον (Λ 782)·γενικῆς καὶ δοτικῆς νῶιν καὶ σφῶιν. μονοσυλλάβως Εὔπολις Μαρικᾷ (fr. XIII Meineke)· νὼ γάρ, ἄνδρες, οὐχ ἱππεύομεν, καὶ ἔτι ἐν φίλοις εὐφρανῶ δὲ νῶ (fr. 1 Meineke). τοιοῦτο δ᾽ ἦν τὸ
2.1,1.86 οὐ γὰρ σφῷν τε γένος ἀπόλωλε τοκήων (δ 62),ὅπερ ἐδόκει ἐπίμεμπτον εἶναι, ὡς τρίτον πληθυντικὸν δίχα τοῦ ι γραφόμενον, τοῦ λόγου ἀπαιτοῦντος δεύτερον· πρὸς γὰρ αὐτοὺς ὑπὲρ αὐτῶν·
ἀλλ᾽ ἀνδρῶν γένος ἐστέ (δ 63).ἡ πρόσθεσις οὖν τοῦ ι, ποιοῦσα τὸ Ἀττικόν, καὶ εἰς ἀκρίβειαν τὸν λόγον καθιστάνει. καὶ ἦν ἱκανὴ ἀπόδειξις τοῦ εἶναι αὐτὴν γενικὴν δευτέρου Ἀττικὴν τὸ καὶ ταῖς εὐθείαις συνεχέστερον αὐτὸν κεχρῆσθαι. πρὸς οἷς ἀκριβὴς πάντοτε περὶ τὰς ἀντωνυμίας ἐστίν.
Αἱ Ἀττικαὶ κατὰ τὴν εὐθεῖαν ὀξυτόνως ἀνεγνώσθησαν παρὰ τῷ ποιητῇ καὶ ἅπασι τραγικοῖς τε καὶ κωμικοῖς, αἵ τε γραφαὶ οὐκ ἔχουσι τὸ ι προσκείμενον, οἰκεία τε πτωτικῷ τῷ διὰ τοῦ ω ἡ ὀξεῖα τάσις. καὶ διὰ τοῦτο ἐπαινετέα, φασίν, ᾗ καὶ ἡ γραφὴ ἀνάλογος καὶ ὁ τόνος, ἡ
πρίν γ᾽ ἐπὶ νὼ τῷδ᾽ ἀνδρί (Ε 219).ἡ μέντοι νῶι καὶ σφῶι πάλιν οὐκ ἀκόλουθοι, καθὸ οὐδὲν δυϊκὸν εἰς ι λήγει. — Ἀλλ᾽ οὕτως ἐχόντων τῶν σχημάτων, εἰς ἄπορον περιίσταται ὁ λόγος. οὔτε γὰρ ἀπὸ τῶν κοινῶν αἱ Ἀττικαὶ κατασταθήσονται, οὔτε ἀπὸ τῶν Ἀττικῶν αἱ κοιναί. — Εἰ γὰρ τὸ ι προσῆλθε τῇ Ἀττικῇ ὡς ὁλοκληροτέρᾳ, καθάπερ φίλοις καὶ φίλοισι, πῶς συλλαβικῆς χώρας ἔτυχε; πάντοτε γὰρ μετὰ φωνήεντος προστιθέμενον ἀδιάστατόν ἐστι, μετὰ δὲ συμφώνου συλλαβῆς τυγχάνει· τοῦ προτέρου κενή κεινή, δέους δείους, τοῦ δευτέρου φίλοισι, οὑτοσί, ἐκεινοσί. — πῶς δὲ οὐχὶ ἐντὸς τοῦ ι ἡ κλίσις ἔπεσε, καθάπερ ἐπὶ τοῦ τουτουΐ, ἐκεινουΐ; φαμὲν δὲ ἔξωθεν προστιθέντες τὸ ν, ὡς ἂν τοῦ ι μὴ προσεληλυθότος, νῶιν. 2.1,1.87 — πρὸς οἷς καὶ βίαιον ὁλοκληρότερον τὸ Ἀττικὸν ἐκδέχεσθαι τῆς πάντων χρήσεως. — ἀλλ᾽ εἰ διαίρεσις, ἑνὸς ὄντος τοῦ ω· καὶ τοῦτο ἀσύστατον. πρὸ γὰρ τοῦ ω τὰ τοιαῦτα, καὶ οὐδέποτε διὰ τοῦ ι, νυμφέων, μουσέων, ὀρέων. — ἀλλ᾽ ἴσως ἐν τῇ κατὰ διάστασιν διαιρέσει ἐστίν, ὡς κόϊλον, πάϊς· καὶ εὐλόγως προπερισπασθήσεται τὸ νῶι διὰ τὴν τῆς βραχείας ἐπιφοράν. ἀλλὰ πολὺ πρότερον δοθήσεται διὰ τοῦ ι αὐτὰς γράφεσθαι, ὅπερ οὐχ εὑρέθη. τεκμηριοῦνταί τε ἐκ τοῦ Βοιωτιακοῦ, ἐπεὶ οὐδέποτε παρὰ αὐτοῖς νοί διὰ τοῦ οι. — οὐκ ἐπεὶ δὲ παρ᾽ Ἀττικοῖς ἔστι νωίτερος καὶ σφωίτερος, εὐθέως καὶ κατὰ τὴν εὐθεῖαν τὸ ι προσγεγράψεται· ἀπὸ γὰρ γενικῶν αἱ κτητικαί, αἵτινες σὺν τῷ ι γράφονται.
Ἀλλ᾽ ἐκ τῶν ἐναντίων ἀπὸ τῆς νῶι τὸ Ἀττικόν. — Ε κατὰ τὴν πρόσληψιν τοῦ ι, καθὸ Καδμῇδες καὶ Νηρῇδες, πάλιν ἡ γραφὴ τὸ ι ἕξει, ὅ τε τόνος περισπασθήσεται, οὐδενὸς ἐμποδίου ὄντος· εἰ δὲ ἀπεκόπη, τὸ μὲν ι οὐχ ἕξει, τὸν δὲ τόνον περισπάσει, καθὸ καὶ ἀπὸ τοῦ δῶμα δῶ καὶ ἀπὸ τοῦ ἧλος ἧλ.
Ἀπ᾽ οὐδετέρας οὖν τοῦ λόγου καθισταμένου, θεματικὰς ἀμφοτέρας εἰσηγήσαντο, εἴγε ἡ χρῆσις παρὰ τῷ ἀρχαιοτάτῳ ποιητῇ ἀμφοτέρων ἐστί· καὶ παρὰ μὲν τοῖς μετοίκοις Ἴωσι τὴν δισύλλαβον ἐμμεῖναι, παρὰ δὲ τοῖς καταμείνασιν Ἀττικοῖς τὴν μονοσύλλαβον. — Εἰ δὲ δέον ἐστὶν ἀπὸ τῆς κοινῆς τὴν Ἀττικὴν καθίστασθαι, καθὸ καὶ αἱ ἄλλαι ἔχονται ἀφορμῆς τῶν κοινῶν, λεκτέον ὡς ἡ νώ καὶ σφώ ἀποκοπεῖσαι οὐκ ἀήθως τοῖς Ἀττικοῖς (Ποσειδῶ γάρ φασι καὶ μὰ τὸν Ἀπόλλω τουτονί) οὐκέτι περιεσπάσθησαν, κατάληξιν δυϊκὴν ἀναδεξάμεναι. ἄλλως τε τὰ εἰς ω λήγοντα πτωτικά, κλίσεως τυγχάνοντα, οὔποτε περισπασμὸν ἀνεδέξατο. τούτῳ γὰρ τῷ λόγῳ καὶ ἡ νεώ γενικὴ ὠξυτονήθη, μετὰ καὶ ἄλλων λόγων τῆς γενικῆς τὸν περισπασμὸν ἀπαιτούσης· καὶ τὸ
Λητὼ γὰρ ἥλκησε (λ 580)καὶ τὸ
Πυθὼ δ᾽ ἐρχομένην (λ 581)2.1,1.88 καὶ τὰ τούτοις παραπλήσια, κἂν τὸ ἐντελὲς ἔχωσι Λητόα καὶ Πυθόα, ἀναγκαίως ὠξύνθη. ἕνεκα γὰρ τούτου καὶ διστάσαι τὸν Ἀρίσταρχόν φασι περὶ τοῦ
ἠῶ δῖαν ἔμεινε (Ι 662),καθὸ ἦν τὸ ἐντελὲς ἠόα. — Αἱ ἀποκοπαί, ἐὰν τύχωσι πτωτικῆς καταλήξεως, κλίνονται, μάκαρ, μάρτυρ,
γηράντεσσι τοκεῦσιν (Hesiod. O. D. 188)·κλιθήσονται οὖν αἱ προκείμεναι ἀντωνυμίαι δυϊκῆς μᾶλλον καταλήξεως τυχοῦσαι. — αἵ τε γενικαὶ αὐτῶν εὐλόγως διὰ τοῦ ι γράφονται, εἴγε παντὸς δυϊκοῦ εὐθεῖα μὲν ἓν ἔχει φωνῆεν, γενικὴ δὲ δύο, ὧν τὸ δεύτερον ι· ἀλλὰ καὶ περισπασθήσονται, εἴγε τὰ ὀξύτονα τῶν δυϊκῶν περισπᾶται κατὰ γενικήν.
Διὰ τοῦ ε ἡ νῶε παρὰ Ἀντιμάχῳ ἐν Θηβαΐδι ἔδρακε νῶε μολοῦσα (p. 28 Stoll)· καὶ τού τε νῶε
ἐν Ἰολάῳ Κόριννα (fr. 16 Ahrens, 5 Bergk3).
Σφωέ. Αὕτη αἰτιατικὴν μόνην σημαίνει,
τίς τάρ σφωε θεῶν (Α 8)καὶ ἐπεὶ σύνηθες Ὁμήρῳ τὸ δισυλλαβοῦν, σαφὲς ὅτι καὶ τὸ
ἤ τίς σφωε πόρεν· θεὸς ἀντιβολήσας (Κ 546)οὐ τοῦ ἔπορε τὸ ε ἔχει, τῆς δὲ ἀντωνυμίας, Ἰακῶς κεκλιμένου τοῦ ῥήματος. Καὶ ἔτι
εἰ μή σφω᾽ Αἴαντε (Ρ 531)τὸ πλῆρες σφωέ. παρὰ γὰρ Ἀντιμάχῳ καὶ μονοσυλλάβως ἐν τρίτῃ Θηβαΐδος (p 28 Stoll) τὸ καί σφω γείνατο μήτηρ, 2.1,1.89 καὶ ἐν πρώτῃ (p. 28 Stoll) ἀσπασίως τέ σφω ἄγεν οἴκαδε.
Βίαιος ὁ Ἰξίων ἐστὶ τὴν σφωε καὶ ἐπὶ δευτέρου τάσσων,
ἀμφοτέρω γὰρ σφῶε φιλεῖ (Η 280. Κ 552),ἐπεὶ καὶ ἡ νῶε διὰ τοῦ ε. — καὶ ἔτι ὡς τῇ σφώ ἐπὶ τρίτου νοουμένῃ τὸ ε προσέρχεται, οὕτω καὶ τῇ κατὰ τὸ δεύτερον πάλιν νοουμένῃ Ἀττικῇ προσέρχεται. Ἀλλ᾽ οὔτε ἡ διὰ τοῦ ε νῶε εὐπαράδεκτος, καθότι σπανιωτάτη, ἅπαξ που ἢ δὶς εἰρημένη· οὔτε ἡ κατὰ τὸ τρίτον μονοσύλλαβος, κατὰ τὸν αὐτὸν λόγον. — πρὸς οἷς οὐδὲ ὁ χρησάμενος ἀξιοπιστότερος τῶν μὴ χρησαμένων. — πάνυ δὲ εὔηθες, τῆς κατὰ τὸ πρῶτον πρόσωπον εἰς ι ληγούσης, μὴ οὐχὶ καὶ τὴν κατὰ τὸ δεύτερον παραδέχεσθαι. — πρὸς οἷς καὶ πάλιν πάμπολλος ἡ χρῆσις. — ποία δὲ καὶ ἀνάγκη, ὀρθῶς ἐχούσης τῆς σφῶι, τὴν σφῶε παραλαμβάνειν; Τρύφων (p. 28 Velsen) συγκατατιθέμενος τῷ Ἰξίωνί φησι τὴν σφέ ἀντωνυμίαν κατ᾽ ἐπένθεσιν τοῦ ω δυϊκὴν γενέσθαι τῆς αὐτῆς πτώσεως, καὶ ἔτι τὴν σφίν, ὡς τοῦ ω πτωτικοῦ ὄντος δυϊκῶν. Πῶς οὖν οὐχὶ καὶ αἱ κατὰ τὸ πρῶτον καὶ αἱ κατὰ τὸ δεύτερον τὸν αὐτὸν τρόπον ἐσχηματίσθησαν; — Ἡ σφίν καὶ ἀποβάλλει τὸ ν, ἡ δὲ σφωίν οὐδέποτε. — ἡ σφίν δοτικῆς, ἡ δὲ γενικῆς καὶ δοτικῆς. — τί δὲ οὐχὶ καὶ ἐπὶ τῶν δισυλλάβων ἡ ἐπένθεσις τοῦ ω, λέγω δὲ τῆς σφέας καὶ σφίσιν; Ὁμοίως οὖν τὰς τοῦ πρώτου καὶ δευτέρου θέματά τινες ἠξίουν εἶναι, καὶ ἐκδόσεις τινὰς παρατιθέμενοι τὸ
τάρ σφωι (Α 8)
σὺν τῷ ι γράφειν, ἐπεὶ καὶ ἡ σφῶιν (Θ 415), δευτέρου οὖσα προσώπου,κατὰ τόνου ἐναλλαγὴν τὸ τρίτον ἀποτελεῖ ἐν τῷ
καί σφωιν δὸς ἄγειν (Α 338).
Ἀλλὰ μήποτε τὸ μαρτύριον παράλογον· ποία γὰρ καὶ ἄλλη ἀντωνυμία τόνου ἐναλλαγῇ προσώπου γίνεται μεταβατική; — 2.1,1.90 Ἀλλ᾽ ἴσως ἐκεῖνος ὁ λόγος ἰσχυρός, ὡς αἱ φθάσασαι κατὰ τὸ πρῶτον καὶ τὸ δεύτερον ὁμοιοκαταληκτῆσαι, πάντως καὶ κατὰ τὸ τρίτον· ὅθεν εἰ νῶι καὶ σφῶι καὶ ἐπ᾽ αἰτιατικῆς, πάντως καὶ κατὰ τὸ τρίτον.
Ἀλλ᾽ αἱ ὁμοιοκατάληκτοι οὐ πάντως τοῖς αὐτοῖς στοιχείοις χρῶνται· οὐκ ἄλογος οὖν ἡ κατὰ τὸ ε ἐναλλαγή. — ἄλλως τε αἱ ὁμοιοκατάληκτοι καὶ ἰσόπτωτοι, ἡ δὲ σφωέ αἰτιατικῆς μόνης, τῆς κατὰ τὸ πρῶτον καὶ δεύτερον καὶ εὐθεῖαν σημαινούσης. — οὐ γὰρ ὑγιὲς τὸ λέγειν ὡς ἀκόλουθος τῇ νῶε, ὅτε οὐδὲ Ὅμηρος ἐχρήσατο.
Πρὸς οἷς δοθήσεται ἡ διὰ τοῦ ι γραφὴ ἀκόλουθος τῇ νῶι. Ἀλλὰ μὴν οὐδ᾽ ἡ
καί σφωιν δὸς ἄγειν (Α 338)ἀνάλογος· θέμα γὰρ ἴδιόν ἐστιν ὀξύτονον, οὐχὶ ἔγκλιμα τῆς σφῶιν. ποῖον γὰρ ἄλλο μόριον βαρυνόμενον δύναται ἐγκλίνεσθαι; διὰ τοῦτο καὶ τὸ σφωέ κατ᾽ ἰδίαν λεγόμενον ὀξύνεται. [εἴρηται μὲν ὡς ἀδύνατον ἔγκλιμα μετάβασιν προσώπου σημαίνειν.]
Ἴσως τις φήσει, ἰδοὺ ἡ ἡμέων βαρυτονουμένη ἐγκλιτική ἐστι.
Πρῶτον οὐ φύσει βαρύνεται, διῄρηται δὲ ἐκ περισπωμένου· διόπερ ἀκωλύτως τὴν ἔγκλισιν ἀνεδέξατο. — ἔπειτα τὰ ἐγκλιτικὰ λεγόμενα τὴν τῆς ὑπερκειμένης λέξεως ὀξεῖαν ἐγείρει.
Εἰ αἱ διὰ τοῦ σφ, φασίν, ἐκφερόμεναι ἀντωνυμίαι τρίτου καθεστᾶσιν, ὥσπερ ἅπασαι αἱ πληθυντικαὶ καὶ πᾶσαι αἱ δυϊκαί, δῆλον ὡς αἱ κατὰ τὸ δεύτερον ἀπὸ τρίτου μετατιθέμεναί εἰσι. κἀκεῖνο δὲ προσ2.1,1.91 τίθενται, ὡς αἱ ἐγκλινόμεναι καὶ ὀρθοτονοῦνται· ἐγκλινομένης οὖν τῆς σφωίν ἦν τὸ ὀρθοτονούμενον σφῶιν, ὅπερ ἐπὶ δευτέρου μετελήφθη. — Οὐ δεῖ μέντοι τῆς χρήσεως τὸ διηνεκὲς βιάζεσθαι. — ἔπειτα δὲ ἡ αἰτία τοῦ μόνως ὀρθοτονεῖν οὐ μόνον τὰς τοῦ δευτέρου, ἀλλὰ καὶ τὰς τοῦ πρώτου, εἴρηται. — πρὸς οἷς καὶ τὰ τῆς γραφῆς ἀντιπίπτει· ἰδοὺ γὰρ τὸ τρίτον σφωέ, τὸ δεύτερον διὰ τοῦ ι. — τὸ δὲ μεῖζον· τὰ δεύτερα ὀρθοτονούμενα δίπτωτά ἐστι, τὰ δὲ τρίτα οὐκέτι ἐγκλινόμενα, τῶν ἐγκλινομένων τὰς αὐτὰς πτώσεις ἀναδεχομένων. χωρὶς εἰ μὴ καὶ γενικὴν σημαίνοι ἡ σφωίν ἐν τῷ
ἀλλ᾽ εἴπ᾽ εἴ σφωιν καταλύσομεν (δ 28),περὶ ἧς ἄξιον ἐπιστῆσαι ὡς ἐπὶ πλειόνων εὑρίσκεται γενικὴν σημαίνουσα, καθὸ ἐπὶ τοῦ
πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους (λ 319)καὶ
γυιώσω μέν σφωιν (Θ 402).καὶ δῆλον ὅτι δοτικαί εἰσι καὶ εἰς γενικὴν μεταλαμβάνονται, ὡς ἐν σχήματος ἔθει, ὁμοίως τῷ
Ἀχιλῆι δαμασθείς (Χ 55)καὶ
Τρωσὶ δαμείς (Σ 461).
Καὶ δῆλον ὅτι ἡ κτητικὴ δυϊκὴ κατὰ τὸ τοῦ κτήτορος πρόσωπον ἀφορμὴν δέδωκε τοῦ τὴν γενικὴν τοῦ τρίτου σεσιγῆσθαι. εἰ γὰρ ἀπὸ γενικῆς τῆς νῶιν νωίτερος καὶ σφῶιν σφωίτερος, δῆλον ὡς καὶ ἀπὸ τῆς τοῦ τρίτου γενικῆς ἐγίνετο δυϊκόν· ὅπερ οὐκ ἔστιν. ἔνθεν οὖν τὸ πρωτότυπον τρίτον ἀπαράδεκτον. Ἀλλὰ πρός γε τοῦτο ῥητέον, ὡς οὐχ ἡ τῶν παραγώγων ὑποστολὴ αἰτία γενήσεται τοῦ μηδὲ τὰ 2.1,1.92 πρωτότυπα ὑπάρχειν. ἔστι γὰρ μυρία, ἅπερ οὐ παρῆκται, τοῦ λόγου ἀπαιτοῦντος, ὥσπερ καί τινα συνεξειλκυσμένα τισὶ παραγωγαῖς, τοῦ λόγου οὐκ ἐπιτρέποντος. ἐπεὶ καὶ ἡ τοῦ κτητικοῦ ἔλλειψις εὔλογος, εἴγε πᾶσα παράγωγος ἀντωνυμία ἀπὸ ὀρθοτονουμένης πρωτοτύπου σχηματίζεται, ὡς ἐν τοῖς πρὶν εἴρηται, ἡ δὲ μόνως ἐγκλίνεται.
Παντί τῳ δῆλον, ὡς ἡ δυϊκὴ τοῦ ἐκεῖνος, οὗτος ἐκείνω, τούτω. περὶ γὰρ τοῦ
τώδε δὲ νῶι (Θ 109)ἐζητεῖτο. ἕνεκα γάρ, φασι, τῆς ἑνικῆς δοτικῆς ὀξυτονηθήσεται τὸ τώ, ἵνα τὸ δυϊκὸν διαστολῆς τύχῃ. Ἀλλ᾽ εἰ ἕνεκα τούτου, ληρῶδες· ἄπειρα γὰρ τὰ συνεμπίπτοντα. Ἔτι βαρείας καὶ βραχείας ἐπιφερομένης ἀδύνατον ὀξεῖαν εὑρέσθαι μετὰ μακρᾶς. διὸ τὸ τῶδε προπερισπαστέον. Τί οὖν τὸ εἴθε, αἴθε, ναίχι; οὐχὶ καθὸ ἐπέκτασις, τῆς ἀρτίου ὑπερεχούσης τὴν ἐπεκτεινομένην; οὐχὶ οὖν καὶ τὸ
τώδε δὲ νῶι (Θ 109)τῶν ἐπεκτεταμένων; τὰ οὖν δυϊκὰ εἰς ω λήγοντα οὐδέποτε περισπᾶται οὐδὲ γὰρ θέλει τὸ πτωτικὸν ω περισπᾶσθαι ἐπὶ τέλους. ὅτι γὰρ ἐπὶ τέλους ἐστίν, ὅτι ἐπεκτέταται, δῆλον, ὡς ἡ κλίσις ἐντός, τοῦδε, τοῖνδε, οἵδε, τῶνδε, τοῖσδε, τούσδε.
Αἱ πληθυντικαὶ [καὶ] κοινολεκτοῦνται κατ᾽ εὐθεῖαν πρός τε Ἰώνων καὶ 2.1,1.93 Ἀττικῶν, ἡμεῖς, ὑμεῖς, σφεῖς. ἔστι πιστώσασθαι καὶ τὸ ἀδιαίρετον τῆς εὐθείας παρ᾽ Ἴωσιν ἐκ τῶν περὶ Δημόκριτον, Φερεκύδην, Ἑκαταῖον. τὸ γὰρ ἐν Εἰδωλοφανεῖ· ὑμέες Αἰόλιον περιχεύετε παρὰ Παρθενίῳ
ὑπὸ ποιητικῆς ἀδείας παραληφθὲν οὐ καταψεύσεται διαλέκτου πιστουμένης ἐλλογίμοις συγγραφεῦσιν. Ἁμές Δώριον. Ἀλκμάν (fr. 65 Bergk3)·ὡς ἁμὲς τὸ καλὸν μελίσκον.
Οὐκ ἐπίληπτος δὲ ἡ τάσις, καθὸ τὰ πτωτικὰ ἀπέστραπται τὴν ἐπὶ τοῦ ες ὀξεῖαν (καὶ διὰ τοῦτο ἔνιοι τὸ βιόπλανες βαρύνουσιν ἀπὸ τοῦ βιοπλανής, καὶ ἐπίτηδες, καὶ
ἄκλεες αὔτως (Η 100)ἀπὸ τοῦ ἀκλεής). Πρῶτον αἱ πρωτότυποι ἀντωνυμίαι οὐκ ἀκόλουθοι ἐδείχθησαν τοῖς ἄλλοις πτωτικοῖς. ἔπειτα Δωριεῖς ἐπὶ τὸ τέλος φιλοῦσι τὴν ὀξεῖαν προσάγειν, παρ᾽ οἷς πάλιν ἡ ἀφαίρεσις τοῦ ι ὀξείας γίνεται ἐμποιητική, ἐπεὶ ποιεῖς ποιές, πάλιν τῆς καταλήξεως ἐπιλήπτως ὀξυνομένης, εἴγε τὰ ῥήματα τὴν ὀξεῖαν τάσιν ἀπέστραπται· καὶ τὸ νοέν καὶ τὸ δασμηφορέν ὀξύνεται πάλιν τῇ αὐτῇ ὑφαιρέσει τοῦ ι. πρὸς οἷς καὶ ἡ περισπωμένη συστελλομένη ὀξεῖα γίνεται, τύπου τινὸς μὴ ἐμποδίζοντος. Αἰολεῖς ἄμμες·
ἄμμες δ᾽ ἀν τὸ μέσσον (Alcaei fr. 10 Ahrens, 18 Bergk3).τοιοῦτον καὶ τὸ
ἄμμες ἐΐσκομεν (ι 321).
Τοῦ δευτέρου ὑμεῖς. Δωριεῖς ὑμές· ὑμὲς δὲ ἐπεγγυάμενοι θωκεῖτε, Σώφρων (fr. 41 Ahrens). Αἰολεῖς ὔμμες·
οὔ τί μοι ὔμμες (Sapphus fr. 23 Bergk3)·ἃς θέλετ᾽ ὔμμες,
ἐν δευτέρῳ Σαπφώ (fr. 95 Ahrens, 24 Bergk3). Βοιωτοὶ μετὰ διφθόγγουτοῦ ου· οὐμὲς δὲ κομισθέντες
Κόριννα ἕπτ᾽ ἐπὶ Θήβαις (fr. 9 Ahrens, 6 Bergk3).2.1,1.94 Αἱ ὑποστολαὶ τοῦ ι ὁμολογοῦσι τὴν διὰ τοῦ ει γραφήν· παραπεμπτέον οὖν τοὺς διὰ τοῦ ε ἠξιωκότας γράφειν, ὡς τοῦ ι εἰς τὸ ε μεταβαλλομένου, κέρνημι, πέρημι. ἐπὶ γὰρ βραχυνομένου ἡ μετάληψις. Ἔτι εἰ πᾶσαί, φασι, δι᾽ ἑνός, καὶ ἡ εὐθεῖα ἓν ἕξει φωνῆεν.
Ἀλλὰ καὶ ἡ σοφῶν ἓν ἔχει φωνῆεν, αἱ δὲ ὑπόλοιποι δύο. εἰ δὲ οὐ διαιρεῖται εἰς δύο ε, καθότι αἱ εἰς εις εὐθεῖαι τοῦτο ἀναδέχονται, φαίνονται τὴν ἐν ὀνόμασιν ἀκολουθίαν ζητοῦντες ἐν ἀντωνυμίαις, ἥνπερ οὐχ εὕρομεν. πολλῷ δὲ πρότερον καὶ τὴν εἰς ς γενικὴν ἑνικήν· αὕτη γὰρ τῶν διὰ δύο ε ἐκφερομένων εὐθειῶν γενική ἐστιν.
Οὐδ᾽ ὑγιὲς διὰ τὸν μακρὸν χρόνον τῆς εὐθείας δύο φωνήεντα παραδέχεσθαι, ὥς τινες ᾠήθησαν. ἐπεὶ τί ἂν εἴη τὸ ἰχθῦς ἢ νέκυς καὶ τὰ τούτοις ὅμοια συναιρούμενα, αἵ τε παρ᾽ Ἴωσι γραφαί, πόλις, φύσις; Πάλιν δὲ καὶ τὴν δοτικὴν γράφειν διὰ τοῦ ε, ἐπεί, φασι, καὶ ἡ εὐθεῖα καὶ ἡ γενική· ἡμέων γάρ· καὶ ἡ αἰτιατική, ἡμέας. Ἀλλ᾽ ἡ μὲν γενικὴ καὶ αἰτιατικὴ διῄρηνται, ἡ δὲ ἀδιαίρετος τυγχάνει, πιστουμένη παραδόσει καὶ διαλέκτων ἐκφορᾷ· ἁμίν γὰρ Δωριεῖς, καὶ ἄμμιν Αἰολεῖς. ἄλλως τε οὐδὲ τὸ νύμφαις ἔχει τὸ ε, τοῦ νυμφέων ἐν διαιρέσει ἔχοντος τὸ ε.
Ἡ σφεῖς οὔτε παρ᾽ Αἰολεῦσιν οὔτε παρὰ Δωριεῦσιν ἀκολουθίαν ἔσχε πρὸς τὰ τούτων πρῶτα καὶ δεύτερα, οὐκ ἀπεοικότως· καὶ γὰρ ἡ ἐμεί καὶ τεί, παρὰ τοῖς Δωριεῦσι προσλαβοῦσαι τὸ ι, οὐκέτι κατὰ τὸ τρίτον προσέλαβον.
Ἡ ἡμέων τρισυλλαβοῦσα παρ᾽ Ἴωσιν ὑπεμφαίνει ἀκολουθίαν, καθὸ αἱ εἰς εις λήγουσαι εὐθεῖαι τὸν τρόπον τοῦτον κλίνονται· ταχέων 2.1,1.95 γὰρ καὶ βασιλέων. ὡς τὴν ἁμές Δωρικὴν καὶ ἔτι τὴν ἄμμες Αἰολικὴν ὁμοίως ταῖς εἰς ες ληγούσαις εὐθείαις ἰσοσύλλαβον ἔχειν γενικήν· ἁμῶν γὰρ καὶ ἄμμων. — Ἀλλ᾽ εἴπερ μὴ ἦν διῃρημένη, οὐκ ἂν παρὰ μόνοις Ἴωσιν εὑρίσκετο, διαιρετικωτάτοις οὖσι. — πρὸς οἷς ἐδείχθη, ὡς ἀνακόλουθοι ἕνεκα φωνῆς αἱ ἀντωνυμίαι. ἐχρῆν γὰρ καὶ τὴν εὐθεῖαν ἑνικὴν λόγου ἔχεσθαι, καὶ τὴν γενικὴν εἰς ος περατοῦσθαι, ὡς ταχέος καὶ βασιλέως. — οὐδέποτε τὸ ι προσλαμβάνουσιν ἥ τε ταχέων καὶ αἱ παραπλήσιοι· εἴπερ οὖν ἀκόλουθος, οὐκ ἂν ἐγίνετο ἡμείων.
Ἡ ἁμῶν παρὰ Δωριεῦσι καὶ σύναρθρον γενικὴν σημαίνει ἀκόλουθον τῇ ἁμός. τῇ μέντοι διαιρέσει ἡ πρωτότυπος διαλλάσσει τῆς κτητικῆς,
οὐκέτι τὸ αὐτὸ ἀναδεχομένης. Ἀλκμάν (fr. 66 Bergk3)·ὅσαι δὲ παῖδες ἁμέων ἐντί, τὸν κιθαριστὰν αἰνέοντι.
Ὁμοίως Αἰολεῖς. Ἀλκαῖος (fr. 67 Ahrens, 88 Bergk3)μηδ᾽ ὀνίαις τοῖς πέλας ἀμμέων παρέχην. ἐπὶ δὲ τῆς συνάρθρου πατέρων ἄμμων καὶ τῇ ἐντελεστέρᾳ ἀμμετέρων ἀχέων (Alcaei fr. 103. 104 Ahrens, adesp. 57. 58
Bergk3).
Ὁμοίως Βοιωτοί, ἁμίων, ἐπὶ δὲ τῆς κτητικῆς ἁμῶν,
ἁμῶν δόμων (Corinnae fr. 25 Bergk3).
Ὑμῶν. Αὕτη κοινὴ καὶ Δωριέων, σημαίνουσά τε πάλιν καὶ κτητικὴν τὴν ἀπὸ τῆς ὑμός εὐθείας. πάλιν δὲ ἐν διαιρέσει διαφέρει ἡ πρωτότυπος. ὑμέων γὰρ ἀπρὶξ ἔχονται, Σώφρων (fr. 79 Ahrens). καὶ Ἴωνες·
ὑμέων δ᾽ ἀνδρὶ ἐκάστῳ (ν 7).ἔτι αἱ πρωτότυποι διοίσουσι τῷ ἐγκλίνεσθαι καὶ ὀρθοτονεῖσθαι, τῶν κτητικῶν αὐτὸ μόνον ὀρθοτονουμένων. Τὸ δ᾽
ὧδέ τις ὑμείων μεμνημένος (Τ 153)2.1,1.96 πλεονάζον ἀκόλουθον τῇ ἡμείων. Αἰολεῖς ὐμμέων. Ἀλκαῖος (fr. 77 B
Ahrens, 96 Bergk3)·οἵ τινες ἔσλοι ὐμμέων τε καὶ ἀμμέων. οὐμίων Βοιωτοί· τὸ δέ τις οὐμίων ἀκουσάτω, Κόριννα (fr. 13
Ahrens, 22 Bergk3).
Σφῶν. Καὶ Σφέων ἀκολούθως τῇ ἡμέων,
τῷ σφεων πολέες κακὸν οἶτον ἐπέσπον (γ 134)καὶ
ὦσαν ἀπὸ σφείων (Δ 535. Ν 148),ὡς ὑμείων. Τῇ σφείων καὶ Αἰολεῖς χρῶνται καὶ Δωριεῖς, Δωριέων δὲ Συρακούσιοι διὰ τοῦ ψ πάσας τὰς διὰ τοῦ σφ, μονοσυλλαβούσας μὲν ἀναμφιλέκτως, ἐπὶ δὲ τῶν ὑπὲρ μίαν συλλαβὴν ἀμφίβολα τὰ τῶν γραφῶν· ἔνια γὰρ δίχα τοῦ Ψ.
Ἐν ἴσῳ τῷ αὐτῶν παρὰ Συρακουσίοις τίθεται τὸ ὧν. Σώφρων (fr. 80 Ahrens)· ὁ δ᾽ ἐκ τῶ σκότεος τοξεύων αἰὲν ἕνα τινὰ ὧν ζυγαστροφεῖ.
Ὃν τρόπον τὸ νυμφέων διαιρεῖται, τὸν αὐτὸν τρόπον καὶ τὸ αὐτέων, ὁπότε θηλυκὸν σημαίνει. καὶ ἔτι αὐτάων.
Δῆλος ἡ ἀπὸ τοῦ ἐκεῖνος καὶ τῶν ὁμοίων κλίσις.
Ἡμῖν Ἴωνες, ᾧ καὶ Ἀττικοί. Τὸ ἐγκλινόμενον παρ᾽ Ἴωσι συστέλλει τὸ ι· σημειῶδες, καθὸ αἱ ἐγκλινόμεναι τὸν αὐτὸν χρόνον φυλάττουσι ταῖς ὀρθοτονουμέναις. Ἡ ἁμίν Δωρικὴ συστέλλει τὸ ι, ἐν οἷς ἐγκλινομένη προπερισπᾶται,
αἰ γὰρ ἇμιν τούτων μέλοι (Alcm. fr. 77 Bergk3)·2.1,1.97 ὀξυνομένη τε ἁμὶν δ᾽ ὑπαυλήσει μέλος,
Ἀλκμάν (fr. 78 Bergk3). οἰκεῖος ὁ χρόνος πληθυντικῇ διὰ τοῦ ι ἐκφερομένῃ. Αἰολεῖς ἄμμι·
ἀλλά τις ἄμμι δαίμων (Sapph. fr. 113 Ahrens, adesp. 56 Bergk3).τοιοῦτον ἦν καὶ τὸ
ἄμμι δ᾽ ἀρήγει (Ο 493).ὁμόλογον ὅτι, κἂν ὀρθοτονῆται, μίαν καὶ τὴν αὐτὴν τάσιν ἔχει.
Ὁμολογουμένης δὲ τῆς διὰ τοῦ ι γραφῆς, πάλιν τινὲς ἐπιθανεύσαντο, εἰσηγούμενοι τὸ ε ἐγκεῖσθαι· καθάπερ γὰρ τῷ ταχεῖς παράκειται τὸ ταχέσιν, οὕτω καὶ τῷ ἡμεῖς τὸ ἡμέσιν. τό τε ἐν τετάρτῳ Ἀλκαίου
(fr. 91 Ahrens, 100 Bergk3)ἄμμεσιν πεδάορον οὕτω φέρεσθαι ἀπὸ τοῦ ἡμέσιν. ἀπὸ δὴ τοῦ ἡμέσιν κατὰ ἀφαίρεσιν τοῦ ς καὶ συνέλευσιν τοῦ ε ἐγίνετο ἡμεῖν, εὐλόγως καὶ τοῦ χρόνου μηκυνθέντος καὶ τοῦ τόνου περισπασθέντος, εἴγε πᾶσα δοτικὴ πληθυντικὴ τεινομένη διὰ δύο φωνηέντων ἐκφέρεται. Πρῶτον τὰ τῆς γραφῆς διαφέρεται. — ἔπειτα θεματικαὶ πᾶσαι ἐδείχθησαν, πρὸς τῷ τὰς δοτικὰς ἐν πλεονάσματι ἔχειν τὸ ν, οὗ αἰρομένου ἀλύμαντα τὰ τῆς προφορᾶς· ὅπερ τῷ ἡμῖν οὐ παρέπεται. τὰ γὰρ παρ᾽ Αἰολεῦσιν ἕνεκα τῆς συντάξεως πολλάκις ἀποβάλλει τὸ ν δι᾽ εὐφωνίαν,
ἄεισον ἄμμι τὰν ἰόκολπον (Alcaei fr. 4 Ahrens, 63 Bergk3)·αἰ δέ κ᾽ ἄμμι Ζεὺς τελέσῃ νόημα
Ἀλκαῖος (fr. 60 Ahrens, 77 Bergk3), καὶ ἐπ᾽ ἄλλων. μένει τε ἐπὶ τοῦἄμμιν ἀθάνατοι θέοι νίκαν
Ἀλκαῖος τρίτῳ (fr. 86 Ahrens, 80 Bergk3), καὶ ἐπ᾽ ἄλλων πλειόνων.
Ὑμῖν. Πάλιν παρ᾽ Ἴωσι προπερισπᾶται ἐγκλινομένη, καθὸ συστέλλει τὸ ι. καὶ ἔτι παρὰ Δωριεῦσιν· ὅσαις ὗμιν αἰνέσω, Σώφρων (fr. 81 2.1,1.98 Ahrens). καὶ ἐν ὀρθῇ τάσει· οὐ μάν τοι δίφρον ἐπημμένον ὑμίν (Sophr. fr. 82 Ahrens). ῎Υμμιν Αἰολεῖς· ταῖς κάλαις ὔμμιν τὸ νόημα τὦμον
οὐ διάμειπτον (Sapph. fr. 114 Ahrens, 14 Bergk3).ὁμοίως αἱ Αἰολικαί, ἀποβάλλουσαι τὸ ν καὶ φυλάσσουσαι, τὴν ἐν ὀνόμασι δοτικῆς πληθυντικῆς σύνταξιν ἀναδέχονται.
Εἰ ὁμόχρονοι αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον, σαφὲς ὅτι ἡ σφίν συστελλομένη ὁμολογεῖται ἀπ᾽ Ἰακῆς ἐγκλίσεως, εἴγε, ὅτε ἐγκλίνουσιν οἱ Ἴωνες, συστέλλουσι τὸ ι, ἡ δὲ μόνως ἐστὶν ἐγκλιτική· ὑπὸ γὰρ Ἡσιόδου ἐν ἀρχῇ τεθεῖσα εὐλόγως ὠρθοτονήθη ἐν τρίτῳ, σφὶν δ᾽ αὐτοῖς μέγα πῆμα (fr. 63 Goettling, 49 Schoemann).
Σφίσιν. Αὕτη ἐπεκταθεῖσα καὶ ὀρθοῦ τόνου ἔτυχεν. Ἀμφοτέραις μέντοι ἐπακολουθεῖ τὸ ν ἀποβάλλειν δι᾽ εὐφωνίαν,
ἀλλά σφι δόσαν (ι 93),
ἔτι γάρ σφισι κῦδος ὀρέξω (P 453)·φυλάσσεται δὲ ἐν τῷ
ὅς σφιν ἐϋφρονέων (Α 73),
μετὰ σφίσιν εἶχον ἀτυζομένην (Χ 474).
Οὐχ ὑγιὲς δὲ πάλιν εἰσηγεῖσθαι τὴν σφίσιν ἀπὸ τῆς σφέσι, διὰ μεταθέσεως τοῦ ε εἰς τὸ ι, Βοιωτικῶς ἢ Ἰακῶς· καὶ οὕτως ὁλόκληρος ἡ σφίσιν, ἧς συγκοπὴ ἡ σφίν. Παρὰ Βοιωτοῖς οὐ μετατίθεται, συμφώνου ἐπιφερομένου, τὸ ε εἰς τὸ ι· ἀλλ᾽ οὐδὲ παρ᾽ Ἴωσιν, ὅτε μὴ ἀπ᾽ εὐθείας εἴη τῆς διὰ τοῦ ι. ἐν οἷς οὖν αἱ κατὰ τὸ τρίτον μιᾷ συλλαβῇ 2.1,1.99 ἐνδέουσι τῶν κατὰ τὸ δεύτερον, ἡ σφίσιν ἀπὸ τῆς σφίν ἐπεκτέταται, καὶ καθὸ αἱ τοῦ τρίτου εὐεπέκτατοι μονοσύλλαβοι.
Αἱ τοῦ τρίτου κτητικαί, ἑνικαὶ κατὰ τὸ ἐντὸς πρόσωπον, διὰ τοῦ σφ πλήθους παραστατικαὶ γίνονται κατὰ τὸν κτήτορα παρὰ Δωριεῦσιν, ὅς σφός· ἴσον γὰρ τῷ σφέτερος· ὅν σφόν· καὶ ἐπὶ τῶν λοιπῶν ταὐτόν. καὶ ἐπὶ πρωτοτύπων οὖν ταὐτόν· ἰδοὺ γὰρ ἕ καὶ σφέ. εἰ τοῦτο, καὶ τὸ σφίν ἀπὸ ἑνικοῦ τοῦ ἵν, Δωρικῶς. Παραπεμπτέον δὲ τὸν λόγον, εὐδιάσειστον ὄντα, ἐν οἷς καὶ ὁλόκληρον τὴν σφέ παραδεξόμεθα καὶ αὐτήν τε τὴν σφίν. — πῶς δὲ οὐχὶ καὶ τὸ κοινολεκτούμενον ζητήσει τις; — οὐκ ἐξομαλίζεται δὲ τὸ τῆς εὐθείας καὶ γενικῆς· ἀπὸ γὰρ τῆς ἵ καὶ οὗ οὐκ εἰσὶν ἀκόλουθοι πληθυντικαί. — ἐπηυξήθη οὖν ἀπὸ μονοσυλλάβου τῆς σφίν ἡ σφίσιν, οὐχ ὁμοίως τοῖς ὀνόμασιν· οὐδὲ γὰρ ταὐτὰ παρακολουθεῖ, ἃ καὶ τοῖς ὀνόμασι. ταχέος γὰρ καὶ ταχέες, ἀφ᾽ οὗ καὶ τὸ ταχέεσσιν, ἅπερ οὐκ ἐπὶ τῆς σφεῖς.
Συρακούσιοι ψίν· αμανιψιν γενομενα, Σώφρων (fr. 83 Ahrens).
Ἡ διὰ τοῦ ψ γραφὴ ἐπὶ πλήθους τασσομένη οἰκειοτέρα τῆς διὰ τοῦ σφ.
Καὶ σὺν τῷ α λέγεται παρ᾽ Αἰολεῦσιν· ὅτα πάννυχος ἄσφι κατάγρει,
Σαπφώ (fr. 98 Ahrens, 43 Bergk3).
Ἡμᾶς. Ταύτης ὁλοκληροτέραν φασὶ τὴν παρὰ τοῖς Ἴωσι διῃρημένην, λέγω δὲ τὴν ἡμέας. ὃν γὰρ τρόπον παρὰ τὸ ταχεῖς ταχέας, οὕτως ἡμεῖς ἡμέας, καὶ Ἀττικῶς ἡμᾶς, ὡς Εὐβοέας Εὐβοᾶς. Ἀλλ᾽ οὔτε ἡ ἡμεῖς ὁμοία τῇ ταχεῖς, ὡς ἀπεδείχθη, οὔτε Ἀττικοὶ τὸ ε καὶ τὸ α συναιροῦσιν, ὅτε μὴ καθαρεύοι τὸ ε, ὡς ἐπὶ τοῦ ἱέασιν ἱᾶσιν· οὐ γὰρ ἔτι ἐπὶ τοῦ τιθέασι. καὶ Εὐβοᾶς φασίν, ἀλλ᾽ οὐκέτι ταχᾶς. 2.1,1.100 Τὸ
μηδ᾽ ἧμας ὑπεκφύγοι (π 372)Ἰώνων ἔθει φασὶ συνεστάλθαι κατὰ τὴν ἀπόλυτον σημασίαν.
Ἁμέ Δωριεῖς· ἁ δ᾽ ἄρ᾽ ἅμ᾽ ἐλωβῆτο, Σώφρων Γυναικείοις (fr. 66 Ahrens). Ἄμμε Αἰολεῖς· ὄπταις ἄμμε,
Σαπφὼ πρώτῳ (fr. 93 Ahrens, 115 Bergk3). τινὲς δὲ ἀποκεκόφθαιφασὶν ἀπὸ τοῦ ἀμμέας καὶ ἁμέας, ἐπεὶ οἰκεία αἰτιατικαῖς ἡ εἰς ας κατάληξις.
Ὑμᾶς. Καὶ ὑμέας, ἀκολούθως τῇ ἡμέας. Δωριεῖς ὑμέ· ἐμὲ δ᾽ Ἀρχωνίδας ἴαλλε παρ᾽ ὑμέ, Ἀνδρείοις Σώφρων (fr. 25 Ahrens). ὔμμε Αἰολεῖς· τὸ γὰρ θέων ἰότητ᾽ ὔμμε λαχόντων γέρας ἄφθιτον ἀνθήσει,
Ἀλκαῖος πρώτῳ (fr. 63 Ahrens, 83 Bergk3).
Ἡ σφᾶς ἔσθ᾽ ὅτε συστέλλει τὸ α κατ᾽ ἔγκλισιν, συζύγως τῇ
μηδ᾽ ἧμας (π 372),ἐν τῷ
μέγα δέ σφας ἀποσφήλειε πόνοιο (Ε 567).
Τὴν μὲν οὖν κτητικήν, σύζυγον οὖσαν τῇ ἁμάς Δωρικῇ,
σαωσέμεναι νέας ἁμάς (N 96)ἀντὶ τοῦ ἡμετέρας, προσῆκον ὀξύνειν,
σφὰς γὰρ παρθέμενοι κεφαλάς (β 237)·τὴν δὲ πρωτότυπον περισπᾶν ὁμοίως τῇ ἡμᾶς καὶ ὑμᾶς· ἀφ᾽ ἧς Ἰακὴ διαίρεσις ἡ
σφέας αὐτοὺς ἀρτύναντες (Μ 43. 86)·σαφές ἐστιν ὡς ἐγκλιθεῖσα ἐν τῷ
οὐ μέν σφας ἔτ᾽ ἔολπα (θ 315)περιεγράφετο τῆς περισπωμένης.
Σφέ. Εἴρηται ὡς μόνως ἐγκλιτική ἐστι, συζυγεῖ μέντοι Δωρικῇ 2.1,1.101 τῇ ἁμέ καὶ ὑμέ. Πάλιν δὲ καὶ ταύτην ἀπὸ τῆς σφέας φασὶν ἀποκεκόφθαι. Ψέ Συρακούσιοι. Σώφρων· πῶς ψε καὶ γινώσκωμες; (fr. 84 Ahrens). Ἄσφε Αἰολεῖς· ὅτ᾽ ἄσφ᾽ ἀπολλυμένους σάως,
Ἀλκαῖος δευτέρῳ (fr. 92 Ahrens, 73 Bergk3).
Ἐχομένως καὶ ὑπὲρ τῶν κτητικῶν ῥητέον, ὧν καὶ διαφορὰς ἐξεθέμεθα ὡς πρὸς τὰς πρωτοτύπους ἐν τοῖς κατ᾽ ἀρχήν. — Αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν εἰς γενικὴν ἐγκλινομένην ἀναλύονται μετὰ τοῦ ὑπακουομένου κτήματος, καθ᾽ οἱανδήποτε ἂν ὦσι πτῶσιν, ἐμὸς οἶκος οἶκός μου, ἐμῷ δούλῳ δούλῳ μου,
ἵνα νωιτέρην ὄπ᾽ ἀκούσῃς (μ 185),ἵνα ἡμῶν τῆς φωνῆς ἐπακούσῃς· καὶ ἐπὶ τῶν λοιπῶν τὸ αὐτό. — Παντὶ κτητικῷ τὸ ὑπακουόμενον κτῆμα ὁμοιόσχημόν ἐστιν, Ἑκτόρειοι δοῦλοι, Ἀριστάρχειοι δοῦλοι, ἡμέτεροι δοῦλοι, δοῦλοι ἐμοί· γενικῇ μέντοι κτῆσιν δηλούσῃ πάλιν τὸ ὑπακουόμενον κτῆμα ἀδιάφορον, αὐτοῦ δοῦλοι ἢ δοῦλαι ἢ οἶκος ἢ ὁτιδηποτοῦν κτῆμα. διὸ καὶ τὰ κτητικῶς ὑπακουόμενα ἐὰν μὴ ὁμοιοειδῆ τυγχάνῃ, οὔτε κτητικὴ ἀντωνυμία παραλαμβάνεται οὔτε κτητικὸν ὄνομα, γενικὴ δέ. σαφὲς δὲ ἐκ τοῦ θαύμαζεν δ᾽ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐΐσας,
αὐτῶν θ᾽ ἡρώων ἀγοράς (η 43)·ἡ γὰρ ἀνομοείδεια γενικὴν ἀπῄτησε τὴν αὐτῶν. — Μὴ ὑπολαβέτω δέ τις, ὡς αἱ κτητικαὶ τὸ γένος παρεμφαίνουσι μόνον τοῦ κτήματος, τοῦ δὲ κτήτορος οὐκέτι. ὡς ἐπὶ τοῦ ἐμός, ἡμέτερος· ἀρσενικὰ γὰρ τὰ κτήματα, τὰ δὲ τοῦ κτήτορος ἄδηλα ἐν γένει· καὶ γὰρ ἐπ᾽ ἄρσενος τὸ ἐμός καὶ ἐπὶ θήλεος. — Λέληθε γὰρ ὡς μᾶλλον ὥρισται τὸ τοῦ 2.1,1.102 κτήτορος πρόσωπον διὰ τῆς δείξεως καὶ ἀναφορᾶς. καὶ δείξεως μὲν ἐμός, σός, ἀναφορᾶς δὲ ὡς σφέτερος, τῶν κτημάτων ἀδήλων ὄντων κατὰ τὴν ποιότητα. τῷ γὰρ ἐμός τί μᾶλλον ὑπακούεται οἶκος ἢ ἵππος ἢ δοῦλος ἤ τι τῶν τοιούτων; Αἱ κτητικαὶ ἀπὸ γενικῶν μόνων σχηματιζόμεναι, κτῆσιν σημαινουσῶν, καὶ εἰς γενικήν, ὡς προείρηται, ἀναλύονται κτῆσιν σημαίνουσαι. καὶ αἱ μὲν ἀπὸ πρώτου ἑνικοῦ πρώτου ἂν ῥηθεῖεν, ἑνικαί τε κατὰ τὸν κτήτορα, οἷον ἐμοῦ ἐμός. ὁμοίως αἱ ἀπὸ τοῦ δευτέρου, σοῦ σός, καὶ ἔτι αἱ ἀπὸ τρίτου, οὗ ὅς. καὶ ἐπὶ δυϊκῶν ταὐτόν, νῶιν νωίτερος, σφῶιν σφωίτερος. τούτων τὸ τρίτον ὑπεστάλη διὰ τὸ μόνως ἐγκλίνεσθαι, ὅπερ ἡ παραγωγὴ οὐ παραδέχεται· προείρηται δὲ καὶ ἐν τοῖς ἐπάνω. καὶ ἐπὶ πληθυντικῶν, ἡμῶν ἡμέτερος, ὑμῶν ὑμέτερος, σφῶν σφέτερος.
Τούτων τὰ τρίτα ἐν δυσὶ τρίτοις νοεῖται, τὰ μέντοι πρῶτα καὶ δεύτερα οὐ πάντως ἐν πρώτοις καὶ τρίτοις, καὶ δευτέροις καὶ τρίτοις, ὥς τινες ὑπέλαβον ἐκ τοῦ ἐμός ἐστι καὶ σός ἐστιν. ἰδοὺ γὰρ πρώτου πρὸς δεύτερον, ἐμὸς εἶ φίλος, καὶ δευτέρου πρὸς πρῶτον,
ἀλλὰ πατὴρ τεός εἰμι (π 188).δύναται γὰρ καὶ τρίτου πρὸς πρῶτον, ὡς ἐπὶ τοῦ ὅς εἰμι· ἴσον γάρ ἐστι τῷ αὐτοῦ εἰμί. — σκληρὸν γάρ ἐστι τὸ λέγειν καὶ πρώτου πρὸς πρῶτον καὶ δευτέρου πρὸς δεύτερον ἐν τῷ ἐμός εἰμι καὶ σὸς εἶ. μόναις γὰρ ταῖς ἀντανακλωμέναις τὸ τοιοῦτο παρακολουθεῖ, χωρὶς εἰ μὴ καὶ αὐταὶ μεταλαμβάνοιντο εἰς τὰς συνθέτους, καθάπερ καὶ ἐνίας 2.1,1.103 τῶν κατὰ τὸ τρίτον κτητικῶν ἐπιδείκνυμεν εἰς συνθέτους μεταλαμβανομένας. νοείσθω δὲ ὡς ἡ τοιαύτη σύνταξις ῥήματα ἀπαιτεῖ ὕπαρξιν σημαίνοντα· ἐπὶ γὰρ τῶν ἄλλων οὐκέτι· ἐμὸς γράφω· οὐκέτι δὲ καὶ ἐν δευτέρῳ Ἴσως τις δόξει τὰ κτήματα ὁρίζεσθαι ἐν τοῖς πρὸς πρόσωπον λόγοις, [παῖδες ἐμοί] ἐμὸς εἶ, σός εἰμι, ἡμέτερε. Ὅπερ οὐ τοῦ κτήματος ἴδιον, τοῦ δὲ μετειλημμένου δευτέρου προσώπου, ὅπερ πάλιν οὐδὲ τοῦτο κατὰ τὸ παντελὲς ὥρισται. προσδέεται γὰρ τὸ σός εἰμι· ἢ δοῦλος ἢ ἄλλο τι, καὶ ἡμέτερε· δοῦλε ἢ πάτερ. πάλιν οὖν καὶ ἐπὶ τῶν τοιούτων ἡ ποιότης ἐνδεῖ.
Βραχὺς λόγος πρὸς τοὺς οἰομένους ἀπ᾽ αἰτιατικῶν παρῆχθαι τὰς ἀντωνυμίας· παρὰ γὰρ Δώριον τὴν ἁμέ καὶ ὑμέ καὶ ἔτι σφέ τὸ ἁμέτερος καὶ ὑμέτερος καὶ σφέτερος, καὶ ἔτι παρὰ τὴν Αἰολικὴν τὴν ἄμμε τὸ ἀμμέτερος, καὶ παρὰ τὴν νῶι καὶ σφῶι νωιτερος καὶ σφωιτερος. — Πρῶτον οὐκ ἐξωμάλισται· πῶς γὰρ αἱ ἑνικαί; ἐμέ γὰρ καὶ ἐμός, σέ σός καὶ ἕ ὅς, οὐδαμῶς τοῦ ε ἐγκειμένου. πῶς δὲ καὶ τὸ ἡμέτερος καὶ ὑμέτερος τῷ α οὐ προσχρῆται, εἴγε τὸ ἡμᾶς καὶ ὑμᾶς; — ἔπειτα εἰς γενικὰς ἀναλυόμεναι συμφανεῖς εἰσι καὶ ἀπὸ γενικῶν παρηγμέναι. — ἔπειτα ἡ αὐτός ἐπιταγματικὴ ὁμοιόσχημος οὖσα ἀεὶ ἐπιτάσσεται ταῖς πρωτοτύποις, ταῖς δὲ κτητικαῖς κατὰ μόνην γενικήν· καὶ δῆλον ὡς τῇ κατὰ τὸ ἐντὸς πρόσωπον νοουμένῃ συντάσσεται, ἥ τις οὐκ ἄλλη ὀφείλει πτῶσις εἶναι ἢ γενική, ἀφ᾽ ἧς καὶ ἡ παραγωγή,
αὐτῶν γὰρ σφετέρῃσιν (α 7)καὶ
ἢ ἑὸν αὐτοῦ χρεῖος (α 409).
Ὃν τρόπον αἱ σύνθετοι τὸ γένος ἢ τὴν πτῶσιν μετατιθεῖσαι κατὰ τὸ τέλος κινοῦνται, τὸ δὲ πρόσωπον κατὰ τὸ ἄρχον, τὸν αὐτὸν τρόπον καὶ αἱ κτητικαὶ ἐπὶ γένους καὶ πτώσεως κατὰ τὸ τέλος, ἐν προσώποις κατὰ τὸ ἄρχον. ἔχουσι μέντοι περισσὸν τὸ ἐν ἀριθμοῖς κατ᾽ ἄμφω τὰ μέρη κινεῖσθαι· ἐμὸς γὰρ καὶ νωιτέρω καὶ ἡμέτεροι. 2.1,1.104 Ἄξιον ἐπιστάσεως ἐκεῖνο, ὁτιδήποτε τὰ μὲν ῥήματα κινούμενα ἐν προσώποις κατὰ τὸ τέλος κινεῖται, αἱ δὲ ἀντωνυμίαι οὐκέτι, ἀλλὰ κατὰ τὸ ἄρχον. Καὶ ἴσως τις οἰήσεται τὸν λόγον περισσὸν εἶναι, φάσκων τὰ μὲν ῥήματα εἶναι, τὰς δὲ ἀντωνυμίας. Ἀλλὰ κοινὸν ἔχουσι τὸ πρόσωπον δηλοῦν, καὶ ἔτι μένει ἡ ζήτησις. ἔπειτα ἡ μετοχὴ καὶ ἡ κτητικὴ ἀντωνυμία ἐν γένει καὶ πτώσει κινούμεναι κατὰ τὸ τέλος κινοῦνται, καθάπερ καὶ τὰ ὀνόματα, καὶ οὐ διήλλαξε, διάφορα καθεστῶτα.
Λεκτέον οὖν ὡς φυσικῶς τὸ τοιοῦτον ἀπετελέσθη. αἱ πτώσεις ἐν τῷ τέλει κινοῦνται, καὶ τοῦτο ἀποδείξεως οὐ δεῖται· πτῶσιν δὲ ἐπιδέχονται αἱ ἀντωνυμίαι· ὀφείλουσιν ἄρα κατὰ τὸ τέλος κινεῖσθαι. ὅπερ καὶ παρακολουθεῖ. ἀλλὰ μὴν εἰ καὶ κατὰ τὸ τέλος ἐν προσώποις ἐκινοῦντο, σαφὲς ὅτι παρηκολούθησεν ἂν συγχύνεσθαι τὴν πτῶσιν διὰ τὴν μετάθεσιν τὴν ἐκ τοῦ προσώπου. προνοητικώτατα ἄρα κατὰ τὸ ἄρχον κινεῖται, ἵνα ἄχραντος ἡ πτῶσις μείνῃ. τὰ μέντοι ῥήματα, οὐκ ὄντα δεκτικὰ πτώσεως ἢ μόνης εὐθείας, ἀκωλύτως τὸ τέλος ἐκίνει ἐν προσώποις, ἐπεὶ οὐκέτι τὰ τῆς πτώσεως ἀμφήριστα.
Νοείσθωσαν οὖν πάλιν αἱ πληθυντικαὶ τῶν κτητικῶν, αἵ τε δυϊκαί, ἐν συλλήψει καθεστῶσαι πρώτου καὶ δευτέρου ἢ καὶ τρίτου, καθότι καὶ αἱ πρωτότυποι ἐδείχθησαν. ἡμέτερος γὰρ ὁ ἐμὸς καὶ σὸς καί, εἰ τύχοι, ἄλλου του· καὶ νωίτερος ὁ ἐμὸς καὶ σός, ἢ ἐμὸς καὶ ἐκείνου.
Κοινὸν μὲν ἔχουσιν αἱ κτητικαὶ ἀντωνυμίαι πρὸς τὰ κτητικὰ ὀνό2.1,1.105 ματα τὴν ἐν ἀμφοτέροις κτῆσιν ὑπακουομένην, τὴν τῶν δισσῶν προσώπων ἔννοιαν, τὸ εἰς γενικὰς ἀναλύεσθαι μετὰ τοῦ κτήματος· οὐ κοινὰ δέ, καθὸ αἱ ἀντωνυμίαι κοιναὶ παντὸς κτήτορός εἰσι, τὰ δὲ κτητικὰ ἰδιάζει κατὰ τὸν κτήτορα ἔσθ᾽ ὅτε. τὸ μὲν γὰρ ἐμός, σός κοινὸν ἐπὶ πάντων, τὸ δὲ Ἑκτόρειος ἴδιον· ἐπὶ γὰρ μόνου Ἕκτορος. ᾧ τρόπῳ διαφέρει καὶ τὸ Ἰλιόθεν τοῦ ἄλλοθεν· τὸ μὲν ἐκ τόπου μετὰ ἰδιότητος, τὸ δὲ κοινὸν παντὸς τόπου. — Πάντοτε ἐν δυσὶ τρίτοις τὰ κτητικὰ νοεῖται, αἱ δὲ ἀντωνυμίαι οὐ πάντοτε, ὡς ἐδείχθη. — Κατὰ τὸν κτήτορα ἀμφιβάλλεται ὁ ἀριθμὸς ἐν προσηγορικοῖς, ἀνθρώπεια ἴχνη, πότερον ἑνὸς ἢ πλειόνων· αἱ δὲ ἀντωνυμίαι οὔποτε. αἴτιον δὲ οὐκ ἄλλο ἐστὶ τῆς ἀμφιβολίας ἢ τὸ τέλος τοῦ ὀνόματος, δι᾽ οὗ τὸν ἀριθμὸν καταλαμβανόμεθα, ὅπερ κατὰ παραγωγὴν τοῦ κτητικοῦ παραφθείρεται. ὅτε μὲν γάρ ἐστιν ὑός ἢ ὑῶν, νοεῖται ὁ ἀριθμός, ἐπὶ δὲ τοῦ ὕειαι ἢ βόειαι σάρκες οὐκέτι. αἱ μέντοι ἀντωνυμίαι, κατὰ ἀριθμὸν θέματα οὖσαι, οὐκέτι ἀμφιβολίαν ἐνεποίουν· οὐδὲ γὰρ ἀπὸ τῶν αὐτῶν συλλαβῶν ἤρχοντο. διὰ τοῦτο ἀπὸ τῆς ἐμοῦ γενικῆς ἑνικῶς παρελαμβάνετο ἡ ἐμός, καὶ ἔτι νῶιν νωίτερος δυϊκῶς κατὰ τὸν κτήτορα, καὶ ἔτι πληθυντικῶς ἡμῶν ἡμέτερος. ἐπεὶ δὲ τὰ κύρια ἑνικῶς πάντοτε νοεῖται, εἴγε ἰδίαν ποιότητα σημαίνει, ὀρθῶς οὐδὲ τὰ ἀπ᾽ αὐτῶν κτητικὰ ἐπὶ πλήθους νοεῖται, λέγω δὲ τὸ Ἑκτόρειος καὶ τὰ παραπλήσια.
Κἀκεῖνο δὲ διαφέρουσιν, ᾗ ἀσύνηθες τῷ μὲν Αἰάντειος τὸ πατήρ ἐπιφέρειν, παῖς δὲ ἢ ἀδελφός, τῷ δὲ ἐμός καὶ σός.
Ὃν τρόπον τὰ εἰς ὅς λήγοντα τριγενῆ ὀνόματα εἰς τὰ γένη καὶ τοὺς ἀριθμοὺς καὶ τὰς πτώσεις μετασχηματίζεται, τὸν αὐτὸν δὴ τρόπον καὶ αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν κατὰ τὸ τέλος σχηματίζονται κατὰ πᾶν πρόσωπον. ὡς γὰρ τὸ καλός, οὕτω καὶ τὸ ἐμός καὶ σός καὶ ὅς, κατὰ τὸ ἐντὸς ἑνικῶς νοούμεναι, καὶ ὡς τὸ ὁσιώτερος, οὕτω καὶ τὸ νωίτερος καὶ σφωίτερος, δυϊκῶς κατὰ τὸ ἐντὸς νοούμεναι (ὑπὲρ γὰρ τῆς τοῦ τρίτου ἐκλείψεως εἴρηται)· καὶ ἔτι ὡς τὸ χαριέστατος, οὕτω καὶ τὸ ἡμέτερος, ὑμέτερος, πληθυντικῶς κατὰ τὸν κτήτορα νοούμεναι.
Ἡ τεός Δωρικὴ τῇ σός ὁμωνυμεῖ. καὶ κοινῶς μέν πού φησιν ὁ ποιητὴς
2.1,1.106 σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεός (δ 512),Δωρικῶς δὲ τὸ
πατὴρ τεός (π 188)καὶ ἔτι τὰ ἀπ᾽ αὐτῆς,
τεὰ ἅρματα καὶ τεὼ ἵππω (Ε 237).καὶ παρ᾽ Αἰολεῦσιν. Ἀλκαῖος ἐν πρώτῳ·
τὸ δ᾽ ἔργον ἀγήσαιτο τέα κόρα (fr. 57 Ahrens, 14 Bergk3)·καὶ
οἴκω τε περ σῶ καίπερ ἀτιμίαις (fr. Alc. 93 Ahrens, 74 Bergk3),ὁ αὐτὸς κοινῷ ἔθει. Ἐπὶ ταύτης τῆς λέξεως Βοιωτοὶ μεταβάλλουσι τὸ ε εἰς ι, καθότι καὶ τὸ θεός θιός. Εἴρηται ὡς συναλειφθεῖσα, τεύς, ὀξυτόνως λέγεται.
Ἡ ὅς καὶ ἑός δισυλλάβως λέγεται. ἐν οἷς ἀμφίβολον κἀκεῖνο, πότερον διὰ τοῦ θ, ὡς Ἀρίσταρχος,
ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψεν (ο 118),ἢ διὰ τοῦ τ, ὅτε ὃς δόμος· καὶ γὰρ τὰς πλαγίους διττῶς ἔστιν εὑρέσθαι,
ἀλλ᾽ οὐδ᾽, ἀχνύμενός περ, ἑοῦ (Ν 419)·
ἡ δ᾽ ὅτε δὴ οὗ πατρὸς (η 3)·
κὰδ δ᾽ ἐν Ἀθήνῃς εἷσεν, ἑῷ (Β 549)·καὶ
οὕνεκ᾽ ἄρ᾽ οὐχ ᾧ πατρί (ν 265),καὶ
αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρα (Ω 511)·
ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον (δ 741).καὶ ἐπὶ τῶν θηλυκῶν καὶ οὐδετέρων,
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤι᾽ (Α 609)·
ἣν ἄτην ὀχέων (φ 302),καὶ
μεθ᾽ ἑὸν βέλος (Ν 513)·καὶ ἐπὶ πληθυντικῶν· 2.1,1.107 ἢ ἑοὶ αὐτοῦ
θῆτές τε δμῶές τε (δ 643).
Κἀκεῖνο δὲ δύναται ὀρθὴν πληθυντικὴν σημαίνειν, εἰ κατ᾽ ὀρθὸν τόνον ἀναγνοίημεν,
οἱ δὲ οἳ ἐβλάφθησαν (Ψ 387).
Οὐ πιθανὸν τὸ λέγειν, ὡς οὐ πεπλεονάκει τὸ ε ἐν τῇ ἑός, ἀπὸ μέντοι τῆς ἕο Ἰακῆς παρῆκτο. Τί οὖν οὐχὶ καὶ ἀπὸ τῆς ἐμέο καὶ σέο σύζυγοι ἐγίνοντο ἐμεός καὶ σεός, ἄμεινον οὖν λέγειν ὡς ἢ πεπλεονάκει τῷ ε, καθὰ καὶ αἱ πρωτότυποι πολλάκις, ἢ ἀπὸ τῆς τεός Δωρικῆς ἀπετελέσθη, ἐπεὶ ἀδύνατον τὰ τρίτα τῶν δευτέρων πλεονοσυλλαβεῖν.
Αἰολεῖς μετὰ τοῦ Φ κατὰ πᾶσαν πτῶσιν καὶ γένος· τὸν ὸν παῖδα κάλει,
Σαπφώ (fr. 106 Ahrens, 117 Bergk3). καὶ Ἀλκμὰν δέ, συνεχῶς αἰολίζων,φησί
τὰ ὰ κάδεα (fr. 99 Bergk3).
ὁμοίως καὶ Βοιωτοί· Κόριννα (fr. 10 Ahrens, 19 Bergk3)·ευωνυμιης πῆδα όν θέλωσα φίλης ἀγκάλης ἑλέσθη.
Εἴρηται ὑπὲρ τῆς ὁμοφωνίας τῆς ἐμοῦ, σοῦ, οὗ πρὸς τὰς πρωτοτύπους, καὶ ὡς τῇ εἰς ου καταλήξει ἐπὶ τῶν κτητικῶν ὁ ποιητὴς χρῆται, ἐπὶ δὲ τῶν πρωτοτύπων οὐκέτι,
εἰ δή τοι σοῦ πατρὸς (β 271)καὶ
πατρὸς ἐμοῦ κλέος (γ 83),
ἡ δ᾽ ἄχεϊ οὗ παιδός (ο 358)·2.1,1.108 ὅθεν πρὸς ἐνίων καὶ τὸ
οἵ θ᾽ αἵματος ἐξ ἐμεῦ εἰσί (Τ 105)διὰ τοῦ ο ἐγράφετο, ἵνα μὴ δόξῃ τὸ αἵματος πλεονάζειν. Ἔτι γε μὴν ἐπὶ τοῦ
πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο (Δ 343)λείπειν φασὶ τὴν περί ἐθίμως, ἵν᾽ ᾖ περὶ δαιτὸς πρῶτοι ἐμοῦ μεταλαμβάνετε. Τί οὖν ἂν εἴη τὸ
σέο δ᾽ ὀστέα πύσει ἄρουρα (Δ 174)·
ἦ μή τις σεῦ μῆλα (ι 405);ἢ οὐδ᾽ ὅλως τοῖς τοιούτοις ἐπιστατέον. αἱ γὰρ γενικαί, ὅτε ἐπὶ κτῆμα φέρονται, ἰσοδυναμοῦσι ταῖς κτητικαῖς· διὸ καὶ ἀκωλύτως τὰ κτητικὰ εἰς αὐτὰς ἀναλύεται. οὐ μὴν τὰ Ζηνοδότεια παράλογα,
μνῆσαι πατρὸς σεῖο (Ω 486)καὶ
πατρὸς ἐμεῖο πατήρ (Ξ 118. τ 180)·τῷ γὰρ αὐτῷ ἐνέχεται λόγῳ· προκριτέαι μέντοι αἱ κτητικαὶ γραφαί, καθότι αἱ γενικαὶ κτῆσιν δηλοῦσαι ἐγκεκλιμέναι θέλουσιν εἶναι, δοῦλός μου, οἶκος ὕμων, αἱ δὲ ὀρθοτονούμεναι οὔ. Οὐχὶ οὖν καὶ τὸ
σέο δ᾽ ὀστέα πύσει ἄρουρα (Δ 174)ὀρθοτονεῖται, καὶ τὸ
ἀκουάζεσθον ἐμεῖο (Δ 343)καὶ
οἵ θ᾽ αἵματος ἐξ ἐμεῦ εἰσίν (Τ 105);Ἀλλ᾽ ἀναγκαίως, ἡ μὲν σέο, ὅτι ἐν ἀρχῇ, ἡ δὲ ἐμεῖο καὶ
σεῖο μέγα κλέος (π 241),καθὸ τῷ ι πλεονάζουσιν, ἡ δὲ ἐμεῦ, ὅτι συντέτακται προθέσει.
Εἰ αἱ κτητικαὶ οὐδέποτε ἐπὶ πρᾶγμα φέρονται, σαφὲς ὅτι ὡς τὸ
ὀδυσσαμένοιο τεοῖο (Θ 37. 468)ἐπὶ πρᾶγμα φερόμενον ὠλιγώρηται· δέον γὰρ γενικὴν παραλαμβάνειν, 2.1,1.109 ἥτις καὶ ἐπὶ πρᾶγμα φέρεται. εἰ δ᾽ ἀπὸ τῆς τέο Θετταλικῶς ἐξετάθη, ὥς τινες ᾠήθησαν, δῆλον ὡς καὶ κατὰ τὸ πρῶτον καὶ τρίτον· ὅπερ οὐκ ἔστι· ψεῦδος ἄρα καὶ τοῦτο.
Αἰολεῖς ἔμω, σῶ, ὧ. — Ἡ ἐμοῖο, σοῖο, οἷο ἤτοι μετὰ διαιρέσεως τὸ ι προσέλαβον, ἢ Θετταλικαί εἰσιν, ὡς καὶ Ἀριστάρχῳ ἤρεσκεν.
Οὐκ ἄλογος δ᾽ ἂν εἴη καὶ ἡ αἰτία τοῦ τὴν μὲν κτητικὴν διὰ τῆς οι παράγεσθαι, τὴν δὲ πρωτότυπον διὰ τῆς ει. εἴ γε ἀπὸ τοῦ καλοῦ καλοῖο, μετατιθεμένου τοῦ υ εἰς τὸ ι καὶ προστιθεμένου τοῦ ο, σαφὲς ὅτι καὶ ἐπὶ τῆς ἐμοῦ ταὐτὸν παρηκολούθει. ὅπερ ἔθιμον ἐπὶ κτητικῶν παρὰ τῷ ποιητῇ, εἰς ου λήγειν ἐπὶ γενικῆς, τὸ δὲ πρωτότυπον εἰς εο καὶ ευ, ἀφ᾽ ἧς πάλιν ἀνάλογον τὸ ἐμεῖο.
Τὸ
ὡς οὐδὲν γλύκιον ἧς πατρίδος (ι 34)τρίτον νοητέον· τοῦτο γὰρ οὐ κατὰ τὸ αὐτῷ ἀρέσκον ἀνεφωνήθη πρὸς τοῦ ἥρωος. ἐποίσει γοῦν ἔτι διῆκον ἐπὶ παντὸς εἰ καί τις ἀπόπροθεν. οὕτως ἔχει καὶ τὸ οὔτι ἔγωγε
ἧς γαίης δύναμαι (ι 27)·τῆς γὰρ ἑκασταχοῦ γῆς. Τὸ μέντοι
ἀλλ᾽ αἰεὶ φρεσὶν ᾗσιν ἔχων (ν 320),ἀντὶ τοῦ ἐμαῖς, εὐλόγως ὑπ᾽ Ἀριστάρχου ὑπωπτεύετο ὡς νόθον, καθὸ ἀδιάπτωτος ἐν ἀντωνυμίαις. — πλεῖστα γοῦν ἔστι παρ᾽ ἑτέροις εὑρεῖν,
σφέτερον πατέρα (Hes. O. D. 2) ἀντὶ τοῦ ὑμέτερον, ἀντὶ τοῦτεά, τοι κήδεα λέξον ἑά παρὰ Καλλιμάχῳ, (fr. 536. 557 Schneider),
καὶ πάλιν παρ᾽ αὐτῷ ἀντὶ τοῦ σφωιτέρου. Ἀλκμάν (fr. 3. 30 Bergk3)·ὑμέ τε καὶ σφετέρως ἵππως· σφεὰ δὲ προτὶ γούνατα πίπτω. — ἀλλὰ μὴν καὶ τὸ σφετερίζομαι, σύνηθες ὄν, ὠλιγώρηται ἐπὶ πρώτου 2.1,1.110 καὶ δευτέρου τασσόμενον. ἀλλ᾽ οὐδ᾽ ἐν τῇ κατὰ τὸ τρίτον ἐκφορᾷ ὑγιές, εἴγε οὐδέποτε ἀπ᾽ ἀντωνυμιῶν ῥήματα παράγεται. — Οὐ πιθανὴν ἀπολογίαν τινές φασιν, ὡς ἐν ῥήμασι παραλλαγὴ προσώπων·
διώκετον (Κ 364) γὰρ ἀντὶ τοῦ διωκέτην· καὶ ἐν ὀνόμασιν· ἠέλιος
(Γ 277) γὰρ ἀντὶ τοῦ ἥλιε καὶ ἐν ἐγκλίσεσι δέχεσθαι (Α 20) ἀντὶτοῦ δέχεσθε· οὕτω καὶ ἐν προσώποις ἀντωνυμιῶν. μένει γὰρ ἡ αὐτὴ παραλογία. πρὸς οἷς καὶ ἃ παρατίθενται, ἔθιμα διαλέκτων. — Αἱ κατὰ τὸ τρίτον, φασὶν, εἰς τὸ ἴδιον μεταλαμβάνονται, διὸ καὶ τὸν
σφέτερον πατέρα (Hes. O. D. 2) ἀντὶ τοῦ τὸν ἴδιόν τινες δέχονται. Τί δέ; οὐχὶ καὶ αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον κτητικαὶ τὸἴδιόν τινος σημαίνουσι; πῶς γὰρ ἀλλότριον ὂν κτῆμά τινος; Ἐν ταῖς Ζηνοδοτείοις διορθώσεσι δίχα τοῦ ν τὸ
Ζεὺς δὲ πρὸς ὃ λέχος (Α 609)ἐγράφετο, καὶ ἡ ἀφορμὴ ἐκ τῶν ὑποτακτικῶν ἄρθρων, ἅπερ ὁμοφωνεῖ ταῖς κτητικαῖς κατὰ τὸ τρίτον. τὸ γὰρ ὅς ὑποτακτικὸν ὁμόφωνον τῷ ἀπὸ τοῦ ἐμός σός ὅς, καὶ ἐπὶ πάντων ταὐτόν. ἄλλως τε εἰ ἀπὸ τοῦ αὐτός, ἐκεῖνος, οὗτος τὰ οὐδέτερα εἰς ο ἔληξεν, οὐκ ἀπίθανον ἐπὶ τοῦ ὅς ἀντωνυμικοῦ τὸ οὐδέτερον εἰς ο λήγειν. — Ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, ὡς οὐ μᾶλλον ἡ ἀντωνυμία παράλογος ἤπερ τὸ ἄρθρον, καθὸ εἰς ν οὐκ ἔληξεν. — ἔπειτα τὰ κατὰ τὸ πρῶτον καὶ δεύτερον ὁμοιοκατάληκτα καὶ κατὰ τὸ τρίτον· ὅθεν εἰ ἐμόν καὶ σόν, καὶ ὅν. — πρὸς οἷς οὐδὲ πάντοτε ὁμοφωνεῖ· ἰδοὺ γὰρ ἑός μὲν ἡ ἀντωνυμία, οὐκέτι δὲ τὸ ἄρθρον. — πρὸς δὲ τὸ δεύτερον, ὅτι ἡ μὲν ἐκεῖνο καὶ τοῦτο μονοπρόσωποι, τὸ δὲ διπρόσωπον. — ἄλλως τε θεματικώτεραι αἱ πρωτότυποι καὶ ἐν τοῖς γένεσιν· ἀπὸ γὰρ τοῦ οὗτος αὕτη, καὶ ἔτι τοῦτο, τοῦ ἀρσενικοῦ οὐκ ἀπὸ τοῦ τ ἠργμένου. — ἔτι αἱ κτη2.1,1.111 τικαὶ ἀντωνυμίαι ὡς ὀνόματα καθ᾽ ἅπαν εἰς τὰ γένη καὶ τὰς πτώσεις παράγονται, τῶν δὲ ὀνομάτων εἰς ον τὰ οὐδέτερα. — δῆλόν τε ὡς καὶ τὸ ἄρθρον κατώρθωται. τὰ γὰρ ἀπὸ τοῦ τ ἀρχόμενα προτακτικὰ ἀποβολῇ τοῦ τ τὰ ὑποτακτικὰ ποιεῖ· ὅθεν εἰ τό, δῆλον ὡς καὶ ὅ.
Ἐδείχθη ὡς ἀπὸ ἐγκλινομένων οὐ παράγονται αἱ κτητικαί. καὶ οἱ ἀξιοῦντες οὖν ἐγκεκλιμένην, ὡς τρίτου, εἶναι γενικὴν τὴν
ἀλλ᾽ εἴπ᾽ ἤ σφωιν (δ 28)καὶ
γυιώσω μέν σφωιν (Θ 402)καὶ ἀπ᾽ αὐτῆς κτητικὴν παρ᾽ Ἀντιμάχῳ (p. 30 Stoll) εἰρῆσθαι ἐπὶ Τυδέως καὶ Πολυνείκους τὸ σφωιτέρην ὀϊζύν καὶ διὰ τῆς δευτέρας ἐπὶ Ἐτεοκλέους καὶ Πολυνείκους τὸ σφωίτερον μῦθον, ἑαυτοῖς ἐναντιοῦνται. δέον γὰρ μᾶλλον ἐπίμεμπτον καταλείπειν τὸ σχῆμα ἢ μαχόμενον πρὸς τὰ ὅλα. ἄλλως τε οὐδέποτε τρίτον δευτέρῳ ὁμοφωνεῖ· ἔστι δὲ δεύτερον κατὰ τὸ ἐντὸς δυϊκὸν ἀπὸ πρώτου τοῦ νωίτερος τὸ σφωίτερος.
Τὴν ἡμέτερος, κατὰ τὸν κτήτορα οὖσαν πληθυντικήν, διχῶς λέγουσι Δωριεῖς· ἁμέτερος γὰρ καὶ ἁμός, καὶ ὑμέτερος καὶ ὑμός, καὶ σφέτερος καὶ σφός. — Προείρηται ὡς καὶ παρ᾽ Ὁμήρῳ τὰ τοιαῦτα Δωρικά,
τὰ δ᾽ οὐ μένος ἁμὸν ἐρύξει (Θ 178)·
ἀμφὶ σφοῖς ὀχέεσσι (Σ 231)·καὶ τὸ
πρὸς πέτρῃσι βαλὼν ὑμῆς (ι 284)·οὐ μὴν κατὰ τὸ τέλος· διὸ οὐδὲ τὸ
σαωσέμεναι νέας ἁμάς (Ν 96)οὐ συνεστάλη κατὰ τὸ τέλος, καθὸ οὐδὲν τοῖς τέλεσιν ἐδώριζε. καὶ γάρ πού φησι οὐδέπω ἁμῆς
γῆς ἐπέβην (λ 166--67). —2.1,1.112 Τὸ σφεᾶς ἔειξε χώρας
παρ᾽ Ἀλκμᾶνι (fr. 31 Bergk3) τῷ ε πλεονάζει. — Εἴρηται ὡς τὸ
ἤτοι γὰρ πατέρ᾽ ἁμὸν (Ζ 414)ἴσον ἐστὶ τῷ ἡμέτερον, ἀλλ᾽ οὐχ ὥς τινες ὑπέλαβον ἐκ τοῦ ἐμόν μετειλῆφθαι· οὐ γάρ ποτε τὸ ε εἰς α μακρὸν μεταλαμβάνεται, ὅτι μὴ ἐπὶ τοῦ κὲν συνδέσμου, καὶ ταῦτα, εἰ δοθείη. ἄλλως τε σύνηθές ἐστι τὸ πληθυντικοῖς ἀντὶ ἑνικῶν χρῆσθαι,
ἡμεῖς δ᾽ οὔ νύ τι τοῖοι ἀμυνέμεναι (β 60)καὶ ἐφ᾽ ἑνὸς τοῦ Πατρόκλου,
ἡμέτερος θεράπων (Π 244)·τοιοῦτον οὖν καὶ τὸ ἁμόν. — πρὸς οἷς καὶ τὸ ὑμόν καὶ σφόν συζυγοῦντα ὁμολογεῖ τὸ ἐντὸς πληθυντικόν. καὶ ἡ συνήθης φράσις ἀνάπλεός ἐστι τοῦδε τοῦ σχήματος. — καὶ οὐκ ἀπεμφαίνει ὁ λόγος· ἐμπεριεκτικὸς γάρ ἐστιν ὁ πληθυντικὸς ἀριθμὸς τοῦ ἑνικοῦ.
Οὐχὶ οὖν καὶ ὁ δυϊκός; τί οὖν οὐχὶ δυϊκοῖς χρώμεθα ἀντὶ ἑνικῶν; Ἀλλ᾽ οὐκ ἔστιν ὅμοια· ὁ μὲν γὰρ δυϊκὸς ὡς κύριον ὄνομα κατὰ τοῦ δύο ἐτάχθη, ὁ δὲ πληθυντικὸς κοινὸς παντὸς πλήθους καθέστηκε, καὶ διὰ τοῦτο γενικὸς ὢν κατὰ τῶν ἰδικῶν τάσσεται. — διὸ καὶ μεμφόμεθα τὸ δυϊκὸν κατὰ πληθυντικῶν τασσόμενον, καὶ ἔτι τὸ ἑνικόν. — πάλιν
δὴ ὁ Ἀλκμὰν (fr. 31 Bergk3) τὸ σφεᾶς ἀντὶ ἑνικοῦ ἔταξε καὶ τὸ
σφοῖς ἀδελφιδεοῖς κᾶρα καὶ φόνον (fr. 56 Bergk3). —Ἡσίοδος μέντοι ἐπίμεμπτός ἐστιν εἰπὼν
ἑὸν κακὸν ἀμφαγαπῶντες (O. D. 58),ἐν ᾧ ἑνικῷ ἀντὶ πληθυντικοῦ ἐχρήσατο· καὶ Καλλίμαχος· 2.1,1.113 μοῦσαί νιν ἑοῖς ἐπὶ τυννὸν ἔθεντο (fr. 420 Schneider), καὶ ἑὸν δέ μιν οἷα γονῆα (fr. 11 Schneider)· δέον γὰρ σφόν καὶ σφοῖς. — καὶ παρὰ ἄλλοις δὲ πλεῖστα· παραπεμπτέον δὲ ὑπὲρ τοῦ μὴ ἐπὶ πλεῖον προάγειν τὸν λόγον. — ὑπὲρ δὲ τοῦ Ἡσιοδείου οὕτω τινὲς ἐκδέχονται· τῆς ἀντὶ πυρὸς δοθείσης γυναικὸς τέρπονται ἑὸν ἕκαστος κακὸν ἀγαπῶντες.
Αἰολεῖς ἀμμέτερον καὶ ἄμμον καὶ ὔμμον καὶ σφόν. Σαπφώ
(fr. 70 Ahrens, 10 Bergk3)·ἔμε τιμίαν ἐπόησαν ἔργα τὰ σφὰ δοῖσαι.
Ὑπὲρ δὲ τοῦ τὸ ἁμός καὶ ὑμός μὴ συγκεκόφθαι παρὰ ταῖς διαλέκτοις οὐ ῥητέον, ὥς τινες ὑπέλαβον, καθὸ δύο συλλαβαὶ οὐ συγκόπτονται· ἰδοὺ γὰρ τὸ Δευκαλίδης καὶ Ἀνθεμίδης· ἀλλὰ καθὸ μὴ βαρύνονται, τοῦ ἡμέτερος βαρυνομένου καὶ ὑμέτερος καὶ σφέτερος. χωρὶς εἰ μὴ λέγοι τις συνεκδεδραμηκέναι αὐτὰς κατὰ τὴν τάσιν τῇ ἐμός καὶ σφός· τὸ γὰρ σφός καὶ μονοσυλλαβοῦν ἀναγκαίως ὠξύνετο. [Τῆς ἐμαυτοῦ πλαγίου καὶ ἔτι τῶν ὑπολειπομένων οὔτε ῥητὴ ἡ εὐθεῖα οὔτε συστατή. καὶ ὅτι οὐ ῥητή, τουτέστιν οὐ συνήθης, συμφανές, χωρὶς εἰ μὴ ἐν Μετοίκοις Φερεκράτους ἅπαξ ἐστὶν εἰρημένη, καὶ ἴσως ἕνεκα τοῦ γελοίου. ὡς δὲ οὐκ ἔστι συστατή, σαφὲς ἐντεῦθεν. — Καθότι αἱ πλάγιοι σύνταξιν ποιοῦνται ἐν διαβιβασμῷ προσώπων 2.1,1.114 πρὸς τὴν εὐθεῖαν, ἐμὲ Διονύσιος ἔπαισεν, ἐγώ σοι ἐλάλησα, Ἀριστοφάνης Ἀρίσταρχον ἐδίδαξεν (ἦν δὲ καὶ σύνταξις ἐν πλαγίοις μετὰ τῆς ἐπιταγματικῆς τοιάδε, ἐμὲ αὐτὸν ἔτυψεν οὗτος, ἐμοὶ αὐτῷ ἐλάλησεν Ἀρίσταρχος. καὶ ἡ μὲν τοιαύτη σύνταξις ἀσυνελεύστους εἶχεν εἰς σύνθεσιν τὰς ἀντωνυμίας)· ἐπεὶ δὲ πολλάκις αἱ ἐκ τῶν ῥημάτων ἐνέργειαι οὐ μόνον ἐξ ἑτέρων προσώπων εἰς ἕτερα ἀπετελοῦντο, ἀλλὰ καὶ αὐτοπάθειαί τινες ἐγίνοντο, τουτέστιν ὅτε ἓν πρόσωπον τό τε δρῶν καὶ τὸ δρώμενον, ἀπετελεῖτο δισσὸν σχῆμα τῶν ἀντωνυμιῶν, τό τε σύνθετον, ὅπερ καλεῖται ἀντανακλώμενον, καὶ τὸ ἀλλοπαθές, ἐμὲ αὐτὸν ἔπαισα ἐμαυτὸν ἔπαισα, ἐμοὶ αὐτῷ ἐλάλησα ἐμαυτῷ ἐλάλησα. ἔνθεν τὰ κατὰ διάστασιν παρὰ τοῖς ποιηταῖς εἰς σύνθεσιν παραλαμβάνομεν, τοῦ τοιούτου παρεπομένου·
ἐμέθεν περιδώσομαι αὐτῆς (ψ 78)·ἴσον γάρ ἐστι τῷ ἐμαυτῆς· καὶ ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι ἅσσ᾽ ἂν ἐμοί περ
αὐτῇ (ε 188)·ἀντὶ τοῦ ἐμαυτῇ.
Ἔνθεν οὖν λέγω ἐπὶ τῶν πλαγίων τὸ χρειῶδες ἦν τῆς συνθέσεως. οὐ γὰρ δή γε ἐπὶ τῆς εὐθείας ἔτι τὸ δισσὸν παρείπετο τῆς συντάξεως, λέγω τὸ αὐτοπαθὲς καὶ τὸ ἐν μεταβάσει προσώπου. διὸ οὐδὲ συνετίθετο τὸ ἐγὼ αὐτός. — καὶ εἰ τοῦτο, προφανὲς ὅτι οὐδὲ τῆς ἐμαυτοῦ κτητικῆς εὐθεῖά τις καταστήσεται. — ἔπειτα ὤφειλεν οὐ μᾶλλον ἐμαυτός ὡς ἐγαυτός, εἴγε καὶ τῆς ἐμοῦ ἐστὶν ὀρθὴ ἡ ἐγώ, μετ᾽ ἐπιταγματικῆς τῆς αὐτός. — Ἔτι ταῖς συνθέτοις ἀντωνυμίαις ῥήματα σύνεστι τοῦ αὐτοῦ προσώπου, ἐμαυτὸν ἔπαισα, ἐμαυτῷ ἐλάλησα, καὶ δυνάμει ἡ σύνταξις τοιαύτη ἐστίν, ἐγὼ ἐμὲ ἔπαισα, ἐγὼ ἐμοὶ ἐλάλησα. καὶ φανερόν ἐστιν ὅτι ἡ σύνταξις τοῦ ῥήματος δυνάμει ἐστὶν ὀρθὴ πτῶσις μετὰ πράγματος. εἰ οὖν συσταίη ἡ ἐμαυτός καὶ μετ᾽ αὐτῆς ῥῆμα τοῦ αὐτοῦ προσώπου συντάσσοιτο, γένοιντ᾽ ἂν δυνάμει δύο εὐθεῖαι. δύο δὲ εὐθεῖαι οὐδέποτε θέλουσι συντάσσεσθαι ἐν ταῖς συντάξεσι τῶν ῥημάτων, ἀλλὰ πλάγιος καὶ εὐθεῖα, ἔν γε ταῖς ἐν μεταβάσει ἐχούσαις τὸ ἕτερον πρόσωπον. οὐκ ἄρα συστήσεται ἡ ἐμαυτός κατὰ τοῦτο.
Ἀλλὰ καὶ εἰ τοῦτό τις παραλάβοι, ὡς τὸ ἀλλήλων καὶ ἀλλήλους σύνθεσιν ἔχει ἀπὸ προσώπου εἰς πρόσωπον διαβατικήν, ἐν εὐθείᾳ καὶ 2.1,1.115 πλαγίῳ νοουμένην, καὶ κατὰ τοῦτο οὐδὲν κωλύσει καὶ τὴν ἐμαυτός συστῆναι ἐκ πλαγίου καὶ εὐθείας, φαίημεν ἂν ὅτι ἡ ἀντιπαράθεσις οὐκ ἔστιν ὁμοία. ἐκεῖνο μὲν γὰρ ἐξ εὐθείας καὶ πλαγίου συνέστηκε, λέγω δὴ τὸ ἀλλήλων καὶ ἀλλήλους, καὶ οὐκ ἔστιν αὐτοῦ ἡ εὐθεῖα· δύο γὰρ εὐθεῖαι, ὡς ἔφαμεν, μετὰ ῥήματος ἀσύστατοί εἰσιν ὡς πρὸς διάβασιν δραστικὴν τοῦ τε δρῶντος καὶ τοῦ δρωμένου. ἐπὶ μέντοι τοῦ ἐμαυτός ἀντεστραμμένη ἡ σύνθεσις· πλάγιον γὰρ καὶ εὐθεῖαν ἐπινοοῦμεν συντεθειμένην.
Καὶ ἐγίνετο τὸ σχῆμα ἄκλιτον. οὔτε γὰρ κατὰ τὸ τέλος κλίνεσθαι ἠδύνατο, ἐπεὶ μετὰ ῥήματος ἡ σύνταξις τῆς εὐθείας οὖσα οὐδέποτε πλάγιον ἀναδέχεται, χωρὶς εἰ μὴ ἐπὶ τῶν σεσημειωμένων συμβαμάτων καὶ παρασυμβαμάτων παρὰ τοῖς Στωικοῖς, λέγω δὲ τοῦ μέλει καὶ μεταμέλει· οὔτε μὴν κατὰ τὸ ἄρχον μέρος τῆς συνθέσεως, ἐπεὶ ἅπαξ τὰ συντιθέμενα ἄκλιτά ἐστιν. εἰ οὖν οὐκ ἔχει ἡ ἐμαυτός γενικὴν καὶ τὰς ὑπολειπομένας, οὐδ᾽ ἡ γενικὴ καὶ αἱ ὑπολειπόμεναι ἕξουσιν εὐθεῖαν. — πῶς οὖν οὐχὶ βίαιον τετριμμένον σχηματισμὸν παρώσασθαι, καὶ ἀτριβῆ καὶ ἄκλιτον καὶ ἔτι ἀμφίβολον παραδέξασθαι; πάλιν γὰρ τὸ συντιθέμενον μέρος τῆς συνθέσεως ἢ γενική ἐστιν ἢ δοτικὴ ἢ αἰτιατική.
Ἀλλ᾽ ἴσως τις φαίη, πῶς οὖν τὸ ἀλλήλων κλίνεται; Ὅτι ἐξ εὐθείας σύγκειται καὶ πλαγίου. εἶτα συνέβη τῇ μὲν κατ᾽ ἀρχὴν συνθέσει κατὰ δύο τρόπους μὴ κινεῖσθαι, καὶ καθότι εὐθεῖα σὺν ῥήματι παραλαμβανομένη, καὶ ὅτι συνῆπται κατὰ σύνθεσιν· τὸ δ᾽ ἐπὶ τέλους κλίνεσθαι πάλιν κατὰ δύο, καὶ καθότι ἐπὶ τέλους ἐστίν, ὅπερ παρέπεται παντὶ πτωτικῷ κλίσιν ἀναδεχομένῳ, καὶ καθότι τῆς εὐθείας μενούσης συντάξει ῥήματος κινούμενον τὸ πλάγιον σχῆμα, ὡς πρὸς τὴν διάθεσιν τῆς εὐθείας, ἐγώ σοι δέδωκα, σύ με ἔτυψας, Ἀριστοφάνης Ἀρίσταρχον ἐδίδαξεν. 2.1,1.116 Ἡ καλουμένη ἐπιταγματικὴ ἀντωνυμία καὶ προτάσσεται καὶ ὑποτάσσεται,
αὐτῷ τοι μετόπισθεν (Ι 249)·
σοὶ δ᾽ αὐτῷ μελέτω (Ο 231)·ἐπεκράτησε μέντοι τὸ τῆς ὑποτάξεως, ὃ καλεῖται ἐπιταγματικόν. ὃν τρόπον οὖν τὸ ἐπίρρημα καὶ προτάσσεται τῷ ῥήματι καὶ ὑποτάσσεται, ἀπὸ δὲ τῆς ἑτέρας συντάξεως, λέγω δὴ τῆς ὑποταγῆς, τὸ ὄνομα ἔλαβε, τὸν αὐτὸν τρόπον καὶ ἡ προκειμένη ἐπιταγματικὴ ἀντωνυμία. μή ποτε δὲ διὰ τοιοῦτόν τινα λόγον κατ᾽ ἀμφοτέρας τὰς συντάξεις ἑνὸς τετύχηκεν ὀνόματος. ὅταν μὲν γὰρ προτάσσηται, ἀπὸ ταύτης ἐννοίας καλεῖται ἐπιταγματική, οἱονεὶ ἐφ᾽ ᾗ τάσσεται ἄλλη ἀντωνυμία, τουτέστιν μεθ᾽ ἥν … πρα .ατι … νδ … ται … εν ε . τ … τάσσεσθαι αὐτὴν δευτέραν … … … ]